269
μνημόνευέ μου τῆς ταπεινώσεως σὺν τοῖς ἀδελφοῖς. 439 {1Τοῖς ἠγαπημένοις ἀδελφοῖς Γρηγορίῳ, Ἰεζεκιήλ, Ἐράστῳ, Θεοφάνει, Ἀνίνᾳ καὶ τοῖς λοιποῖς ἐν Ἑλλάδι}1 Καιρὸς τοῦ λαλεῖν, φησίν, καὶ καιρὸς τοῦ σιγᾶν. ἐπεὶ οὖν τοῦ δευτέρου ὁ λόγος ἐν ταῖς προλαβούσαις ἡμέραις, εἴπω δὲ καὶ ἐν αἷς τὸ παρόν, διὰ τοῦτο μόλις καὶ ἄρτι ἐξεληλυθότες τῆς πόλεως εὐδοκίᾳ θεοῦ φθεγγόμεθα ὑμῖν, πατέρες καὶ ἀδελφοί, φθεγγόμεθα δὲ ἀποστολικαῖς φωναῖς· χαίρετε ἐν Κυρίῳ πάντοτε, καὶ πάλιν ἐρῶ, χαίρετε, οὐ κατὰ τὴν χαρὰν τοῦ τῇδε κόσμου (πλὴν ὅτι οὐδὲ χαρά, ἀλλὰ πάνυ θλῖψις, ἀτακτοῦντος τοῦ ὑπηκόου), ἀλλὰ χαίρετε κατὰ πνεῦμα ἁγιωσύνης, ὅτι ἐλυτρώθητε ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ἐκ τῆς ματαίας ἀναστροφῆς, ἀπὸ σαρκὸς καὶ αἵματος, δουλεύοντες θεῷ ζῶντι καὶ ἀληθινῷ· ἐξ οὗ καὶ ὁ πρότερος κατὰ τὸν διωγμὸν μακαρισμὸς καὶ ὁ νῦν ξενισμός, ὧδέ τε κἀκεῖσε διεσπαρμένων ὑμῶν, ἕως οὗ ἐπίδοι Κύριος, εἰρήνην βραβεύων τῇ ἐκκλησίᾳ αὐτοῦ καὶ ἀποκαθιστῶν ἡμᾶς ἐπὶ τὸ αὐτό. Τὸ δὲ νῦν ἔχον δέομαι ὑμῶν, ἀδελφοί, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθημεν μετὰ πάσης ἀσφαλείας καὶ προσοχῆς, μετὰ πάσης ταπεινοφροσύνης καὶ ὑπακοῆς τῆς εἰς ἀλλήλους, ἔχοντος τοῦ προηγουμένου τὸν τόπον τῆς ἀρχῆς οὐκ εἰς ἔπαρσιν δαιμονικήν, ἀλλ' εἰς τύπον ἀρετῆς τῶν ἑπομένων, καὶ τῶνδε ὑπεικόντων καὶ πειθομένων ὡς ἐμοὶ τῷ ἀναξίῳ, μᾶλλον δὲ Χριστῷ, δι' ὃν καὶ τὸ πᾶν τοῦ βίου καὶ ὁ καθ' ἡμέραν προαιρετικὸς θάνατος. ὦ τέκνα, μέγα τὸ τῆς σωτηρίας μυστήριον· βλέπετε πῶς ἀναστρέφεσθε, μὴ ὡς ἐμπαθεῖς, ἀλλ' ὡς ἀπαθεῖς, μὴ ὡς φιλόσαρκοι, ἀλλ' ὡς φιλόθεοι. μὴ ἐπιβάλλοιτε τὰ ὄμματα ὄψεσι γυναικῶν, ἀλλὰ μηδὲ εἰς ἑαυτοὺς εἴητε παρρησιαστικοί· παρρησία γὰρ πῦρ καταφλέγον ψυχήν. μελετᾶτε τὸν θάνατον ἀεί, ὡς ἂν εἴητε παρασκευασμένοι πρὸς τὴν ἔξοδον ἐν χαρᾷ· τὰς παραδόσεις κρατεῖτε, τὰ ὡρισμένα τελεῖτε κατά τε ψαλμ ωδίαν καὶ προσευχὴν καὶ εἴ τι ἕτερον. μὴ θησαυρίζετε ἑαυτοῖς χρυσίον εἰς τὸ ἐν καιρῷ ἐπισυναγωγῆς παρασχέσθαι αὐτὸ ἰδίοις ἢ φίλοις, ὡς ὅτι τὸ μοναστήριον φροντίσει τὰ καθ' ὑμᾶς (οὐ τέκνων θεοῦ τοῦτο, ἀλλὰ σαρκοφρόνων), πῶς δὲ ἵνα τὰ κατὰ χρείαν γίνοιτο καὶ τὸ φθάσαν εἶναι προσενεχθῇ τῇ ἀδελφότητι, ἵνα ἐκ πολλῶν προσώπων τὸ συστατικὸν εἴη τοῦ κοινοβίου. Ταῦτα δέ μοι εἴρηται, ἐπειδὴ ἤκουσται ὅτιπερ τινὲς ἤδη ἀπ' ἐντεῦθεν ὁρίζονται· "4τόδε"5, φησίν, "4τὸ ζῷον καὶ τόδε τὸ ἱμάτιον εἴτουν ἕτερον βούλομαι τῷ δεῖνι ἐᾶσαι"5. ὢ τῆς ἀθλιότητος· ὢ τῆς ἀφροσύνης· οὐκοῦν οὔτε τέκνον ὁ τοιοῦτος οὔτε ἀδελφός, ἀλλ' ἀλλότριος, ἀλλὰ ἱερόσυλος, οὗ ἡ μερὶς μετὰ Γιεζῆ τοῦ κλέπτου. μὴ δὴ οὕτως, ἀδελφοί, φρεναπατᾶσθε μηδὲ τοιαύτῃ διαθέσει φθαζόμενοι ἔνοχοι εὑρεθῆτε κρίματος αἰωνίου· ἐπεί, εἰ τοῦτο, κἀγὼ ποιήσω οὕτως καὶ διανείμω τοῖς κατὰ σάρκα ὅσα ἐν χερσί μου. εἰ δὲ ἐν ἐμοὶ τοῦτο οὐδὲ ἀκοῦσαι ἀνέχεσθε (οὐ γὰρ ἡγουμένου τὸ ἔργον, ἀλλὰ ἐχθροῦ θεοῦ), εἰκότως οὐδὲ ἐγὼ περὶ ὑμῶν· καὶ διὰ τοῦτο ἀσφαλίζομαι καὶ τὸ δικαίωμα τοῦ θεοῦ ἀναγγέλλω, ἀθωῶν ἑαυτὸν τοῦ αἵματος τοῦ ἐνόχου τῆς ἁμαρτίας, καὶ οὐχ ὡς ἐπιζητῶν χρυσίον (μὴ πλανᾶσθε), ἀλλὰ τὸ σῶσμα τῶν ψυχῶν ὑμῶν. ἐπεὶ καυχήσομαι ἐν Κυρίῳ· μέγα μοι πλούτου ὑπόθεσις μετὰ τοῦ κορυφαίου τῶν ἀποστόλων λέγειν, ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, καίπερ οὕτω φιλοῦντι ἐν ἀφροσύνῃ λέγω· ἐπιδίδοταί μοι τοσοῦτον, ὥστε καὶ ἐκκακεῖν με λαμβάνειν. Ταῦτα ὡς φιλῶν γράφω καὶ ἀσφαλίζομαι. ὁ δὲ θεὸς τοῦ πατρός μου, ὁ τῆς εἰρήνης δοτήρ, ὁ τοῦ ἐλέους χορηγός, ὁ ποιμὴν ὁ καλὸς ἔτι ποιμανεῖ ἡμᾶς καὶ ὑμᾶς, μηδὲν ὑστερῶν τῶν δεόντων κατά τε πνεῦμα καὶ σωματικὴν ζωήν· καὶ ἀξιώσειεν καὶ τῆς αἰωνίου βασιλείας. 440 {1Ἀβρααμίῳ ξενοδόχῳ}1 Φίλου γνήσιον γνώρισμα τὸν φιλούμενον ἐπισκέπτεσθαι εἴτε δι' αὐτοψίας εἴτε διὰ γράμματος, ὥστε ἐντεῦθεν γνώριζε ἡμᾶς ἀγαπᾶν σε, τιμιώτατε καὶ περιφανέστατε. ἀγαπῶμεν δέ σε εἰκότως, καὶ τοῦτο κατ' αἰτίας διαφόρους· ἡ πρώτη διὰ τοὺς ποτὲ ὑπάρξαντας βασιλεῖς αὐθεντικοὺς ἡμῶν, ἐπείπερ ἐκεῖνοι, ὡς οἶδας, τῶν φιλούντων καὶ