270
πρός τινα χρείαν ἐξελθόντα ἐξαρπάσαντες, παρέστησαν βασιλεῖ. ὁ δ' ἀγνοεῖν ὑποκρινάμενος, ὅθεν τε εἴη καὶ ὅστις, ἠρώτα. νομίσας δὲ καὶ αὐτὸς ἀγνοηθῆναι, ὅσα ᾤετο πρὸς τὴν παροῦσαν λυσιτελεῖν ἀνάγκην ἀπεκρίνατο. ὡς δ' ὁ βασιλεὺς τὴν ὑπόκρισιν ἀποθέμενος, αὐτὸν ἐκεῖνον ἀπεδείκνυε τὸν χθὲς εἶναι ὑβριστὴν, τοῖς μὲν ἄλλοις ἅπασι διατριβὴν οὐ μικρὰν ἐνεποίει ἡ τοιαύτη συντυχία καὶ ὡς ἥδιστα διετίθεντο· τὸν ἑαλωκότα δὲ δέος οὐ μικρὸν εἰσῄει περὶ ψυχῆς ἀγωνιῶντα καὶ ὅσον οὔπω νομίζοντα ἀποθανεῖσθαι. βασιλεὺς δ' ὥσπερ ἐν τοῖς ἄλλοις μᾶλλον κἀν τοῖς τοιούτοις προσήκειν αὐτῷ νομίζων μεγαλοψυχεῖν, ἐφ' ἱκανὸν παραψυχῆς ἕνεκα τὰ χθὲς εἰρημένα πρὸς τὸν ἑαλωκότα διαλεχθεὶς, ἔπειτα ἐκέλευε στολὴν πα 2.217 ρέχειν πολυτελεστέραν, ἢ αὐτῷ προσῆκε. παρασχόμενος δὲ καὶ χρυσίον, ἐκέλευεν οἴκαδε ἀναχωρεῖν καὶ τὸ ἀπὸ τοῦδε μηδενὸς καταψηφίζεσθαι πρὶν εἰς ἀπολογίαν καταστῆναι, ἀλλὰ τὴν ἑτέραν τῶν ἀκοῶν τῷ κατηγορουμένῳ φυλάττειν ἀκραιφνῆ. ὁ δ' ἄπιστα σχεδὸν εὐτυχήσας πρὶν γενέσθαι, βασιλέως ἐπαινέτης ἦν ἀντὶ τοῦ πρότερον ὑβριστοῦ. ἀλλὰ ταῦτα μὲν πρότερον. τότε δὲ ἐπεὶ οἱ πρέσβεις ἀμνηστίαν τῶν ὕβρεων ᾐτοῦντο καὶ ἐδέοντο βασιλέως εὖ ποιεῖν προσχωροῦντας ἑκοντὶ, προσηνῶς αὐτοῖς διαλεχθεὶς καὶ λόγοις πείσας, μηδὲν ὑποπτεύειν παρ' αὐτοῦ δεινὸν, ἐκέλευε καὶ γράμμασι βασιλικοῖς, ἃ αὐτοὶ ᾐτοῦντο, βέβαια ποιεῖν. τῶν δὲ βασιλεῖ συνόντων τις δύσνους ὢν, ὡς ἔοικε, καὶ πολεμῶν ἀφανῶς, κρύφα προσελθὼν τοῖς πρέσβεσι, συνεβούλευε μὴ τὴν πόλιν παραδιδόναι. βασιλεὺς γὰρ εἰς τὴν ὑστεραίαν, ἄν τε προσχωρῶσιν, ἄν τε μὴ, πρὸς Θεσσαλονίκην κατὰ πᾶσαν ἀνάγκην ἔγνωκε δεῖν ἀποχωρεῖν. οἱ δὲ, ἐπεὶ τοιαῦτα ἤκουσαν, μὴ ἃ κοινῇ πᾶσι δοκεῖ σκηψάμενοι εἰδέναι, πρὸς τὴν πόλιν ἀπεχώρουν. ἐπεὶ δὲ ἦσαν εἴσω πυλῶν, αὖθις ἐγκλεισάμενοι, παρεσκευάζοντο πρὸς μάχην. ἀναβάντες τε ἐπὶ τὸ τεῖχος, μὴ πᾶσιν ἔλεγον εἶναι τὸ νῦν ἔχον κατὰ γνώμην βασιλεῖ τὴν πόλιν παραδιδόναι, ἀλλ' ἐπεὶ πρὸς Θεσσαλονίκην ἔγνωκε δεῖν ἀποχωρεῖν, εἰς τοὐπιὸν αὐτοὶ διασκεψάμενοι εἰ δοκεῖ λυσιτελεῖν, κοινῇ ψήφῳ προσχωρήσουσιν. οὕτω μὲν οὖν Περιθεώριον τειχομαχίᾳ τε ὀλίγου ἐδέησεν ἁλῶναι καὶ ὁμολογίᾳ προσχωρῆσαι βασιλεῖ. βασιλεὺς δὲ ἐπεὶ 2.218 μὴ περιμένειν ἐξῆν πρὸς τὴν πολιορκίαν, ἀναστήσας τὴν στρατιὰν, ἤλαυνεν ἐπὶ Θεσσαλονίκην. λʹ. Ἐν Βυζαντίῳ δὲ ὁ βασιλεὺς Ἰωάννης ὁ τοῦ Ἀνδρονίκου βασιλέως παῖς ψήφῳ βασιλίδος τε καὶ τῆς συγκλήτου στέφει τὴν κεφαλὴν ὑπὸ Ἰωάννου τοῦ πατριάρχου κατακοσμεῖται. ἐν τῇ ἑορτῇ δὲ καὶ τῶν τῆς συγκλήτου πλὴν ὀλίγων ἀξιωμάτων πάντες ἔτυχον, ὡς ἂν ἕκαστος παρὰ βασιλίδος καὶ πατριάρχου καὶ τῆς βουλῆς ἄξιος ἐκρίθη. καὶ Ἰσαάκιος μὲν Ἀσάνης πανυπερσέβαστος ἀπεδείχθη, δοὺξ δὲ μέγας ὁ Ἀπόκαυκος, καὶ ὁ Χοῦμνος μέγας στρατοπεδάρχης, Ἀνδρόνικός τε Παλαιολόγος, ὃς ἦν γαμβρὸς Ἀποκαύκῳ τῷ μεγάλῳ δουκὶ, μέγας καὶ αὐτὸς στρατοπεδάρχης, ὅ,τε Γαβαλᾶς πρωτοσεβαστὸς, καὶ οἱ ἄλλοι ἅπαντες ὡς ἕκαστος. πατριάρχης δὲ, ἐπεὶ τὴν ἀξίαν ἀμείβειν οὐκ ἐνῆν, εἰς σεμνότερόν τι περιέστησε τὸ σχῆμα καὶ ἔν τε ταῖς ὑπογραφαῖς ἠερανέῳ χρώματι ἐχρῆτο καὶ τὴν ἐπὶ τῆς κεφαλῆς καλύπτραν, ἣν τοὺς πατριάρχας ἔθος φέρειν, ἂν μὴ τοῦ τάγματος ὦσι τῶν μοναζόντων, ὀθόνῃ λευκῇ περιειλημμένην πρότερον, αὐτὸς κατεκόσμησε χρυσῷ, εἰκόνας αὐτῇ τοῦ τε σωτῆρος ἡμῶν ἐγγράψας Χριστοῦ Ἰησοῦ καὶ τῆς τεκούσης αὐτὸν ἀχράντου θεοτόκου καὶ Ἰωάννου τοῦ Βαπτιστοῦ. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ ἄχρι μὲν ἐκείνου τοῦ χρόνου μετριώτερά τε φρονεῖν ἐδόκει καὶ τῆς βουλῆς εἶναι ὑπεκρίνετο εἷς, ἢ μᾶλλον καὶ πρὸ αὐτοῦ τοὺς ἄλλους ἦγε, μὴ τῆς κακουργίας αἰσθόμενοι 2.219 ὀῤῥωδῶν, ὑπὸ Καντακουζηνοῦ τοῦ βασιλέως ἐθελήσωσι μᾶλλον ἄρχεσθαι ἢ ἐκείνου. ἐπεὶ δὲ ἀξιώματός τε μείζονος ἐπελάβετο καὶ τὸν πόλεμον εἶδεν αὐξηθέντα ἐπὶ μέγα, τὸ προσωπεῖον ἀποθέμενος, αὐτὸς πάντα ἦν καὶ πάντων ἦρχε καὶ μειζόνων καὶ ἐλαττόνων. αἵ τε γὰρ τῶν χρημάτων πρόσοδοι τῶν κοινῶν ὑπ' ἐκείνου διῳκοῦντο καὶ πόλεων ἀρχαὶ καὶ στρατηγίαι, οἷς αὐτὸς ἐκέλευεν, ἐδίδοντο