270
διὰ τί εσκωπτον, ἐπεὶ ἀπεκρίθησαν οτι "πολὺ πλείω καὶ χαλεπώτερα εἰρήκειμεν αν εἰ μὴ ὁ οινος ἡμᾶς ἐπιλέλοιπε," γελάσας ἀφῆκεν αὐτούς. Πύρρος μὲν ουν ἐπιφανέστατος ἐν στρατηγοῖς γενόμενος καὶ φόβον πολὺν τοῖς ̔Ρωμαίοις ἐμβαλὼν καὶ πέμπτῳ ετει τὴν ̓Ιταλίαν λιπὼν καὶ ἐπὶ τὴν ̔Ελλάδα στρατεύσας οὐ πολλῷ υστερον ἐν Αργει ἀπέθανε. γυνὴ γάρ τις, ὡς λόγος εχει, παριόντα αὐτὸν ἰδεῖν ἀπὸ τοῦ τέγους ἐπιθυμήσασα ἐσφάλη καὶ ἐμπεσοῦσα διέφθειρεν αὐτόν. ἐν δὲ τῷ αὐτῷ ετει ο τε Φαβρίκιος καὶ ὁ Πάππος ἐτιμήτευσαν καὶ αλλους τε τῶν ἱππέων ἀπήλειψαν καὶ τῶν βουλευτῶν καὶ τὸν ̔Ρουφῖνον, καίπερ δικτατωρεύσαντα καὶ δὶς ὑπατεύσαντα. αιτιον δ' οτι σκεύη ἀργυρᾶ λιτρῶν δέκα 2.191 ειχεν· ουτως οἱ ̔Ρωμαῖοι πενίαν οὐ τὸ μὴ πολλὰ κεκτῆσθαι, ἀλλὰ τὸ πολλῶν δεῖσθαι ειναι ἐνόμιζον. καὶ διὰ τοῦτο τοῖς τε αρχουσι τοῖς ἐκδημοῦσι καὶ τοῖς αλλοις τοῖς κατά τι πρᾶγμα τῇ πόλει διαφέρον ἐξιοῦσι τά τε αλλα τὰ ἀναγκαῖα καὶ δακτύλιος ἐκ τοῦ δημοσίου ἐδίδοτο. Τῶν Ταραντίνων δέ τινες κακωθέντες ὑπὸ τοῦ Μίλωνος ἐπέθεντο αὐτῷ, Νίκωνα προστησάμενοι. ὡς δ' οὐδὲν ηνυσαν, τεῖχός τι τῆς σφετέρας χώρας κατέσχον, κἀκεῖθεν ὁρμώμενοι τῷ Μίλωνι ἐπῄεσαν. ἐπεὶ δὲ ῃσθοντο τοὺς ̔Ρωμαίους πολεμῆσαι σφίσι βουλομένους, πρέσβεις εἰς τὴν ̔Ρώμην εστειλαν· καὶ εἰρήνης ετυχον. Καὶ Πτολεμαῖος δὲ ὁ Φιλάδελφος ὁ τῆς Αἰγύπτου βασιλεύς, τόν τε Πύρρον κακῶς ἀπηλλαχότα μαθὼν καὶ τοὺς ̔Ρωμαίους αὐξανομένους, δῶρά τε αὐτοῖς επεμψε καὶ ὁμολογίαν ἐποιήσατο. καὶ οἱ ̔Ρωμαῖοι ἐπὶ τούτῳ ἡσθέντες πρέσβεις πρὸς αὐτὸν ἀνταπέστειλαν· οι μεγαλοπρεπῆ δῶρα παρ' ἐκείνου λαβόντες εἰς τὸ δημόσιον ταῦτα εἰσῆγον. ἡ δὲ βουλὴ οὐ προσήκατο, ἀλλ' ειασεν αὐτοὺς ταῦτα εχειν. Μετὰ δὲ ταῦτα τούς τε Σαυνίτας διὰ Καρουιλίου ὑπέταξαν, καὶ Λευκανῶν καὶ Βρεττίων διὰ Παπειρίου ἐκράτησαν. καὶ τοὺς Ταραντίνους ὁ αὐτὸς Παπείριος ἐχειρώσατο. ἀχθόμενοι γὰρ τῷ Μίλωνι, καὶ πρὸς τῶν σφετέρων κακούμενοι τῶν, ὡς ειρηται, ἐπιθεμένων τῷ Μίλωνι, Καρχηδονίους ἐπεκαλέσαντο, ἐπεὶ καὶ τὸν Πύρρον τεθνάναι εμαθον. ὁ δὲ Μίλων ἐν στενῷ ἑαυτῷ τὰ πράγματα συνηγμένα ὁρῶν, τῶν ̔Ρωμαίων ἐκ τῆς ἠπείρου ἐφεδρευόντων, τῶν δέ γε Καρχηδονίων ἐκ τῆς θαλάσσης, παρέδωκε τῷ Παπειρίῳ τὴν ακραν, ἐπὶ τῷ ἀβλαβὴς μετὰ τῶν 2.192 περὶ αὐτὸν καὶ τῶν χρημάτων ἀποχωρῆσαι. ἐντεῦθεν οἱ μὲν Καρχηδόνιοι ὡς ενσπονδοι τοῖς ̔Ρωμαίοις ἀπέπλευσαν, ἡ δὲ πόλις προσεχώρησε τῷ Παπειρίῳ· καὶ τὰ οπλα καὶ τὰς ναῦς αὐτῷ παρέδοσαν, καὶ τὰ τείχη καθεῖλον καὶ δασμοφορεῖν ὡμολόγησαν. Ουτω δὲ τοὺς Ταραντίνους ὑφ' ἑαυτοὺς οἱ ̔Ρωμαῖοι ποιησάμενοι ἐτράποντο πρὸς τὸ ̔Ρήγιον, οτι τὸν Κρότωνα προδοσίᾳ λαβόντες τήν τε πόλιν κατέσκαψαν καὶ τοὺς ἐν αὐτῇ ̔Ρωμαίους διέφθειραν. τοὺς μὲν ουν Μαμερτίνους τοὺς τὴν Μεσσήνην εχοντας, ους συμμάχους οἱ ἐν τῷ ̔Ρηγίῳ προσεδέχοντο, ὁμολογίᾳ διεκρούσαντο, ἐκακοπάθησαν δὲ πολιορκοῦντες τὸ ̔Ρήγιον σπάνει τε τροφῆς καὶ αλλοις τισίν, εως ̔Ιέρων ἐκ Σικελίας σῖτόν τε ̔Ρωμαίοις πέμψας καὶ στρατιώτας ἐπέρρωσε σφᾶς, καὶ τὴν πόλιν συνεῖλεν. η τοῖς περιοῦσι τῶν ἀρχαίων πολιτῶν ἀπεδόθη· οἱ δ' ἐπιβουλεύσαντες αὐτῇ ἐκολάσθησαν. ̔Ο δέ γε ̔Ιέρων ουτε πατρόθεν ἐπιφάνειαν εχων τινά, μητρόθεν δὲ καὶ δουλείᾳ προσήκων, Σικελίας ἁπάσης ηρξε μικροῦ, καὶ φίλος ̔Ρωμαίοις ἐνομίσθη καὶ σύμμαχος. ουτος ουν τῶν Συρακουσίων κρατήσας μετὰ τὴν τοῦ Πύρρου φυγὴν καὶ τοὺς Καρχηδονίους εὐλαβηθεὶς ἐγκειμένους τῇ Σικελίᾳ, πρὸς τοὺς ̔Ρωμαίους ἀπέκλινε, καὶ πρώτην χάριν αὐτοῖς τὴν εἰρημένην συμμαχίαν καὶ τὴν σιτοπομπίαν ἀπένειμε. Μετὰ ταῦτα δὲ χειμῶνος γεγονότος πολλοῦ, ωστε τὸν Τίβεριν εἰς πολὺ τοῦ βάθους κρυσταλλωθῆναι καὶ αὐανθῆναι τὰ δένδρα, οἱ ἐν τῇ ̔Ρώμῃ ἐταλαιπώρησαν, καὶ τὰ βοσκήματα τῆς πόας ἐπιλιπούσης ἐφθάρησαν. 2.193 Τῷ δ' ἑξῆς ετει Λόλιός τις ἀνὴρ Σαυνίτης ὁμηρεύων ἐν ̔Ρώμῃ καὶ ἐκδρὰς δύναμιν συνελέξατο, καὶ χωρίον τι καρτερὸν ἐν τῇ οἰκείᾳ καταλαβὼν ἐλῄστευεν. ἐφ' ον Κύιντός τε Γάλλος καὶ Γάιος Φάβιος στρατεύσαντες αὐτὸν μὲν καὶ τοὺς σὺν αὐτῷ