270
Κολοβόν. ἐλλιπές. Κόλυθρον. ειδος συκῆς. Κόλυβα. σῖτος ἑψητός. Κόλον. τὸ μὴ τέλειον, ἀλλὰ κολοβόν. Κολλούριον. ἀπὸ τοῦ κολοβόν. κόλλιξ γὰρ ὁ αρτος. Κόμμι. τὸ ψιμμίθιον. Κομμωτικόν. ἐπίπλαστον. Κομίδιον. τὸ τοῦ δένδρου δάκρυον. Κομμονιτήριον. εγγραφον ἐνταλτήριον εἰς ὑπόμνησιν κατὰ ̔Ρωμαίους. kappa.1241 Κονσίστριον. κατὰ Λατίνους θεῖον συνέδριον. Κόνδυ. ειδος ποτηρίου. *Κόνειον. βοτάνη ὀλεθρία.* Κόριον. τὸ μικρὸν κοράσιον. λέγεται δὲ καὶ τὸ μάννα, ὡς λευκοειδές. Κοράλλιον. λίθος θαλάσσιος. Κορδύλημα. τὸ περίβλημα. Κόρημα. τὸ σάρωμα. Κόσμιον. ευτακτον. Κότυ. τὸ ταχύ. Κοτυάειον. τόπος. Κοτυλήρυτον. τουτέστι τοσοῦτον ἐν πλήθει, ωστε καὶ κοτύλῃ ἀρύεσθαι. παρὰ τὸ ἀρύω, ἀρύσω, ἀρυτὸν, καὶ ἐν συνθέσει κοτυλήρυτον. η οσον ἡ παλάμη κρατεῖ. kappa.1242 Κουροτρόφον. τὸ τρέφον τοὺς νέους καὶ γενναίους ιππους. Κουρόσυνα. ἡ ἐν χρῷ κουρεία τῆς γενειάδος. *Κουράτωρασ. φροντιστάς. διοικητάς.* Κουρατωρεῖον. ἐν ῳ ὁ κουράτωρ. Κοχλιάριον. παρὰ τὸ κόχλος κοχλάριον καὶ πλεονασμῷ τοῦ ˉι κοχλιάριον. Κοχλίδιον. ωσπερ ἀπὸ τοῦ κοιλία κοιλίδιον, ουτως καὶ ἀπὸ τοῦ κοχλίας κοχλίδιον. Κορκορύγημα καὶ κορκορυγή. ὁ θόρυβος τῆς γαστρός. τοῦ Ψελλοῦ· κορκορυγὴ ὁ θόρυβος· ὁ δόλιος δὲ κέρκωψ. κορδακισμὸς ἡ ορχησις· κωμάζει κῶμον ᾳδει. †Κοττάβια. τὰ ὑπολύχνια.† Κογχύλια. τὰ οστρεα. kappa.1243 ( ̔Ρῆμα.) Κοινολογεῖται. διαλέγεται κοινῇ. Κοινῶ. τὸ μολύνω. καὶ κοινόω. Κοισυροῦται. καλλωπίζεται. Κοιρανέων. διατάσσων, ἐπερχόμενος, καὶ τὸ τοῦ κοιράνου εργον ἐπιτελῶν. Κοιμῶμαι. ἀπὸ τοῦ κῶ τοῦ σημαίνοντος τὸ ὑπνῶ γίνεται κείω, ὡς θῶ, θείω, σῶ, σείω. ὁ παθητικὸς ἐνεστὼς κεῖμαι κατὰ συγκοπὴν, ἀφ' ου ονομα ῥηματικὸν κοίμη, ἐξ ου ῥῆμα δευτέρας συζυγίας τῶν περισπωμένων κοιμῶ, κοιμᾷς· τὰ γὰρ ἀπὸ τῶν εἰς η θηλυκῶν γινόμενα ὀνόματα δευτέρας συζυγίας εἰσὶν ὡς ἐπὶ τὸ πλεῖστον. ὁ δὲ Ωρος ὁ Μιλήσιος παρὰ kappa.1244 τὸ κείω κοιμὸς, ὡς λείπω, λοιμὸς, καὶ ῥῆμα κοιμῶ. Κοκκύζω. ἐπὶ ορνιθος. κωκύω δὲ, τὸ θρηνῶ, ἐπὶ ἀνθρώπου, μέγα. Κολαβρισθείησαν. περιῤῥαγείησαν. χλευασθείησαν. ἐκτιναχθείησαν. εὐτελεῖς νομισθείησαν. ἐν τῷ ̓Ιὼβ ἡ λέξις αυτη. Κολάπτει. γλύφει. Κολοβεῖ. ἐπικόπτει. ἀκρωτηριάζει. Κολαφίζειν. πυγμῇ παίειν. παρὰ τὸ κωλύειν τὸ φῶς η τὸ τυφλοπανιάζειν. Κολούω. τὸ βλάπτω. Κολυμβᾶν. οἱ ∆ωριεῖς κολυφᾷν λέγουσιν. ἀπὸ τοῦ κόλους, ο ἐστι κολοβοὺς, φαίνεσθαι τοὺς ἐν υδατι καὶ μὴ ὁλοτελεῖς. kappa.1245 Κομείτην. ἐπιμελείας ἠξίουν. ἀπὸ τοῦ κομέω κομῶ, κομέεις κομεῖς. Κομμεῖν. τὸ τὸ σῶμα ὡραΐσαι. Κομμωτίζω. ἐπιμελοῦμαι τὰς παρειὰς τῷ ψιμμιθίῳ. κόμμι γὰρ τὸ ψιμμίθιον. Κομῶ. τὸ θάλλω. καὶ κομόωντες. Κομᾶ. γαυριᾷ, μέγα φρονεῖ. Κομίζω. τὸ ἐπιμελοῦμαι καὶ περιποιοῦμαι. παρὰ τὸ κομῶ, οθεν καὶ ἱπποκόμος, ὁ ἐπιμελούμενος τῶν ιππων. Κομψεύεται. σεμνύνεται, ἀλαζονεύεται. Κονάβησαν. ηχησαν. Κονίζεσθαι. ἀγωνίζεσθαι. η κονιορτοῦσθαι. Κονίζω. τὸ ἀγωνίζομαι, καὶ παρασκευάζω πρὸς τὸν πόλεμον. ἀπὸ τοῦ κόνις. οἱ γὰρ ἀρχαῖοι, οτε εμελλον ἀγωνίζεσθαι, εἰς χεῖρας αὐτῶν kappa.1246 πτύοντες, κόνιν προσελάμβανον, διὰ τὸ ἰσχυρῶς κρατεῖν. †Κοικύλλει. περιτρέπει.† †Κοισυροῦσθαι. ἐπὶ τῆς κοίτης σύρεσθαι.† †Κοννῶ. τὸ νοσῶ.† †Κομπτεῖ. τρυφᾷ, θεραπεύει.† Κονίσουσιν. ἀντὶ τοῦ φεύξονται. εὐρὺ κονίσουσι πεδίον- ἐκ τοῦ παρακολουθοῦντος νοεῖται τὸ φεύξονται· οἱ γὰρ φεύγοντες κατὰ δρόμον ἐγείρουσι κόνιν. ουτως ευρον ἐγώ. Κονίω. τὸ ἀγωνίζομαι. ωσπερ ἀπὸ τοῦ μῆτις μητίω, καὶ δῆρις δηρίω, καὶ μῆνις μηνίω, ουτως καὶ ἀπὸ τοῦ κόνις κονίω. Κονίησι. κονιορτὸν ποιήσει. καὶ κονίσουσιν ὁμοίως. kappa.1247 Κονιάω. τὸ τοῖχον χρίω. Κορεῖν. τὸ σαίρειν, καὶ φιλοκαλεῖν παρὰ ̓Αττικοῖς, η βίβλους κοσμεῖν. Κορδακίζει. αἰσχρῶς ὀρχεῖται. Κορθύεται. αυξεται, κορυφοῦται. ἀπὸ τοῦ κορύσσω, η ἀπὸ τοῦ κόρυθος. ενιοι δὲ ἀπὸ τοῦ σωρεύεσθαι ηκουσαν, κόρθυς γὰρ ἡ σωρός. Κοτταβίζειν. ἀποσπογγίζειν. η τὸ ἠχεῖν. Κουρήσατε. ἐπιμελήθητε. Κουριῶ. ἐπιθυμῶ κουρευθῆναι. Κουρίζω. νέα φρονῶ. κοῦροι γὰρ οἱ