270
φιλουμένων· ἡ δευτέρα διὰ τὸ πρὸς τὴν ταπείνωσιν ἡμῶν συμπαθητικόν σου, ὁπότε ἦμεν ἐν τοῖς Ἀνατολικοῖς, ἡνίκα τὴν προσηγορίαν ἡμῖν διεπέμψω καὶ ὅσα κατὰ τὸν Σμυρναίων ἀσεβέστατον πρόεδρον· ἡ τρίτη διὰ τὴν τοῦ ὀρθοῦ φρονήματος δόξαν, ἣν περισσοτέρως ἐξηγόρευκεν ὁ πνευματικὸς ἡμῶν καὶ ἠγαπημένος ἀδελφὸς καὶ γραμματηφόρος, προσθείην δ' ἂν καὶ διὰ τὸν κοινὸν φίλον κύριον Ἀρκάδιον, τὸν σύντροφον λέγω καὶ σύμψυχον, ὃν καὶ περιέπεις ἐν τοῖς σοῖς, ὡς μανθάνω. Ἀλλ' ἐπειδὴ φίλου ἔργον καὶ ὑπομιμνήσκειν ἐν οἷς χρὴ τὸν ἀγαπώμενον, ὑπομνήσκομεν καὶ παρακαλοῦμεν τὴν μεγαλειότητά σου πεφεισμένως καὶ προσεκτικῶς διεξέρχεσθαι αὐτὴν ἐν τῇ καταπιστευθείσῃ αὐτῇ ὑπὸ τῶν μεγάλων βασιλέων διακονίᾳ. καὶ μή μοι λεγέτω ὅτι ἀναγκάζεται φόβῳ οὕτω διαπράττεσθαι· φόβου γὰρ θεοῦ οὐδὲν μεῖζον καὶ σωτηρίας ψυχῆς οὐδὲν ἀναγκαιότερον. τί γὰρ ὠφελήσει ἄνθρωπος, φησίν, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; καὶ ὁ ἰατρὸς ἐν ταῖς περιστάσεσι ζητητέος καὶ ὁ κυβερνήτης ἐν τῷ κλύδωνι· ἢ οὐχ ὁρᾷς ὅτι κλύδων μέγας καὶ θεομηνὴς πληγή; ἰάτρευσον, δέσποτα, κυβέρνησον, ἵνα καὶ σεαυτὸν σώσῃς καὶ τοὺς ὑπαιτίους ἐξιάσῃ καὶ ἀναστοιχειώσῃς εἰς εὐστάθειαν, ἀνεχόμενος τὴν ἀπειλὴν ὡς καὶ αὐτὸς ὢν ἐν σώματι καὶ ὑπὸ τὸ πταιστόν· οὕτως γὰρ καὶ θεὸν κτήσῃ ἵλεω, θεοῦ δὲ περιέποντος τίς ὁ κακώσων; μνήσθητι, κύριέ μου, ὅτι σὰρξ εἶ καὶ αὐτὸς καί, ὡς φοβῇ τὰς πληγάς, φείδου τῶν πληγῶν· ἐπείπερ, οἵῳ μέτρῳ μετροῦμεν, ἀντιμετρηθήσεται ἡμῖν. μνήσθητι, ἀδελφὲ καλέ, ὅτι σήμερόν ἐσμεν καὶ τί τέξεται ἡ ἐπιοῦσα οὐκ οἴδαμεν, ὡς μὴ εὑρεθῆναι ἡμᾶς κωμῳδουμένους καὶ κατηραμένους καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι. μνήσθητι τῆς ἀποφάσεως ἐκείνης τῆς φοβερᾶς καὶ ἀπαραλογίστου, ὑφ' ἧς οἱ ἀνελεήμονες εἰς πῦρ ἄσβεστον ἐκπεμφθήσονται. μνήσθητι ὅτι παραστήσονται ἡμῖν τὰ εὖ πεπονθότα πρόσωπα καὶ τὰ δεινοπαθήσαντα ὑφ' ἡμῶν· καὶ τί ὠφελήσει τότε τὸ ἐνταῦθα ἀκοῦσαι ἡμᾶς ἱκανούς; Μή, παρακαλῶ, μὴ οὕτως εἰς ἑαυτοὺς τὸ ξίφος ὠθῶμεν· φιλῶν λέγω καὶ μάλα κηδόμενος, δέσποτα. τέλος τοῦ λόγου, ἀκούσαιμι ἀπὸ τοῦ νῦν ἀγαθὰς ἀκοὰς καὶ φιλανθρώπως παιδευτικὰς περὶ τοῦ ἐμοῦ κυρίου, ἵνα ᾄσω, ἵνα γνῶ ὡς ὑπακουόμενος ἔσομαι καὶ πρὸς τὸ ἑξῆς ὑπὸ τοῦ ἐμοῦ φίλου. ἤδη γὰρ καὶ οἱ γειτνιάζοντες ἡμῖν ἐνταῦθα ἔμφοβοι καὶ ἔντρομοί εἰσιν ἐξ ὧν ἀκούουσι, καίπερ μὴ ἐπταικότες τι· "4τύραννός ἐστιν ὁ ἐρχόμενος, μάχαιραν ἐπιφέρεται, πτωχὸς οὐχ ὑποίσει ἀπειλήν· οὐχ ἵνα ἀνταγωνίσηται δέχεται, κἂν μὴ βούλοιτο, ἐπὶ τούτῳ οὐχ ὑπεύθυνος· οὐδὲ γὰρ αὐτὸς ἐγὼ καταληφθεὶς οὕτως δυνηθείην ἂν ἑτέρως δρᾶσαι"5. ἐὰν δὲ πέρα τούτων τὸ αἴτιον, καλῶς, ἀλλὰ καὶ οὕτως συμπαθῶς, ὡς ἐν ὀφθαλμοῖς Κυρίου· ἐξ οὗ καὶ εὐσταθήσει μᾶλλον τὸ ὑπήκοον, δουλούμενον εὐνοίᾳ τοῖς νικοποιοῖς βασιλεῦσιν. 441 {1Ὑπατίῳ τέκνῳ}1 Οὐκ ἀπαθῶς καὶ ἡμεῖς οἱ ταπεινοὶ ἐδεξάμεθα, ὦ τέκνον, τὴν ἱερὰν κοίμησιν Ἰακώβου τοῦ ὁμολογητοῦ Χριστοῦ καὶ ἡμῶν ἀδελφοῦ ἀξιεράστου, ἀλλ' οὖν οὐδὲ ἀπεριχαρῶς. τὸ πρῶτον διὰ τὸ πνευματι κὸν φίλτρον (τί γὰρ ἢ υἱός, καὶ υἱὸς τηλικοῦτος, οὗ ἐγὼ διὰ τὰς ἁμαρτίας οὐδὲ παῖς καλεῖσθαι ἄξιος;), τὸ δὲ διὰ τὴν ἐλπίδα, μᾶλλον δὲ διὰ τὸ λυσιτελές, καὶ οὐχ ἡμῶν μόνον, ὧν ὡς μέλος κόσμος ἱερὸς καθίστασθαι πέφυκεν, ἀλλὰ γὰρ καὶ πάσης τῆς τοῦ θεοῦ ἐκκλησίας· τί γὰρ οἴει τὸν ἄνδρα; ἀλλ' οὐχ ὁμολογητήν; ἀλλ' οὐχὶ μάρτυρα; ἀλλ' οὐχ ὅσιον; ἐκ νεότητος ἤθλησεν ἀσκητικῶς ὑποταγεὶς ἐννόμως, κατὰ παθῶν ἀνδρισάμενος, παρθένον τὸ σῶμα φυλάξας δι' ὑπωπιασμῶν ἐγκρατικῶν καὶ δουλαγωγιῶν, οὕτως ὡς ἔτυχεν ἐσθίων, οὕτως καθεύδων, ἔτι ὑγιαίνων ὡς ξενίζειν τοὺς ὁρῶντας, ὑποχωρητικὸς ὡς τὰ πολλά, ἐφ' ὅσον οἷόν τε καὶ εἰς ἑαυτὸν ἐπαναγόμενος κἀντεῦθεν πτερῶν ἑαυτὸν πρὸς τὸν οὐράνιον ἔρωτα. καὶ μή τις νομίσειεν ὑποπλάττεσθαί με ψυχαγωγίας ἕνεκεν τῶν ἀκουόντων λόγους· μάρτυς θεὸς καὶ ὁ ἐκείνου παιδαγωγὸς Λουκιανὸς ὁ ἱερός, κἂν δυσανέγερτος, ἐξ οὗ μοι καὶ ἡ