Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
αὐτὸς διὰ φωνῆς προφήτου περὶ τῶν ἰδίων προσ- κυνητῶν· "6Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς ὡς ποτα- μὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν."6 9Οὐ πορεύσῃ ταύτην τὴν ὁδὸν, οὐδὲ πορεύσεται πλοῖον ἔναυλον. Ὁ γὰρ Θεός μου μέγας ἐστίν. Οὐ παρελεύσεταί με Κύριος. Κριτὴς ἡμῶν Κύριος, ἄρχων ἡμῶν Κύριος· αὐτὸς ἡμᾶς σώσει.9 Μεταπεφοίτηκε πάλιν ὁ λόγος ἐπὶ τὸ τῶν πιστευ- σάντων πρόσωπον. Ἐπειδὴ γὰρ ποταμῶν, καὶ δι- ωρύγων ἐποιήσατο μνήμην, ταύτῃ τοι, καὶ σφόδρα εἰ- κότως, ὡς περὶ πλοίου φησί. Καὶ τί δὴ ἄρα δηλοῖ, διατρανοῦν πειράσομαι. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆ- ρος ἡμῶν ἐπιδημίας κατεληΐζετο τὴν οἰκουμένην, οὐδενὸς ἐπιτιμῶντος, ὁ Σατανᾶς. Ἐπειδὴ δὲ λελυτρώ- μεθα διὰ Χριστοῦ, καὶ τὴν ἁγίαν οἰκοῦντες σκηνὴν, φημὶ δὴ τὴν Ἐκκλησίαν τοῖς εὐαγγελικοῖς καὶ ἀπο- στολικοῖς ἐνσπαταλῶμεν λόγοις, κατεθαρσήσαμεν τοῦ πάλαι πλεονεκτεῖν ἰσχύοντος, καὶ ὅτι τηρήσει Χριστὸς τὰς καρδίας ἡμῶν, οὐκ ἐφιεὶς τῷ τῆς ἀνομίας εὑρετῇ κατεπεμβαίνειν αὐτῶν· διὸ οἱ πεπιστευκότες φαμὲν πρὸς αὐτόν· Οὐ πορεύσῃ ταύτην τὴν ὁδὸν, οὐδὲ πο- ρεύσεται πλοῖον ἔναυλον, τοῦτ' ἔστιν, οὐκ ἐσόμεθα 70.737 βάσιμοι ταῖς σαῖς ἔτι πλεονεξίαις· ἀλλ' οὐδὲ ἐν τού- τοις εὑρεθήσῃ τοῖς ποταμοῖς, καθάπερ τι πλοῖον ἔναυλον. Ἀλλ' ἴσως φαίη τις ἄν· Πόθεν τοῦτο λέγειν τεθαρσήκατε; Ναὶ, φησὶν, ἔχομεν τὸ θαρσεῖν. Ὁ γὰρ Θεός μου μέγας ἐστὶ, καὶ οὐ παρελεύσεταί με· τοῦτ' ἔστιν, οὐ διελεύσεται δι' ἐμοῦ, καθὰ καὶ πρώην ὁ Σατανᾶς. Οὐχ ὑποκείσομαι τοῖς ἐκείνου ποσί· Κύ- ριος γὰρ ἡμῶν ἐστι κριτής. Κύριος ἄρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος αὐτὸς ἡμᾶς σώσει. Πάλαι μὲν γὰρ αὐτὸς ἦν ἐκεῖνος ὁ δυστροπώτατός τε, καὶ ἀπηνὴς ἄρχων ἡμῶν. Ἐπειδὴ δὲ τὸν εὐαγγελι- κὸν καὶ σωτήριον ὑπεδράμομεν ζυγὸν, κριτὴν ἐσχή- καμεν ἄρχοντα, βασιλέα, Κύριον, τὸν Υἱὸν, καὶ αὐτὸς ἡμᾶς σώσει. Ἑτέρως δὲ τοῦτο διδάσκει λέγων αὐτὸς ὁ προφήτης Ἡσαΐας, περί τε τῆς Ἐκκλησίας τοῦ Θεοῦ, καὶ περὶ τῶν ἐν πίστει τῇ ἐν Χριστῷ δεδι- καιωμένων· Ἔσται ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται, καὶ οὐκ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐδὲν, οὐ μὴ ἀναβῇ ἐκεῖ. Ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυ- τρωμένοι διὰ τὸν Κύριον. 9Ἐῤῥάγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυ- σεν. Ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία, οὐκ ἀρεῖ σημεῖον, ἔως οὗ παραδοθῇ εἰς προνο- μήν.9 Πλοίου διαμνημονεύσας, καὶ σκηνὴν ὀνομάσας, ἔχε- ται πάλιν τῆς τοῦ Θεοῦ διεκβολῆς· καί φησιν, ὡς πρός γε τὴν τῶν Ἰουδαίων Συναγωγὴν, ἤτοι τὴν σκηνὴν, ὅτι Ἐῤῥάγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσε. Τῆς μὲν γὰρ Σιὼν τῆς πόλεως τῆς πλου- σίας οὐ διαῤῥαγήσεσθαι τὰ σχοινία φησὶν εἰς τὸν αἰῶνα χρόνον. Τεθεμελίωκε γὰρ, ὡς ἔφην, ἐπὶ πέ- τραν τὴν ἑαυτοῦ Ἐκκλησίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· ἐῤῥάγη δὲ ὥσπερ τὰ σχοινία τῆς Ἰουδαίων σκηνῆς, οὐ γὰρ ἴσχυσαν. Ὥσπερ δὲ ἀνέμου ῥαγδαίου καταχεομένου νηὸς συντείνεται τὰ ἱστία, καὶ χαλᾶται μὲν οὐδαμῶς οὐκ ἐφιέντος τοῦ πνεύματος, ὑπομένει δὲ τὴν ναυαγίαν· οὕτω, φησὶ, καὶ ὁ σὸς ἱστὸς κέκλιται, καὶ οὐ μὴ χαλάσῃ τὰ ἱστία. Οὐκοῦν ὡς ἐξ εἰκόνος τῶν ναυτιλλομένων τοῦ συμβεβηκότος τῇ τῶν Ἰουδαίων Συναγωγῇ ποιεῖται τὴν δήλωσιν. Ἀλλ' οὐδὲ σημεῖον ἀρεῖ, φησίν. Μενεῖ δὲ οὕτως ἕως οὗ παραδοθῇ εἰς προνομήν. Ἰδοὺ καὶ τούτῳ χρῆται παραδείγματι, πολυτρόπως ἡμῖν σημαίνων τὰ συμβεβηκότα αὐτοῖς. Ἔθος μὲν γὰρ τοῖς ἐν πολέμῳ νενικηκόσι ἐπαίρειν σημεῖον, ἤτοι τρόπαιον ὑψοῦν. Οἱ δέ γε ἡττώμενοι, σημεῖον οὐκ αἴρουσιν. Οὐκ ἀρεῖ τοίνυν, φησὶν, ση- μεῖον, τοῦτ' ἔστιν, οὐ περιγενήσεται τῶν ἐχθρῶν, ἀσθενήσει δὲ μᾶλλον, ἕως οὗ παραδοθῇ εἰς προνο- μήν. Σημαίνει δὲ διὰ τούτων ἁπάντων, ὅτι καὶ ὑπὸ πόδας κείσεται τοῦ Σατανᾶ, καὶ ναυαγίαν ὑπομενεῖ, καὶ οὐ περιέσται ποτὲ τῆς ἐκείνου δυστροπίας, καθάπερ ἀμέλει, καὶ οἱ τὴν ἀκατάσειστον οἰκοῦντες σκηνὴν, ἔσται δὲ μᾶλλον εἰς προνομὴν αὐτῷ. 9Τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσι, καὶ οὐ μὴ εἴπῃ· Κοπιῶ, ὁ λαὸς ὁ ἐνοικῶν ἐν αὐτοῖς· ἀφείθη γὰρ αὐτοῖς ἡ ἁμαρτία.9 Ἰουδαῖοι μὲν