Μάνην ἐπονομάζουσιν αὐτὸν καὶ ὅτι χειμάρρους ἐστίν,ὥστε ἀβρόχοις ἐμβαίνειν ποσίν, ἴσχει δέ ποτε καὶ δίπλεθρον πλάτος. καὶταῦτα μὲν περὶ τῶν παρ' Ὁμήρῳ Λοκρῶν. ἡ δὲ ἱστορία ἔχει καὶ Ἐπιζεφυρίους,1.427 ὡς ἐρρέθη, Λοκρούς, ἐξ ὧν εἰς Ἕλληνας ἦλθε παροιμία τὸ «ἀληθέστερα τῶνἐπὶ Σάγρᾳ» ἐπὶ τῶν ἀληθεστάτων μέν, οὐ πιστευομένων δέ. ποταμὸς δὲ τῆςἐκεῖ Λοκρίδος ἡ Σάγρα. καί φασι τοὺς τοιούτους Λοκροὺς πόλεμον μελετῶνταςπρὸς τοὺς πλησιοχώρους Κροτωνιάτας αἰτῆσαι συμμαχίαν τοὺς Λακεδαιμονίους·ὡς δὲ ἐκεῖνοι στρατὸν μὲν οὐκ ἔχειν ἔφασαν, διδόναι δ' αὐτοῖς τοὺς ∆ιοσκούρους,οἰωνισάμενοι τὸ κερτομηθὲν οἱ Λοκροί, ὥς φησι Παυσανίας, τήν τε ναῦνἀπέστρεψαν καὶ τῶν ∆ιοσκούρων ἐδεήθησαν συμπλεῖν αὐτοῖς. ὡς δ' ἐνίκησαναὐθημερόν, φησί, καὶ ἡ φήμη διηγγέλθη εἰς Σπάρτην, τὸ μὲν πρῶτον ἀπιστία ἦν·ἐπεὶ δ' εὑρέθη ἀληθῆ, ἐξέβη ἐκεῖθεν ἡ ῥηθεῖσα παροιμία. (ῃ. 536-45) ὍτιἘλεφήνωρ Χαλκωδοντιάδης, ἤτοι Χαλκώδοντος υἱός, μεγαθύμων ἀρχὸςἈβάντων τεσσαράκοντα νῆας εἶχεν. Ἄβαντας δὲ λέγει τοὺς ἐξ Εὐβοίας, ὡς ῥηθήσεται κατωτέρω. λέγει δὲ τὸν μὲν Ἐλεφήνορα ὄζον Ἄρηος, ὡς πολεμικὸν καὶ ἀρήϊον, τοὺς δὲ Ἄβαντας μένεα πνέοντας, ὃ καὶ ἐπὶ ἄλλων λέγει, καὶ θοοὺςδὲ καὶ αἰχμητὰς καὶ ὄπιθεν κομόωντας, ὅπερ ἴδιον ἦν κουρᾶς Εὐβοϊκῆς, ὡς καὶπερὶ τούτου μετ' ὀλίγα εἰρήσεται. Ἦσαν δὲ ὑπὸ τῷ Ἐλεφήνορι οἱ τὴν Εὔβοιαν ἔχοντες, Χαλκίδα τε Εἰρέτριάν τε πολυστάφυλόν τε Ἱστίαιαν Κήρινθόν τεἔφαλον ∆ίου τε αἰπὺ πτολίεθρον Κάρυστόν τε καὶ Στύρα. (ῃ. 536) Ὧν Εὔβοια μὲν ἀπὸ Εὐβοίας τῆς Ἀσωποῦ τὴν κλῆσιν ἔσχε, κατὰ δέ τινας ἀπὸ τῆς Ἰοῦς ὠνομάσθη, ἣν εἰς βοῦν ἐξαλλαγῆναι μυθεύονται. οὕτω γάρ, φασί, καὶβοὸς αὐλή, ἄντρον παράλιον, περί που τὴν τοιαύτην νῆσον, ὅπου τὴν Ἰὼτεκεῖν φασιν Ἔπαφον, ὥστε βούλονται οἱ οὕτω λέγοντες τῆς ἀποβοωθείσηςἸοῦς παρώνυμον εἶναι ταύτην τὴν Εὔβοιαν, περὶ ἧς καὶ ταῦτα ὁ Γεωγράφοςφησί· νῆσος Ἑλένη, τραχεῖα καὶ ἔρημος, παραμήκης, ὅσον στάδια ἑξήκοντατὸ μῆκος, ἧς ὁ ποιητὴς μέμνηται ἐν τῷ «νήσῳ δ' ἐν κραναῇ μίγη». μετὰ δὲ τὴνἙλένην ἡ Εὔβοια πρόκειται ὁμοίως στενὴ καὶ μακρά, ἣν τρόπον τινὰ μέρος τῆς Βοιωτίας πεποίηκεν ὁ Εὔριπος, στενὸς ὢν καὶ γεφύρᾳ συνεζευγμένος πρὸςαὐτὴν διπλέθρῳ. καὶ ὅρα γέφυραν ταύτην δίπλεθρον, ἧς καὶ προϊὼν μέμνηταιὁ Γεωγράφος εἰπών, ὅτι περὶ τὴν ῥηθεῖσαν δίπλεθρον γέφυραν πύργος ἑκατέρωθεν ἐφέστηκεν, ὁ μὲν ἐκ τῆς Χαλκίδος, ὁ δ' ἐκ τῆς Βοιωτίας. ὅτι δὲ πολλαὶ Εὔβοιαι, δῆλον ἐκ τῶν παλαιῶν, οἳ καὶ τόπον ἐν Σικελίᾳ καὶ ἐν Ἄργει καὶ ἐνΜακεδονίᾳ δὲ οὕτω κληθῆναί φασι. σημειοῦνται δὲ καὶ ὅτι Εὔβοιαν εἰπὼνοὐδέποτε παρωνύμως τοὺς ἀπ' αὐτῆς Εὐβοέας εἶπεν, ἀλλὰ Ἄβαντας, οἷον·»οἳ δ' Εὔβοιαν ἔχον μένεα πνέοντες Ἄβαντες» καὶ «τῷδ' ἅμα Ἄβαντες ἕποντο». φασὶ δὲ καὶ ἐξ Ἄβας τῆς Φωκικῆς εἱλκύσθαι τὴν τῶν Ἀβάντων1.428 κλῆσιν, ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται, ὅπου καὶ περὶ Εὐβοίας αὖθις καὶἈβάντων εἰρήσεται. Τὴν δὲ ῥηθεῖσαν Ἄβαν Ἡρόδοτος πληθυντικῶς Ἄβαλέγει· ἔνθα καὶ ἱερὸν Ἀπόλλωνος, φησί, πλούσιον. καὶ Σοφοκλῆς δὲ ὁμοίωςπληθύνει· παρ' ἐκείνῳ δὲ καὶ ὀξύνονται κατά τινα τῶν ἀντιγράφων αἱ Ἄβαι.Ἡ δὲ Εὔβοια ἐκλήθη ὡς ἀπὸ μέρους, φασί, ποτὲ καὶ Ὄχη. καλεῖται δὲ οὕτω τὸ μέγιστον ἐν αὐτῇ ὄρος τὸ κατὰ Κάρυστον, [ἧς ἡ ἐτυμολογία κατὰ τὸὄχα, ἵνα ᾖ ὥσπερ ὄχα τὸ ἐξόχως, οὕτω καὶ Ὄχη ἡ ἔξοχος ἐν τοῖς ἐκεῖ.]ἱστοροῦνται δὲ Εὐβοῗται ποταμοὶ Κιρεὺς καὶ Νηλεύς, ὧν ἀφ' οὗ μὲν τὰπίνοντα πρόβατα λευκὰ γίνονται, ἀφ' οὗ δέ, ὡς ὁ Γεωγράφος καὶ τοῦτό φησι,μέλανα, ὁποῖόν τι καὶ περὶ τὸν Κρᾶθιν συμβαίνει. (ῃ. 537) Ἡ δὲ Χαλκὶςἐλέγετο, φασί, πρότερον Εὔβοια· ἐκλήθη δὲ Χαλκὶς ἀπὸ θυγατρὸς Ἀσωποῦ Κόμβης τῆς καὶ Χαλκίδος· τινὲς δὲ διὰ τὸ χαλκεῖα πρῶτον παρὰ τοῖς ἐκεῖὀφθῆναι. ἐκαλεῖτο δέ, φασί, τὸ παλαιὸν καὶ Στύμφηλος, ὁμωνύμως τῇ Ἀρκαδικῇ. ὁ πολίτης αὐτῆς Χαλκιδεύς. ταύτης ἄποικοι καὶ ἕτεροι μὲν καὶ