271
καὶ εὖ ποιεῖν καὶ τοὐναντίον κύριος ἦν· καὶ πάνθ' ὁμοίως πρὸς Καντακουζηνὸν τὸν βασιλέα, ἕως ἔτι μέγας ἦν δομέστικος, ἡμιλλᾶτο πάντα ὑπ' ἐκείνου ἄγεσθαι βουλόμενος. συνιδὼν δὲ, ὡς ἐπαχθὴς τοῖς εὐγενεστέροις ἡ ἐκείνου ἔσεται ἀρχὴ, καὶ δείσας, μή τι διὰ ταύτην ὑπ' ἐκείνων ἐπιβουλευθῇ, ἔγνω δεῖν πάντας διαφθείρειν, ὡς, εἰ τῆς φαύλης τύχης ὑπολειφθεῖεν μόνοι, ῥᾳδίως αὐτῷ πρὸς ἅπαν εἴξοντες τὸ προσταττόμενον οὐκ ἀνοήτως οἰηθείς. καὶ πρῶτον μὲν ἀπὸ τῶν καθ' αἷμα προσηκόντων καὶ μάλιστα γνησίων ἤρχετο Καντακουζηνῷ τῷ βασιλεῖ, ὕλης τε εὐπορῶν πρὸς τὰς διαβολὰς καὶ τῶν ἄλλων μᾶλλον ὡς δυνατωτέρους δεδοικώς. ἔπειτα δὲ καὶ τοὺς ἄλλους ἐφεξῆς μετῆλθε, μηδενὸς φεισάμενος, τὸ δοκεῖν μὲν, ὅτι ψήφῳ τῆς συγκλήτου βουλῆς καὶ βασιλίδος καὶ μάλιστα πατριάρχου τὰς τιμωρίας, οἷς ἂν ἐθελήσειεν, ἐπάγων, τῇ δ' ἀληθείᾳ, τὰ δοκοῦντα ἑαυτῷ ποιῶν. τὴν δὲ βασιλέως μητέρα Καντακουζηνοῦ, καὶ πρότερον ἐν δεσμωτηρίῳ κατακεκλεισμένην, μᾶλλον ἐκάκουν ἐξεπίτηδες καὶ οὐδὲν εἶδος λύπης ἀπέλιπον ἐπι 2.220 δεδειγμένοι πρὸς ἐκείνην. φύλακάς τε γὰρ ἐπέστησαν ἀνθρώπους ἀναιδεῖς καὶ τὸν τρόπον βαρβάρους, καὶ πᾶσαν ἐπιδείκνυσθαι προσέταττον πικρίαν πρὸς αὐτὴν καὶ πάντα ποιεῖν ἐφ' ὕβρει καὶ καταφρονήσει. τά τε ἀναγκαῖα πρὸς τροφὴν, καίτοι καὶ πρότερον ἐνδεῶς παρέχοντες, ἔτι μᾶλλον γλίσχρως ἐχορήγουν. εἰ δέ ποτε ἔδει καὶ ζωμόν τινα παρέχειν, φιλανθρωπευσαμένους δῆθεν, εἰδότες, ὡς πολυτελείᾳ ἐντραφείη καὶ τρυφῇ καὶ οὐδενὸς ἂν ἅψαιτο μεμολυσμένου, τὰς χεῖρας ἀνίπτους καθιέντες, διηρεύνων δῆθεν τὸν ζωμὸν, εἰ μή τοι ἔνδον κρύπτοιτο γράμματα παρὰ τοῦ υἱοῦ ἀπεσταλμένα, καίτοι γε αὐτοὶ τῶν προσαγομένων ὄντες μάγειροι. ἃ ὁρῶσα, μᾶλλον ᾑρεῖτο λιμῷ βιαίως ἀποθνήσκειν, ἢ τοιούτων γεύεσθαι. ἐν χειμῶνί τε σφοδροτάτῳ καὶ κρυμώδει οὐδεμίαν, οὔτ' ἐκ τῶν ἄλλων ἐπιτηδείων, οὔτε ἐκ πυρὸς παρείχοντο παραμυθίαν, καίτοι βασιλίδος μηδεμιᾶς κατὰ τὸ σῶμα θεραπείας κελευούσης ἀποστερεῖν. παρὰ πᾶσάν τε ἡμέραν οὐκ ἐνέλιπον οἱ φύλακες τὸν υἱὸν ἀσέμνως ὑβρίζειν ἐπ' αὐτῆς, καὶ ὡς ἀγγελίας δῆθεν πεπυσμένοι, ἀπήγγελλον, ποτὲ μὲν, ὡς συλληφθείη ὁ υἱὸς καὶ ἀτίμως ἄγοιτο περικείμενος κλοιά· ἄλλοτε δὲ, ὡς μάχης γενομένης, ἐπ' αὐτῆς ἀποκτανθείη καὶ ἄγοιτο ἡ κεφαλὴ, ἣν παραμυθίας ἕνεκα καὶ πρὸς αὐτὴν ἄγειν ὑπισχνοῦντο, καὶ ἕτερα ὠμότερα καὶ ἀπανθρωπότερα πολλῷ, ἐξ ὧν ἐκείνη τὴν καρδίαν ὑπερζέσασα καὶ κατατα 2.221 κεῖσα, πυρετοῖς ἐλήφθη σφοδροτάτοις. αἱ δὲ περὶ αὐτὴν γυναῖκες, πολλὰ τῶν ὠμοτάτων ἐκείνων ἀρχόντων δεηθεῖσαι, ὥστ' ἐπιτρέψαι ἰατρὸν πρὸς αὐτὴν εἰσαγαγεῖν καὶ προνοίας ἀξιῶσαι μικρᾶς τινος, οὐκ ἠδυνήθησαν πρὸς ἔλεον ἐκκαλέσασθαι τὰ σπλάγχνα τῶν ἀγνωμόνων ἐκείνων καὶ σπλάγχνα ἐσθίειν ἀνθρώπων εἰθισμένων ὁσημέραι. ἀλλ' ἀπεῖπον αὐτῇ πᾶσαν θεραπείαν, ὥσπερ αὐτοχειρίᾳ κατασφάττοντες. ἡ βασιλὶς δὲ ὑπό του πυθομένη, ὅτι νοσοίη ἡ τοῦ βασιλέως μήτηρ, καὶ ὡς οὐκ ἐπιτραπείη παρὰ τῶν ἀρχόντων καὶ τοῦ διδασκάλου τῆς οἰκουμένης καὶ μαθητοῦ τοῦ πρᾴου καὶ φιλανθρώπου ἰατρὸς πρὸς αὐτὴν εἰσελθεῖν, ὠνείδισε μὲν αὐτοῖς πικρῶς τὴν ὠμότητα καὶ τὴν ἀναλγησίαν· τὸν δὲ ἰατρὸν ἐκέλευεν, ὃς αὐτῇ πρὸς τὰς νόσους συνήθης ἦν, πρὸς ἐκείνην τε ἐλθεῖν καὶ προνοίας ἀξιῶσαι τῆς δεούσης. πατριάρχης δὲ καὶ ἡ λοιπὴ τῶν ἀγαθῶν ἐκείνων ἀνδρῶν φατρία τὸν ἰατρὸν παραλαβόντες, ὅρκους ἀπῄτουν, ὥστε ἐλθόντα πρὸς ἐκείνην, μηδὲν περὶ τῆς νόσου διατάξασθαι. τοῦ δὲ καὶ τὴν ἐπιδημίαν ἀπαγορεύοντος, εἰ μέλλοι μηδὲν ἐκ τῆς τέχνης ὠφελεῖν, ἠνάγκαζον αὐτοὶ τὰ κελευόμενα ποιεῖν, ἵν' αὐτοῖς τε ἡ ἐξαρχῆς ὠμότης διασώζοιτο καὶ μηδὲ βασιλίδος καταφρονεῖν δοκοῖεν, τὰ κεκελευσμένα μὴ ποιοῦντες. εἰ δ' ἰσχυρογνωμονοίη καὶ πρὸς ὠφέλειάν τι τῆς νοσούσης λέγοι, μὴ μέμφεσθαι αὐ 2.222 τοῖς, ὡς αὐτοῦ τῶν ἐσομένων κακῶν αἰτίου ἑαυτῷ παρεσομένου· δῆλος γὰρ ἤδη εἶναι ᾑρημένος τὰ Καντακουζηνοῦ. ὁ δὲ δείσας τὴν ἀπειλὴν, οὐδὲν γὰρ ἦν τὸ μέσον τοῦ τε ὑποπτευθῆναι καὶ τοῦ πάσχειν τὰ δεινότατα, πρότερον ἐπαγγειλάμενος μηδὲν