271
σύγκλυδας καὶ ἀόπλους τοὺς πλείονας οντας συνέσχον, χωρήσαντες δ' ἐπὶ Καρκίνους, παρ' οις τὴν λείαν ἐκεῖνοι ἀπετέθειντο, πράγματα εσχον. καὶ τέλος νυκτὸς ὑπ' αὐτομόλων ὑπερβάντες πῃ τοῦ τείχους ἐκινδύνευσαν ἀπολέσθαι διὰ σκότος, οὐχ ὡς ἀσελήνου τῆς νυκτὸς ουσης, ἀλλ' οτι σφοδρότατα ενιφεν· ἐκφανείσης δὲ τῆς σελήνης ἀθρόον ἐκράτησαν τοῦ χωρίου. Πολλὰ δὲ χρήματα τότε τῇ ̔Ρώμῃ ἐγένετο, ωστε καὶ ἀργυραῖς δραχμαῖς χρήσασθαι. Ειτα εἰς τὴν νῦν καλουμένην Καλαβρίαν ἐστράτευσαν, προφάσει μὲν οτι τὸν Πύρρον ὑπεδέξαντο καὶ τὴν συμμαχίδα κατέτρεχον, τῇ δ' ἀληθείᾳ οτι ἐβούλοντο οἰκειώσασθαι τὸ Βρεντέσιον, ὡς εὐλίμενον καὶ προσβολὴν καὶ κάταρσιν ἐκ τῆς ̓Ιλλυρίδος καὶ τῆς ̔Ελλάδος τοιαύτην εχον ωσθ' ὑπὸ τοῦ αὐτοῦ πνεύματος καὶ ἐξανάγεσθαί τινας καὶ καταίρειν. καὶ ειλον αὐτό, καὶ ἀποίκους επεμψαν εἰς αὐτό τε καὶ εἰς ετερα. ταῦτα δ' ἀνύοντες καὶ ἐπὶ μεῖζον αἰρόμενοι οὐχ ὑπερεφρόνουν, ἀλλὰ Κύιντον Φάβιον βουλευτὴν ̓Απολλωνιάταις τοῖς ἐν τῷ ̓Ιονίῳ κόλπῳ ἐξέδωκαν, οτι πρέσβεις αὐτῶν υβρισεν. οἱ δὲ λαβόντες αὐτὸν ἀπέπεμψαν οικαδε ἀπαθῆ. ̓Επὶ δὲ Κυΐντου Φαβίου καὶ Αἰμιλίου ὑπάτων πρὸς Οὐλσινίους ἐστράτευσαν ἐπ' ἐλευθερίᾳ αὐτῶν· ενσπονδοι γὰρ ησαν αὐτοῖς. οι ἀρχαιότατοι Τυρση2.194 νῶν οντες ἰσχύν τε περιεποιήσαντο καὶ τεῖχος κατεσκεύασαν ὀχυρώτατον, πολιτείᾳ τε εὐνομουμένῃ ἐκέχρηντο, καὶ δι' αὐτὰ πολεμοῦντές ποτε τοῖς ̔Ρωμαίοις ἐπὶ πλεῖστον ἀντέσχον. ὡς δ' ἐχειρώθησαν, αὐτοὶ μὲν ἐξώκειλαν εἰς ἁβρότητα, τὴν δὲ διοίκησιν τῆς πόλεως τοῖς οἰκέταις ἐπέτρεψαν, καὶ τὰς στρατείας δι' ἐκείνων ὡς τὸ πολὺ ἐποιοῦντο· καὶ τέλος ἐς τοῦτο προήγαγον σφᾶς ὡς καὶ δύναμιν τοὺς οἰκέτας καὶ φρόνημα εχειν καὶ ἐλευθερίας ἑαυτοὺς ἀξιοῦν. προϊόντος δὲ τοῦ χρόνου καὶ ετυχον ταύτης δι' ἑαυτῶν, καὶ τὰς σφῶν δεσποίνας ἠγάγοντο καὶ τοὺς δεσπότας διεδέχοντο, καὶ εἰς τὴν βουλὴν ἐνεγράφοντο καὶ τὰς ἀρχὰς ἐλάμβανον καὶ αὐτοὶ τὸ σύμπαν κῦρος ειχον, καὶ τά τε αλλα καὶ τὰς υβρεις τὰς ὑπὸ τῶν δεσποτῶν αὐτοῖς γινομένας ἰταμώτερον εἰς αὐτοὺς ἐκείνους ἀνταπεδείκνυντο. ουτ' ουν φέρειν σφᾶς οἱ ἀρχαῖοι πολῖται ουτε καθ' ἑαυτοὺς δεδυνημένοι ἀμύνασθαι, λάθρᾳ πρέσβεις εἰς τὴν ̔Ρώμην ἀπέστειλαν. οι καὶ δι' ἀπορρήτων νυκτὸς τὴν γερουσίαν εἰς ἰδιωτικὴν οἰκίαν ἐλθεῖν, ινα μηδὲν ἐξαγγελθῇ, παρεκάλεσαν· καὶ ετυχον. καὶ οἱ μὲν ὡς οὐδενὸς ἐπακούοντος ἐβουλεύοντο, Σαυνίτης δέ τις παρὰ τῷ κυρίῳ τῆς οἰκίας ἐπιξενούμενος καὶ νοσῶν ελαθε κατὰ χώραν μείνας, καὶ εμαθεν α ἐψηφίσαντο καὶ ἐμήνυσε τοῖς τὴν αἰτίαν εχουσι. κἀκεῖνοι τοὺς πρέσβεις ἐπανιόντας κατέσχον καὶ ἐβασάνισαν· καὶ μαθόντες τὰ δρώμενα αὐτούς τε ἀπέκτειναν καὶ τῶν αλλων τοὺς πρώτους. δι' ουν ταῦθ' οἱ ̔Ρωμαῖοι τὸν Φάβιον ἐπ' αὐτοὺς εστειλαν. καὶ ος τούς τε ἀπαντήσαντας αὐτῷ ἐξ ἐκείνων ἐτρέψατο καὶ πολλοὺς ἐν τῇ φυγῇ φθείρας κατέκλεισε τοὺς λοιποὺς εἰς τὸ τεῖχος, καὶ προσέβαλε τῇ πόλει. καὶ ὁ μὲν ἐνταῦθα 2.195 τρωθεὶς ἀπέθανε, θαρσήσαντες δ' ἐπὶ τούτῳ ἐπεξῆλθον. καὶ ἡττηθέντες αυθις ἀνεχώρησαν καὶ ἐπολιορκοῦντο· καὶ εἰς ἀνάγκην λιμοῦ ἐμπεσόντες παρέδωκαν ἑαυτούς. ὁ δὲ υπατος τοὺς μὲν ἀφελομένους τὰς τῶν κυρίων τιμὰς αἰκισάμενος εκτεινε καὶ τὴν πόλιν κατέσκαψε, τοὺς δὲ αὐθιγενεῖς, καὶ ει τινες τῶν οἰκετῶν χρηστοὶ περὶ τοὺς δεσπότας ἐγένοντο, ἐν ἑτέρῳ κατῴκισε τόπῳ. ̓Εντεῦθεν ηρξαντο οἱ ̔Ρωμαῖοι διαποντίων ἀγώνων· ναυτικῶν γὰρ ουτι πάνυ πεπείραντο· θαλαττουργοὶ δὲ γενόμενοι καὶ ἐπὶ τὰς νήσους τάς τε αλλας ἠπείρους ἐπεραιώθησαν. Καρχηδονίοις δὲ πρώτοις ἐπολέμησαν, οὐδὲν αὐτῶν ουσιν ηττοσιν ουτε πλούτῳ ουτε ἀρετῇ χώρας, καὶ ἠσκημένοις τὰ ναυτικὰ πρὸς ἀκρίβειαν, καὶ παρεσκευασμένοις ἱππικαῖς τε δυνάμεσι καὶ πεζαῖς καὶ ἐλέφασι, καὶ αρχουσι Λιβύων, τήν τε Σαρδὼ καὶ τῆς Σικελίας τὰ πλείω κατέχουσιν· οθεν καὶ τὴν ̓Ιταλίαν χειρώσασθαι δι' ἐλπίδων πεποίηντο. τά τε γὰρ αλλα σφᾶς φρονηματίζεσθαι επειθον, καὶ τῷ αὐτονόμῳ λίαν ἐτύγχανον ἐπαιρόμενοι, τὸν γὰρ βασιλέα ἑαυτοῖς κλῆσιν ἐτησίου ἀρχῆς, ἀλλ' οὐκ ἐπὶ χρονίῳ