271
νέοι. Κόχλω. τὸ γυρίζω. ἐξ ου καὶ κοχλίας. τὸ δὲ κοχλίας παρὰ τὸ ὀλῶ, τὸ συστρέφω. γίνεται ὀλίας, καὶ πλεονασμῷ τοῦ ˉκˉχ κοχλίας. Κοβαλεύω. λῃστεύω. πανουργεύω. Κομιστέον. δεῖ κομίζειν. Κορυβαντιῶν. μέγα κτυπῶν. η ὀρχούμενος. η μαινόμενος. Κοινωνείτω. μεταδιδότω. ̓Απόστολος· κοινωkappa.1248 νείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν. ( ̓Επίῤῥημα.) Κομιδῆ. ἀντὶ τοῦ λίαν η παντελῶς. Κοσμίωσ. σεμνῶς. Κολαφιστικῶσ. κολάφισμά ἐστι κοίλης ἁφῆς πληγὴ κατὰ τοῦ τραχήλου γινομένη λεληθότως, καὶ ψόφον ἐμποιοῦσα. Τὸ Κ μετὰ τοῦ Ρ. ( ̓Αρσενικόν.) Κρατύσ. ἀπὸ τοῦ κράτος, κρατὺς, ὡς πλάτος, πλατύς. Κραδοφάγοσ. συκοφάγος. κράδη γὰρ ἡ συκῆ. διὰ τὸ συνεχῶς κραδαίνεσθαι. Κράνειοσ. καρπός. Κραιπνόσ. ὁ ταχύς. ἀπὸ τοῦ κάπω, τὸ πνέω, οθεν καὶ κάπος, τὸ πνεῦμα, καὶ καπνὸς, τὸ ἐκ ξύλων καυθέντων ἀναπνεόμενον πνεῦμα. τοῦτο kappa.1249 κατὰ πλεονασμὸν τοῦ ρ καρπνὸς καὶ καθ' ὑπερβιβασμὸν καὶ πλεονασμὸν τοῦ ι κραιπνός. ουτω Φίλων. Κρείων. ὁ βασιλεύς. Κρείσσων. ὁ βελτίων. ὡς ἀπὸ τοῦ τάχα γίνεται ταχίων, καὶ ὁ τρίτος τύπος θάσσων, ουτως καὶ παρὰ τὸ κρατὺς γίνεται κρατίων, καὶ ὁ τρίτος τύπος κράσσων, καὶ τροπῇ τοῦ ˉα εἰς ˉε κρέσσων, καὶ πλεονασμῷ τοῦ ˉι κρείσσων. οὐδέποτε γὰρ πρὸ τῶν δύο ςσ εὑρίσκεται δίφθογγον, οιον φρίσσω, ἀΐσσω, πλὴν τοῦ κρείσσων, καὶ τοῦ ῥήματος τοῦ ἐξ αὐτοῦ γινομένου. χωρὶς καὶ τοῦ γλαύσσω, τὸ φωτίζω. Κρητήρ. ὁ κρατήρ. Κνημνόσ. παρὰ τὸ κρεμῶ κρεμὸς, καὶ τροπῇ τοῦ ˉε εἰς ˉη καὶ πλεονασμῷ τοῦ ˉν κρημνός. η παρὰ τὸ κάρα καὶ τὸ νεύω κάρανος καὶ κρημνὸς, ὁ ἐπὶ κάρα νεύων. κριμνὸς δὲ, ἡ κριθὴ, ι. Κρίβανοσ. ἡ κάμινος, ενθα ωπτουν τοὺς αρτους. παρὰ τὸ κρῖ καὶ τὸ βαῦνος, ἡ κάμινος. Κρίκοσ. τὸ κρικέλλιον. παρὰ τὸ κλείω, ἀποβολῇ τοῦ ε κλίκος, ὁ πάντοθεν περικεκλεισμένος, καὶ κρίκος, τοῦ ˉλ τραπέντος εἰς ˉρ. εστι δὲ καὶ κίρκος ἐν ὑπερθέσει. ὡς κραδία καρδία. Κριόσ. ωσπερ λέγεται κρείων, ὁ βασιλεὺς, ουτως καὶ κριὸς, ὁ ἐξέχων τῆς ποίμνης. ὁ δὲ ̔Ηρωkappa.1250 διανὸς φησὶ παρὰ τὸ κεκρίσθαι τὰς τρίχας· διαφέρουσι γὰρ αἱ τρίχες τοῦ κριοῦ τῶν αλλων. Κριτήσ. ἀπὸ τοῦ κρίνω, τὸ χωρίζω καὶ διακρίνω. ενθεν καὶ ἀκριτόμυθος, ὁ μὴ διακρίνων τὰ λεγόμενα. Κριμνόσ. ἡ κριθή. Κριτόσ. ὁ κατάκριτος, ὁ κρινόμενος καὶ πάσχων. Κριγμόσ. ὁ τῶν ἀποθνησκόντων τρισμὸς τοῖς ὀδοῦσι γινόμενος. Κροσσόσ. τὸ κράσπεδον. κρωσσὸς δὲ, ἡ ὑδρία η τι αγγος αλλο εἰς τὸ ἐπιχέαι υδωρ, μέγα. παρὰ τὸ κρῶ, τὸ ἐπιχέω. τοῦτο γέγονε παρὰ τὸ κερῶ, κατὰ συγκοπὴν κρῶ. Κροκωτόσ. ενδυμα ποικίλον. τὸν κροκωτὸν ἡ γαλῆ. Κρόκοσ. παρὰ τὸ ἐν τῷ κρύει εχειν τὴν αυξησιν. οἱονεὶ κρύσκιός τις ων. Κροκόδειλοσ. παρὰ τὸ δειλὸς καὶ τὸ κρόκος γίνεται κροκόδειλος. καὶ γὰρ ὁ χερσαῖος κροκόδειλος φοβεῖται τὸν κρόκον, οθεν καὶ οἱ μελιτουργοὶ, ἐπειδὰν ἀνέρχεται καὶ ἐσθίει τὸ μέλι, ἐπιτιθέασιν εξω κρόκον, ονπερ ὁρῶν φεύγει. ὁ δὲ θαλάσσιος, παρὰ τὸ δειλαίνεσθαι τὰς κρόκας, ο σημαίνει τοὺς αἰγιαλούς· οἱονεὶ ὁ περὶ τὴν γῆν δειλός. ὁ δὲ κροκόδειλος ζωΰφιόν kappa.1251 ἐστι μικρόν. γράφεται καὶ κρεκόδειλος κατὰ ἐναλλαγὴν τῶν στοιχείων. Κρόταφον. τὸν μήνιγγα λέγει. ὁ αμα τῇ κρούσει τὸν τάφον φέρων. η οτι τῆς κόρσης καὶ τῆς κεφαλῆς ἐστὶν ἁφή. κρόταφος δὲ κυρίως ἐπὶ τῶν ζώων τῶν κερατοφόρων, διὰ τὸ ἐξ αὐτῶν τῶν μερῶν φύεσθαι τὰ κέρατα· οἱονεὶ κερατοφόροι τινὲς οντες. η οτι κρούουσι τὴν ἁφὴν παλλόμενοι, οιον κρούταφοι. ὁ δὲ ̓Απολλόδωρος, οτι συγκεκρότηνται ἀμφοτέρωθεν. ὁ δὲ ̓Απίων, οτι τοῦ κροσσοῦ απτονται, τουτέστι τῆς κεφαλῆς. Κρῆτεσ. παρὰ τὸ ἐπὶ κρέασι βιοτεύειν· κυνηγετικοὶ γάρ. ὁ δὲ ̓Απολλόδωρος παρὰ τὸ ευ κεκρᾶσθαι τὸν περὶ τὴν νῆσον ἀέρα. Κρυεροῦ. φοβεροῦ. καὶ κρυόεντος, φοβεροῦ, ψυχροῦ. συμβαίνει γὰρ τοὺς φοβουμένους συγκρούειν τοὺς ὀδόντας. Κρυμόσ. αὐτὸ τὸ πάγος. παρὰ τὸ κρύπτω, κρυμμὸς, καὶ ἀποβολῇ τοῦ ˉμ κρυμός. ἐν χειμερίῳ γὰρ καιρῷ ἐπικρυπτόμεθα. Κρυψίνουσ. πανοῦργος, δόλιος. Κρύσταλλοσ. τὸ πεπηγὸς υδωρ. Κρουνόσ. εστι ῥῆμα κρῶ μονοσύλλαβον, πλεοkappa.1252 νασμῷ τοῦ ˉυ κρούω, οπερ γίνεται ἀπὸ τοῦ κεkappa.1252 ρῶ, κρῶ. ἐκ τούτου γίνεται κρονὸς