271
δυνηθεῖεν κόλασιν. Οὐ τὸ παθεῖν τι τῶν τραχυτέρων δεινὸν, ἀλλὰ τὸ δικαίως παθεῖν. Οὐκ ἀμυνόμενος, ἀλλὰ ἰατρικῶς, καὶ πρὸς ὑγείαν ψυχῆς, ἐπάγει τὰς θλίψεις ὁ Θεός. Ὁ δημιουργήσας τὸν κόσμον Θεὸς, προνοούμενος αὐτοῦ πάντα πρὸς λυσιτέλειαν ποιεῖ, κἂν ἤδη σκυθρωπὰ τὰ ἐπιφερόμενα τυγχάνῃ. 96.321 Εἰ καὶ πικρὰ, καὶ ἐπίπονος ἡ ὀργὴ τοῦ Θεοῦ, ἀλλά γε θεραπευτικὴ οὖσα, εἰς ἀγαθὸν τοὺς πειρασθέντας αὐτῆς ἀναβιβάζει. Ὅντινα βούλεται σῶσαι ὁ Θεὸς, φοβήσει αὐτὸν, τινάξει αὐτὸν ποικίλως, λυπήσει αὐτὸν, ὅπως μὴ ἔχοι καιρὸν διεγείρεσθαι πρὸς ὑπερηφανίαν, καὶ τοῖς ἑτέρων πάθεσιν ἄνθρωποι διδάσκωνται σωφρονεῖν. Μακαρία φύσις, ἡ ἐπὶ παντὶ χαίρουσα, καὶ μηδενὶ δυσαρεστοῦσα τὸ παράπαν, ἀλλ' εὐαρεστοῦσα τοῖς γενομένοις, ὡς καλῶς καὶ συμφερόντως γενομένοις.
ΤΙΤΛ. Λ∆ʹ. -Περὶ παιδείας Θεοῦ, καὶ μὴ δεχομένων αὐτήν· καὶ ὅτι οἱ μὴ σωφρονιζόμενοι ἐνταῦθα, τῇ αἰωνίᾳ κολάσει παραπέμπονται.
«Ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ, καὶ ἐν ἀνεμοφθορίᾳ, καὶ ἐν χαλάζῃ, πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει Κύριος.» «Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν. Ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν. Συνετέλεσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι.» «Μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν, παιδείαν οὐκ ἐδέξασθε.» Μὴ ποίει τὰ τῶν ἀνοήτων παίδων, ἄνθρωπε, οἱ παρὰ διδασκάλων ἐπιτιμηθέντες, δέλτους ἐκείνων καταῤῥηγνύουσι· πατρὸς δὲ δι' ὠφέλειαν τὴν τροφὴν ὑπερτιθεμένου, τὴν ἐσθῆτα κατασπαράσσουσιν, ἢ τὸ τῆς μητρὸς πρόσωπον καταξαίνουσιν. Οὐδεὶς ἀθυμῶν στεφανοῦται· οὐδεὶς στυγνάζων, τρόπαιον ἵστησιν. Μὴ σκυθρωπάσῃς θεραπευόμενος· ἄτοπον μὴ χαίρειν ἐπὶ ὑγείᾳ ψυχῆς. Οὐ πληγῆναι χαλεπὸν, ἀλλὰ μὴ σωφρονίζεσθαι τῇ πληγῇ χαλεπώτερον. Τὸ μηδὲν τοὺς ἁμαρτάνοντας ἐνταῦθα παθεῖν, ἐφόδιον γίνεται μείζονος τῆς ἐκεῖσε τιμωρίας. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Νῦν δὲ κρινόμενοι ὑπὸ Κυρίου, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Τὰ μὲν γὰρ ἐνταῦθα, νουθεσίας· τὰ δὲ ἐκεῖσε, τιμωρίας ἐστίν. Οἱ πολλὰ πταίοντες, καὶ μὴ κολαζόμενοι, φοβεῖσθαι, καὶ δεδοικέναι ὀφείλουσιν. Αὔξεται γὰρ αὐτοῖς τὰ τῆς τιμωρίας διὰ τῆς ἀτιμωρησίας. Ὅταν εὐημερίας ἀπολαύωμεν ἐν πονηρίᾳ ζῶντες, τότε μάλιστα ἀλγῶμεν. Ἀεὶ μὲν γὰρ ἁμαρτάνοντες δεδοικέναι χρὴ, καὶ μάλιστα δὲ ὅταν μηδὲν πάσχωμεν δεινόν. Ὅτε μὲν γὰρ κατὰ μέρος ἀπαιτεῖ τὰς τιμωρίας ὁ Θεὸς, κούφην ἡμῖν ποιεῖ τὴν ὑπὲρ τούτων ἔκτισιν. Οἱ τελείως δυσκάθαρτοι, εὔξασθε ἂν κολασθῆναι μᾶλλον, ἢ ἀφεθῆναι. Ἡ μὲν γὰρ ἄφεσις αὐτοὺς, ὥσπερ ἀνερμάτιστα πλοῖα, ῥᾷστα ἀνατρέψει, ἡ δὲ κόλασις ἐπανορθώσεται. Ἱκετεύωμεν οὖν τὸν Θεὸν, οἱ συνειδήσει τῶν οἰκείων ἁμαρτημάτων ἐλεγχόμενοι, κολάσαι μᾶλλον ἡμᾶς, ἢ παρεῖναι.
ΤΙΤΛ. ΛΕʹ. -Περὶ παιδείας Θεοῦ, κατὰ δοκιμὴν, καὶ πεῖραν γενομένης.
«Ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραὰμ, καὶ εἶπεν αὐτῷ· Ἀβραὰμ, Ἀβραάμ. Καὶ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπεν· Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκαι αὐτὸν εἰς ὁλοκάρπωσιν ἐφ' ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω.» «Μνήσθητι πᾶσαν τὴν ὁδὸν, ἣν ἤγαγέ σε Κύριος ὁ Θεός σου ἐν τῇ ἐρήμῳ, ὅπως ἂν κακώσῃ σε, καὶ πειράσῃ σε, καὶ διαγνῷ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξῃ τὰς ἐντολὰς αὐτοῦ, ἢ οὔ. Καὶ ἐκάκωσέν σε, καὶ ἐλιμαγχόνησέν σε, καὶ ἐψώμισέν σε τὸ μάννα, ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα ἀναγγείλῃ σοι, ὅτι οὐκ ἐπὶ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος αὐτοῦ ζήσεται ἄνθρωπος.» «Πειράζει Κύριος ὁ Θεὸς ὑμᾶς, εἰδέναι εἰ ἀγαπᾶτε Κύριον τὸν Θεόν.» «Μὴ ἀποποιοῦμαι τὸ κρῖμα; Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος;» «Ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον. Εἰσήγαγεν ἡμᾶς εἰς τὴν