271
ὑμῶν, Θεοῦ τὸ δῶρον." Καὶ ἑτέρωθι· "Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰη σοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγὼ, ἀλλ' ἐλεήθην." Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς, ὅτι ἔτι ἁμαρτωλῶν ἡμῶν ὄντων Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθα νεν. Εἰκότως τοίνυν ὁ προφητικὸς ἔφη λόγος, ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς. "Καὶ ἡ ἀλή θεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα." Ἣν γὰρ διὰ τῶν ἁγίων προφητῶν ὑπέσχετο, δέδωκε σωτηρίαν. Τοῦτο καὶ ὁ μακάριος ἔφη Παῦλος τῶν πρὸς Ῥωμαίους γραμμάτων ἀρξάμενος, "Παῦλος δοῦλος Ἰη σοῦ Χριστοῦ κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς 80.1809 Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προ φητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις." Καὶ πάλιν· "Λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγε λίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν." Ἐπειδὴ τοίνυν πεπλήρωκε τὰς ὑποσχέ σεις ὁ τῶν ὅλων Θεὸς, καὶ ἣν ὑπέσχετο, δέδωκε σω τηρίαν, καὶ ἠνέῳξεν ἅπασι τὰς τοῦ ἐλέους πηγὰς, καὶ ἡμεῖς οἱ ἐξ Ἰουδαίας προσελθόντες, καὶ ὑμεῖς οἱ ἐξ ἐθνῶν πεπιστευκότες, σύμφωνον ὑμνῳδίαν κε ράσαντες τὸν εὐεργέτην ἀμείψασθε.
ΕΡΜΗΝ. ΤΟΥ ΡΙΖʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ὕμνος καὶ οὗτός ἐστιν ὑπὸ τῶν τῆς σωτηρίας ἀπολελαυκότων
τῷ Θεῷ προσφερόμε νος. Ἰουδαῖοι μὲν γὰρ μετὰ τὴν ἐπάνοδον, τῶν πλη σιοχώρων ἁπάντων κατὰ ταυτὸν ἀθροισθέντων, φθονούντων αὐτοῖς τῆς προτέρας εὐημερίας, καὶ μέντοι καὶ ἔθνη ἕτερα καὶ βάρβαρα συναγειράντων, εἶτα θεηλάτοις ἀναλωθέντων πληγαῖς κατὰ τὴν Ἰωὴλ, καὶ Ἰεζεκιὴλ, καὶ Μιχαίου, καὶ Ζαχαρίου προφητείαν, τοῦτον τὸν ὕμνον χαριστήριον προσφέ ρουσι τῷ Θεῷ. Ἐπειδὴ δὲ ἐν ἐκείνοις προεγράφετο τὰ ἡμέτερα, μᾶλλον ἁρμόττει τοῖς ἐξ ἐθνῶν πεπι στευκόσιν ἡ ὑμνῳδία· οἳ παρὰ πολλῶν καὶ ἀρχόντων καὶ ἀρχομένων, δήμων καὶ δημαγωγῶν, καὶ βασι λέων καὶ στρατηγῶν, διωχθέντες, καὶ στρεβλω θέντες, καὶ αἰκισθέντες, καὶ μυρία θανάτου ὑπο μείναντες εἴδη, κρείττους τῶν πολεμούντων ἐδεί χθησαν. Καὶ τούτοις μέντοι κἀκείνοις ἡ τοῦ πνεύ ματος χάρις τὴν τῆς ὑμνῳδίας διδασκαλίαν προ τέθεικεν. αʹ. "Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Ὑμνήσατε τὸν ἀγα θὸν, καὶ τῶν ἀγαθῶν τὸν χορηγόν. ∆ιαρκῆ γὰρ ἔχει τὸν ἔλεον, καὶ τοῦτον ἀεὶ χορηγεῖ τοῖς δεομένοις. βʹ, γʹ. "Εἰπάτω δὲ οἶκος Ἰσραὴλ, ὅτι ἀγα θὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτω δὲ οἶκος Ἀαρὼν, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Τούτων κατὰ διαίρεσιν μνημονεύ σας, τῶν ἐξ ἐθνῶν πεπιστευκότων κοινὴν ποιεῖται τὴν μνήμην. δʹ. "Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Ἅπαντες, φησὶ, τοῦ Θεοῦ φιλανθρωπίαν ὑμνήσατε, καὶ οἱ ἐξ Ἰσραὴλ τὸ γένος κατάγοντες, καὶ τὴν προγονικὴν αὐχοῦντες εὐσέβειαν, καὶ οἱ ἐν αὐτοῖς τῆς ἱερωσύνης ἠξιωμένοι, καὶ οἱ ἐκ διαφό ρων μὲν ὄντες ἐθνῶν, τῆς δὲ τῶν προγόνων ἀσεβείας 80.1812 ἀπαλλαγέντες. Εἷς γὰρ ὁ πάντων Θεὸς, καὶ δια φόρους πᾶσιν εὐεργεσίας προσφέρει, καὶ τοῖς αἰτοῦσιν ὀρέγει τὸν ἔλεον. Εἶτα σαφέστερον τοῦ Θεοῦ διδάσκει τὴν πρόνοιαν. εʹ. "Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν." Οὐ γὰρ ἐκώλυσε τὴν τῶν κακῶν προσβολὴν, ἀλλ' ἔδειξε τοὺς κινδύνους, καὶ παραυτίκα τούτους ἐσκέδασε. Τοῦτο καὶ ἐν τῷ τε τάρτῳ ἔφη ψαλμῷ, Ἐν θλίψει ἐπλάτυνάς μοι, ἀντὶ τοῦ, Μείζονά μοι τῆς ὀδύνης παραψυχὴν προσενήνοχας. ʹ, ζʹ. "Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθή σομαι τί ποιήσει μοι ἄνθρωπος. Κύριος ἐμοὶ βοηθὸς, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου." Τὸν γὰρ τῶν ὅλων ∆εσπότην ἐπίκουρον ἔχων, οὐ δέδια τῶν πολε μίων τὰς προσβολάς. Ἐλπίζω γὰρ, τῆς παρ' αὐτοῦ ῥοπῆς ἀπολαύων, τὸν ὄλεθρον τούτων ἰδεῖν ὅτι τάχιστα. Εἶτα τοῖς ἀγαθοῖς λογισμοῖς βεβαιοῖ τὴν γνώμην τὴν εὐσεβῆ. ηʹ, θʹ. "Ἀγαθὸν πεποιθέναι