271
τῶν ἀγνοουμένων δήλωσις. Ταῦτα ὡς ἴνδαλμά τι σχέδιον τῆς ἀσκήσεως· ἐπὶ δὲ τῆς ὁμολογίας πόσοι καὶ ἡλίκοι; θέατρον ἐγενήθη καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ὢ τῆς εὐθύμου καὶ θεοφιλοῦς καρδίας· εἰσῆλθεν εἰς τὸ στάδιον ὡς Χριστοῦ στρατιώτης, ἀδείλαντος, ἀτρέμας· ἐντεῦθεν καὶ ἐντεῦθεν οἱ ὑπηρέται τοῦ σκότους κατέξαναν ταῖς πληγαῖς νῶτα, στέρνα, βραχίονας, ἐξέχεαν αἵματα, ὑπέτεμον σάρκας, εἴασαν εἰς γῆν ἐρριμμένον τὸν ἅγιον, μὴ προέμενον ῥῆμα ἀριστερὸν τὸ καθόλου, ἀλλὰ θεοτελῆ τὴν μαρτυρίαν ποιούμενον, καὶ ταῦτα ὑπὲρ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ θεοῦ ἡμῶν· τὸ γὰρ περὶ τῆς ἁγίας αὐτοῦ εἰκόνος ἐναθλεῖν ὑπὲρ αὐτοῦ ἐκείνου ἐστὶ μαρτυρεῖν. ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν, χορευσάτωσαν φιλομάρτυρες καὶ γεγηθέτωσαν· αἰσχυνέσθω διάβολος, πιπτέτω εἰκονομάχων στῖφος. ἐκ τῶν ἔργων ἀμφοτέρων θεοκελεύστως ἐπιγνώσατε ἀμφοτέρους· οἱ μὲν γὰρ οὐ τόνδε μόνον, ἀλλὰ γὰρ καὶ πολλοὺς τῶν ἡμετέρων καὶ οὐχ ἡμετέρων, ἡμετέρων δ' οὖν ὅμως (ἐπειδὴ οἱ πάντες ἓν σῶμα ἐν Χριστῷ Ἰησοῦ, ὃς κεφαλὴ πάντων) ὡσαύτως ᾐκίσαντο, ἔκτειναν, ἐλιμαγχονήσαντο καὶ ὅσα ἄλλα τούτοις ἑπόμενα· ὁ δέ, ἀπὸ τῶν δυσφορωτάτων ἐκείνων πληγῶν παραλυθεὶς καὶ ἐξαρθρωθείς, καὶ χειρουργεῖται ἀνίαις δριμείαις τὸ σῶμα καὶ ἔκτοτε μέχρι τέλους ἐντεῦθεν διαλελυμένος ὡς καθ' ἡμέραν ἀποθνήσκων διετέλει, καί γε ἐν εὐχαριστίᾳ, καί γε ἐν ταπεινοφροσύνῃ. εἰ δέ, ὡς σὺ φῆς, καὶ τὸν θάνατον αὐτοῦ προηγόρευσε, καὶ τοῦτο ἀκόλουθον τῶν ἄθλων. ἐπειδὴ δὲ προεῖπας καὶ πολυάνθρωπον συνδρομὴν γενέσθαι τῆς κηδείας καί γε καὶ ἀπὸ τῶν περιφανῶν κατ' ἀμφότερα, ἔτι μαρτύριον τοῦ λόγου· οὐ γὰρ ἂν εἰς ἄνθρωπον ἀφανῆ τὸ κατὰ σάρκα, εἰ μὴ θεοῦ νεῦσις, ἡ τοιαύτη συνάθροισις ἐγεγόνει. Ἐκεῖνος μὲν οὖν μετέβη πρὸς οὐρανὸν καὶ προσετέθη τοῖς συνάθλοις, καὶ ηὔξησεν ὁ χορὸς τῶν ἀπ' αἰῶνος ὁμολογητῶν καὶ μαρτύρων, ἐφ' ᾧ χαρὰ ἐν οὐρανῷ καὶ θυμηδία· οὗ ταῖς εὐχαῖς σωθείημεν, ἀδελφοί, εὕροιτε δὲ μισθαποδοσίαν ἀξίαν τῆς ὁσίας ἐξυπηρετήσεως αὐτοῦ. εὐλογημένοι δὲ καὶ οἱ συναγερθέντες ὡς ἀληθῶς εὐσεβεῖς, ὡς ἀληθῶς φιλομάρτυρες· ὧν ἡ μερὶς μεθ' οὗ ἐξεκομίσαντο εἶεν. περὶ τοῦ τιμίου αὐτοῦ λειψάνου, ὡς γέγραφα περὶ κανόνος, εἰ εὐδοκεῖ Κύριος, ποιήσω. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ· καὶ γὰρ πᾶσι τοῖς ἀδελφοῖς ἀναγνωστέον. ἀσπάζεται ὑμᾶς ὁ κύριος ὁ ἀρχιεπίσκοπος, ὁ πρωτοπρεσβύτερος, ὁ οἰκονόμος καὶ οἱ λοιποὶ ἀδελφοί. ὁ Κύριος μεθ' ὑμῶν. ἀμήν. 442 {1Πέτρῳ Νικαίασ}1 Αὕτη ἡ παρ' ἡμῶν συμβουλὴ πρὸς τὴν ἐρώτησιν τοῦ κυρίου ἡγουμένου, ἵνα μέχρι τῶν Ἁγίων Ἀποστόλων καὶ λυθῶσι πάντες τοῦ ἐπιτιμίου, μετέχοντες τῶν ἁγιασμάτων, οὐ μέντοι ἐνεργεῖν τοὺς ἱερεῖς τὰ τῆς ἱερωσύνης ἕως ἐλεύσεως ὀρθοδόξου συνόδου, ἐν ᾗ πᾶσα λύσις καὶ πᾶσα θυμηδία. κοινῶς δὲ πάντες ὡς κοινοὶ μοναχοί, εἴτε ἱερωμένοι εἴτε μή, εὐλογείτωσαν καὶ εὐλογείσθωσαν, εὐχέσθωσαν καὶ εὐχὰς λαμβανέτωσαν. ἐπειδὴ δὲ ἀναγκαῖον καὶ λειτουργίαν θείαν ἐπιτελεῖσθαι, ἵνα χειροτονηθῇ καὶ πρεσβύτερος καὶ διάκονος, ἀναπληροῦντες τὸν τόπον τῶν εἰργομένων, ὧν οὐχὶ φθόνος, ἀλλ' εὐχαριστία γνωριζέσθω, ἐπείπερ ἀλλήλων τὰ βάρη βαστάζειν ἀποστολικῶς διατετάγμεθα, ἤδη τούτου προδιομολογουμένου ὑπὸ πάντων, τὸ εἰ παραχωρήσοι θεὸς κατὰ τὰ ἀθεώρητα αὐτοῦ κρίματα τῆς δικαιοσύνης πάλιν διωγμὸν ἀναφθῆναι, πάντα ἑλέσθαι μέχρι θανάτου ἢ τὴν ἀλήθειαν προδοῦναι. Οὕτως ἡμεῖς οἱ ταπεινοὶ φρονοῦμεν, ἐπεὶ καὶ πᾶσιν ἀποκρινόμεθα· ὡς δὲ δοκεῖ τῇ πατρικῇ σου ἁγιωσύνῃ, εἴη ἂν πάντως τὸ εὐκριτώτερον. 443 {1∆ημητρίῳ ὑπάτῳ}1 Μικροῦ καὶ πρότερον διὰ τοῦ γράμματος ἀπελογησάμεθα ὡς πολλὴ καὶ ὑπὲρ τὴν ἀξίαν ἡμῶν ἡ πίστις σου, δέσποτα, ἥ τε τιμὴ καὶ ἡ ἀγάπησις. ἡμεῖς δὲ οὐχ οὕτως ἐσμέν, καθὰ ὑπολαμβάνετε, ἀλλ' ἁμαρτωλοί, εἰς οὐδὲν ὄφελος οὔτε ὑμῖν, οὔτε μὴν ἄλλοις ὑπάρχοντες. εἴη δὲ ὑμῖν κατὰ τὴν πεποίθησιν ὁ μισθὸς καὶ ὁ ἔλεος παρὰ Κυρίου σὺν τῇ κυρίᾳ ὑπατίσσῃ καὶ τοῖς εὐγενέσιν ὑμῶν κλάδοις· ὧν καὶ τὰς