Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
γὰρ, καίτοι τὸ ὀρθοποδεῖν δύνασθαι λαχόντες ἀπό γε τῆς ἐν νόμῳ παιδαγωγίας, εἰς προ- 70.740 νομὴν δέδονται τῷ Σατανᾷ. Οἱ δέ γε ἐξ ἐθνῶν, καίτοι χωλεύουσαν ἔχοντες τὴν διάνοιαν, ἐπεπλάνηντο γὰρ καὶ ὀρθὰς ἰέναι τρίβους οὐκ ᾔδεσαν, ποιήσουσι προ- νομήν. Κερδανοῦσι γὰρ τὰ παρὰ Θεοῦ, νικῶντες τὸν Σατανᾶν. Ὅτι δὲ καὶ τὸ τῆς ἁμαρτίας δυσαχθὲς φορ-τίον ἀποπεμψάμενοι, πνευματικὴν ἕξουσι τὴν ἀνάπαυ- σιν διατρανοῖ λέγων· Οὐ μὴ εἴπῃ, Κοπιῶ, ὁ λαὸς ὁ ἐνοικῶν ἐν αὐτοῖς· ἀφείθη γὰρ αὐτοῖς ἡ ἁμαρτία. Οἱ μὲν γὰρ ἐξ αἵματος Ἰσραὴλ, ἅτε δὴ καὶ ἐπηρμένης αὐτοῖς τῆς ἁμαρτίας· προσήκατο γὰρ οὐδαμῶς τὴν δικαιοῦσαν χάριν, εἰκότως δέδονται προνομὴ, καὶ οἷον αἰχμάλωτοι τῷ τῆς ἁμαρτίας εὑρέτῃ. Οἱ δὲ ἀμεί- νους γεγονότες τοῦ κατηγορεῖσθαι διὰ τὴν ἁμαρτίαν, ἀφῄρηται γὰρ Χριστοῦ διασμήχοντος, ἁπάσης εἴσω γενήσονται θυμηδίας, ἀπαλλαχθήσονται δὲ καὶ κόπου παντὸς, ἀποπεμψάμενοι τὸ λυποῦν. Τούτων καὶ ὁ μα- κάριος ∆αβὶδ διαμέμνηται λέγων· "6Μακάριοι, ὧν ἀφείθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Μακάριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν."6 Καίτοι λέγοντος τοῦ πλημμελεῖν εἰωθότος, ὅτι "6Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ."6 ∆υσφόρητος δὲ καὶ ἄνομος [ρυμφρ. λεγιτ ὁ νόμος] ἦν. Καὶ γοῦν ἔφη Χριστός· "6∆εῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς."6 9Προσαγάγετε, ἔθνη, καὶ ἀκούσατε, ἄρχοντες. Ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐν αὐτῇ· ἡ οἰκουμένη, καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ. ∆ιότι ὁ θυμὸς Κυρίου ἐπὶ πάντα τὰ ἔθνη, καὶ ἡ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν, τοῦ ἀπολέσαι αὐτοὺς, καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν. Οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται; καὶ οἱ νεκροὶ, καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμὴ, καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν. Καὶ εἱλιχθήσεται ὁ οὐρανὸς ὡς βιβλίον, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου, καὶ ὡς πίπτει σῦκα ἀπὸ συκῆς. Ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ.9 Ναυαγίῳ περιπεσεῖν τὴν τῶν Ἰουδαίων Συναγωγὴν εὖ μάλα διειρηκὼς, καὶ ὅτι παραδοθήσεται τοῖς κα- ταδῃοῦσιν αὐτὴν εἰς προνομήν τε καὶ ἅλωσιν· καὶ τούτοις ἐπενεγκὼν τὴν τῶν ἐθνῶν κλῆσιν· Πολλοὶ γὰρ χωλοὶ, φησὶ, προνομὴν ποιήσουσιν· ἀναγκαίαν ποιεῖται τὴν κατήχησιν τοῖς ποτε μὲν χωλεύουσαν ἔχουσι τὴν διάνοιαν, μεμαθηκόσι δὲ τὸ ὀρθοποδεῖν διὰ πίστεως τῆς εἰς Χριστόν. ∆ιαμνημονεύει τοιγαρ- οῦν τῆς κατὰ πάντα ἐσομένης κρίσεως μικρῶν τε καὶ μεγάλων. Ταύτῃ τοι φησὶν ὡς ἔτι πόῤῥω καθ- εστηκόσι τοῖς ἔθνεσι· Προσαγάγετε, ἔθνη, καὶ ἀκού- σατε, ἄρχοντες. Τὸ δὲ, προσαγάγετε, τέθεικεν, ἀντὶ τοῦ, προσεγγίσατε. Ἕως μὲν γάρ εἰσιν ἐν τῷ πλα- νᾶσθαι τυχὸν, καὶ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, πόῤῥω που Θεοῦ καθεστήκασιν. Ἐξῃρη- μένης δὲ τῆς αἰτίας, ἐφ' ᾗ καὶ μακρὰν εἶναι λέγον- ται, προσοικειοῦνται Θεῷ, καὶ ἐγγὺς γενέσθαι νοοῦνται, μέτοχοι γεγονότες αὐτοῦ, διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος. Ἐγγίσατε τοίνυν, φησὶν, ἔθνη τε καὶ ἄρχοντες. Ἀκουσάτωσαν δὲ καὶ ἡ γῆ, καὶ οἱ ἐν αὐτῇ, 70.741 ἡ οἰκουμένη, καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ. Καὶ τί δὴ τὸ δη- λούμενον; Ἐπήρτηται γὰρ ὀργὴ, φησὶν, ἐπὶ πάντας τοὺς ἐν αὐτῇ, καὶ οὐχ ἁπλῶς ἢ ἀδιακρίτως· ἥξει δὲ μᾶλλον ἐπ' ἐκείνους, οἳ καὶ ἀναπόβλητον ἐσχήκασι τὴν ἁμαρτίαν, καὶ ταῖς ἑαυτῶν ψυχαῖς τὸν ἐκ τοῦ πλημμελεῖν ῥύπον ἐντετηγμένον. Ὅτι δὲ καὶ ἀπο- λοῦνται, καὶ οἷον εἰς ὄλεθρον καὶ σφαγὴν παραδοθή- σονται, καὶ καταμιανοῦσι τὸν πάντα χῶρον, ὡς ἐπὶ σωμάτων διολωλότων τὸ τοῦ λόγου διαπλάττει σχῆμα. Βραχήσεται γὰρ, φησὶ, τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐ- τῶν. Εἶτα τὸν τοῦδε καιρὸν ἐμφανῆ καθιστὰς, τὴν τοῦ κόσμου συντέλειαν εἰς μέσον ἄγει, καί φησιν, Εἱλιχθήσεται μὲν ὡς βιβλίον ὁ οὐρανὸς, ἐν ἴσῳ δὲ φύλλοις τὰ ἄστρα πεσεῖται. Ὡς γὰρ ὁ τοῦ Σωτῆρος εἴρηκε μαθητὴς περὶ τῆς ἐσχάτης ἡμέρας· "6Ὅτι ἐν αὐτῇ μὲν οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοι- χεῖα δὲ καυσούμενα λυθήσεται, γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται πάντα. Καινοὺς δὲ οὐρανοὺς, καὶ καινὴν γῆν κατὰ ἐπαγγέλματα