272
τῶν γινομένων μηνύσειν βασιλίδι, ἔπειτα πρὸς βασιλέως εἰσῄει τὴν μητέρα. μηδὲν δὲ δυνάμενος διὰ τὸ ἐκ τῶν ἀρχόντων δέος φθέγγεσθαι, τοὺς ἑπομένους φύλακας ὡς ἐνῆν διαλαθὼν, νεύματι ἐσήμαινε τὴν ἐν ἀγκῶνι φλέβα τέμνειν, ἔπειτα ἐξῄει μηδὲν τὸ σύνολον φθεγξάμενος. αἱ γυναῖκες δὲ αὖθις τῶν ἀρχόντων δεηθεῖσαι τὸν τέμνειν φλέβας ἐπιστάμενον εἰσάγειν οὐ συνεχωροῦντο. ὅθεν ὑπὸ τοῦ πυρετοῦ κατεργασθεῖσα καὶ μηδεμιᾶς ὅλως προνοίας ἀξιωθεῖσα, ἐτελεύτησεν ἕκτῃ μηνὸς Ἰανουαρίου δεκάτης οὔσης ἰνδικτιῶνος τοῦ #22ωνʹ ἔτους. τελευτώσης δὲ ἤδη, ἡ τοῦ βασιλέως Ἀνδρονίκου ἀδελφὴ, ἣ πρότερον μὲν Μιχαὴλ τῷ Μυσῶν συνῴκησε βασιλεῖ, ἔπειτα, ἐκείνου τελευτήσαντος, πρὸς τὸν ἀδελφὸν ἐπανελθοῦσα καὶ τὴν ἐν βασιλείοις διατριβὴν καταλιποῦσα, μονάζειν εἵλετο καὶ Θεοδοσία ἐκ Θεοδώρας μετωνομάσθη, πυθομένη περὶ τῆς βασιλέως μητρὸς, ὅτι τελευτᾷ, καὶ ὥσπερ ἀμειβομένη τῶν παρ' ἐκείνης πρότερον ὑπηργμένων ἀγαθῶν, πολλὴν γὰρ εἰς ἐκείνην ἐπεδείκνυτο τὴν εὔνοιαν, ἀφίκετό τε εἰς τὸ δεσμωτήριον πρὸς αὐτὴν καὶ παρέμεινεν ἄχρι τελευτῆς. ἔπειτα τὸν νεκρὸν ἐξαγαγοῦσα παρὰ τὴν μονὴν, τῆς πρὸς μητρὸς ἐκείνης μάμμης 2.223 ἀδελφῆς τοῦ πρώτου τῶν Παλαιολόγων βασιλέως Μιχαὴλ τῆς Μάρθας προσαγορευομένην, ἐν τοῖς πατρῴοις κατέθηκε τάφοις. ἔπειτα ἐκεῖθεν πρὸς βασιλίδα ἀναστρέψασα, ἀπήγγειλε τὴν ὠμότητα καὶ τὴν ἀπανθρωπίαν τῶν ἀρχόντων, ἣν περὶ ἐκείνην ἐνεδείξαντο ἄχρι τελευτῆς. ἡ δ' ὅρκοις διεβεβαιοῦτο, μηδὲν εἰδέναι τῶν γεγενημένων, πλὴν ὅτι εἴργεσθαι προσετέτακτο παρ' αὐτῆς, κατεγίνωσκέ τε καὶ αὐτὴ πολλὴν ἐκείνων τὴν ἀπήνειαν. μετὰ δὲ τὴν ἐκείνης τελευτὴν τὰ χρήματα ἐκείνης τε καὶ τοῦ υἱοῦ διηρευνᾶτο καὶ πολλὰ ἐκείνων ἐξευρίσκετο, μάλιστα δ' ὅτι καὶ πατριάρχης κατὰ τῶν ἐχόντων ἐξεῖπεν ἀφορισμὸν, ὃν εἶχεν ὥσπερ τινὰ δορυφόρον ταῖς παρανόμοις ἐπιθυμίαις πάσαις ὀξύτατα ὑπηρετοῦντα. ὃν οἱ πολλοὶ τῶν ἐχόντων δείσαντες, φέροντες τὰ φυλαττόμενα παρεῖχον· οἱ δὲ καὶ ὡς παρὰ δίκην γινομένου καταφρονοῦντες, τέως μὲν κατεῖχον, χρόνῳ δὲ ὕστερον ὑπὸ τῶν συνειδότων μηνυόμενα πάντα ἀναλώθη. οὕτω δὲ ἦσαν πλεῖστα τὰ ἐξευρισκόμενα, ὥστε, καίτοι πολλῶν αὐτὰ πρότερον συμμεριζομένων, καὶ τὰ μὲν Ἀποκαύκου τοῦ μεγάλου δουκὸς παρακατέχοντος, ἕτερα δὲ Γαβαλᾶ τοῦ πρωτοσεβαστοῦ, κἀκεῖνος γὰρ συνάρχων τῷ μεγάλῳ δουκὶ τὰ κοινὰ διῴκει καὶ μεσάζων βασιλίδι ἦν, καὶ Κιννάμου τοῦ μυστικοῦ τῶν βασιλικῶν χρημάτων τότε ταμίου ὄντος, καὶ πολλῶν ἑτέρων εὐνούχων, οἳ παρεδυνάστευον, ὅμως ἐκ τῶν ὑπολειπομένων ἀναλίσκοντες, τὸν πρὸς βασιλέα πόλεμον συνεκρότουν· οὕτως 2.224 ἦσαν ἄπειρα τῷ πλήθει. ἡ βασιλὶς δὲ πολλὰ πολλάκις περὶ εἰρήνης πρὸς πατριάρχην καὶ τοὺς ἄλλους τῶν πραγμάτων ἄρχοντας διαλεχθεῖσα, οὐδὲν ἀνῦσαι τῶν δεόντων ἠδυνήθη, ἐκείνων ἤδη κατὰ κράτος πᾶσαν ἐσχηκότων τὴν ἀρχὴν καὶ οὐδ' ἄκροις ὠσὶ τὴν εἰρήνην παραδεχομένων. τοῦ δοκεῖν δὲ δίκαιά τε ὁμοῦ καὶ βασιλίδι καὶ σφίσιν αὐτοῖς συμφέροντα αἱρεῖσθαι, κατασκόπους δῆθεν προπέμποντες πρὸς Καντακουζηνὸν τὸν βασιλέα, ἔπειτα ὑποδεχόμενοι ἐπανιόντας, εἰσῆγον πρὸς βασιλίδα, ἄλλα τε πολλὰ ἐκείνου καταψευδομένους καὶ ὡς ἀναφανδὸν πρὸς τοὺς συνόντας μεγαληγοροίη, ὡς, εἰ περιγένοιτο ἐν τῷ πολέμῳ, βασιλίδα μὲν καὶ βασιλέα τὸν υἱὸν ἀποκτενεῖ μόνον, ἀτιμάσας μηδέν· πατριάρχῃ δὲ καὶ τοῖς ἄλλοις, οἳ τὸν παρόντα πόλεμον ἤγειραν αὐτῷ, μετὰ πολλὰς αἰκίας ἐφύβριστον καὶ βιαιότατον θάνατον ἐπάξει. οἳ καὶ τοῖς λεγομένοις ἐκ συνθήματος εὐθὺς παρόντες, μεγίστην πρόφασιν ἐποιοῦντο τοῦ μὴ δύνασθαι πρὸς κίνδυνον τοσοῦτον σφᾶς αὐτοὺς ὑπάγειν ἑκοντὶ τῷ κατ' ἐκείνων οὕτω μαινομένῳ διὰ τῆς δοκούσης εἰρήνης ἐγχειρίζοντες, αὐτίκα τε ἐψηφίζοντο τὸ δεῖν ἐκείνῳ πάσῃ σπουδῇ καὶ προθυμίᾳ πολεμεῖν, καὶ εἴ τίς τι περὶ τῆς πρὸς ἐκεῖνον εἰρήνης φθέγξαιτο, πολέμιον ἡγεῖσθαι καὶ αὐτόν. ἐπεὶ δὲ βασιλεύς τε ὁ Καντακουζηνὸς ἐξεστράτευσε πρὸς τὴν ἑσπέραν καὶ Ἀπόκαυκος ὁ μέγας δοὺξ τὴν πᾶσαν ἦγε Ῥωμαίων ἡγεμονίαν, τὸ 2.225 μὲν ἐκ τῆς ἠπείρου καὶ