272
δυναστείᾳ προυβάλλοντο, καὶ ὡς αὐτοῖς πονούμενοι προθυμότατα ωργων. Σκήψεις δὲ τοῦ πολέμου ἐγένοντο ̔Ρωμαίοις μὲν οτι Καρχηδόνιοι τοῖς Ταραντίνοις ἐβοήθησαν, Καρχηδονίοις δὲ οτι φιλίαν ̔Ρωμαῖοι συνέθεντο τῷ ̔Ιέρωνι· τὸ δ' ἀληθές, οτι ἀλλήλους ὑφωρῶντο, καὶ μίαν σωτηρίαν τῶν οἰκείων ἑκάτεροι ῳοντο εἰ τὰ τῶν αλλων προσκτήσαιντο. ουτω διανοουμένοις αὐ2.196 τοῖς συμπεσόν τι τὰς σπονδάς τε διέλυσε καὶ ἐς τὸν πόλεμον αὐτοὺς ἐξηρέθισε· τὸ δ' ην τοιοῦτον. Οἱ Μαμερτῖνοι ἐκ Καμπανίας ποτὲ πρὸς Μεσσήνην ἀποικίαν στειλάμενοι, τότε δ' ὑπὸ ̔Ιέρωνος πολιορκούμενοι, ἐπεκαλέσαντο τοὺς ̔Ρωμαίους οια σφίσι προσήκοντας. κἀκεῖνοι ἑτοίμως ἐπικουρῆσαι αὐτοῖς ἐψηφίσαντο, εἰδότες οτι, αν τῆς συμμαχίας αὐτῶν οἱ Μαμερτῖνοι μὴ τεύξωνται, πρὸς τοὺς Καρχηδονίους τραπήσονται, κἀκεῖνοι τῆς τε Σικελίας ολης κρατήσουσι καὶ ἐς τὴν ̓Ιταλίαν ἐξ αὐτῆς διαβήσονται. ἡ γὰρ νῆσος αυτη βραχὺ τῆς ἠπείρου διέχει, ὡς μυθεύεσθαι οτι ποτὲ καὶ αὐτὴ ἠπείρωτο. η τε ουν νῆσος ουτω τῇ ̓Ιταλίᾳ ἐπικειμένη ἐδόκει τοὺς Καρχηδονίους ἐκκαλέσασθαι καὶ τῶν ἀντιπέραν ἀντιποιήσασθαι, αν γε ταύτην κατάσχωσι, καὶ ἡ Μεσσήνη παρεῖχε τοῖς κρατοῦσιν αὐτῆς καὶ τοῦ πορθμοῦ κυριεύειν. Ψηφισάμενοι δὲ βοήθειαν οἱ ̔Ρωμαῖοι τοῖς Μαμερτίνοις, οὐ ταχέως αὐτοῖς ἐπεκούρησαν διά τινας ἐπισυμβάσας αἰτίας. οθεν ἀνάγκῃ πιεζόμενοι οἱ Μαμερτῖνοι Καρχηδονίους ἐπεκαλέσαντο. οἱ δὲ καὶ ἑαυτοῖς καὶ τοῖς ἐπικαλεσαμένοις εἰρήνην κατεπράξαντο πρὸς ̔Ιέρωνα, ινα μὴ οἱ ̔Ρωμαῖοι ἐς τὴν νῆσον περαιωθῶσι, καὶ τὸν πορθμὸν δὲ καὶ τὴν πόλιν ἐφύλασσον, Αννωνος σφῶν ἡγουμένου. κἀν τούτῳ Γάιος Κλαύδιος χιλιαρχῶν ναυσὶν ὀλίγαις ὑπὸ ̓Αππίου Κλαυδίου προπεμφθεὶς εἰς τὸ ̔Ρήγιον ἀφίκετο. διαπλεῦσαι δὲ οὐκ ἐθάρρησε, πολὺ πλεῖον τὸ τῶν Καρχηδονίων ὁρῶν ναυτικόν. ἀκατίῳ δ' ἐμβὰς προσέσχε τῇ Μεσσήνῃ καὶ διειλέχθη αὐτοῖς οσα ὁ καιρὸς ἐδίδου. ἀντειπόντων δὲ τῶν Καρχηδονίων, τότε μὲν μηδὲν πράξας ἀνεκομίσθη, μετὰ ταῦτα δὲ 2.197 γνοὺς τοὺς Μαμερτίνους ἐν στάσει οντας, ουτε γὰρ τοῖς ̔Ρωμαίοις ὑπείκειν ἐβούλοντο καὶ τοὺς Καρχηδονίους ἐβαρύνοντο, επλευσεν αυθις, καὶ αλλα τε ειπεν ἐπαγωγὰ καὶ ὡς ἐπ' ἐλευθερώσει τῆς πόλεως ηκει, καὶ ἐπειδὰν κατασταῖεν τὰ πράγματα, ἀποπλεύσει· καὶ τοὺς Καρχηδονίους η ἀποχωρῆσαι ἐκέλευσεν η, ει τι δίκαιον εχοιεν, τοῦτο εἰπεῖν. ὡς δ' ουτε τῶν Μαμερτίνων τις ὑπὸ δέους ἐφθέγγετο, καὶ οἱ Καρχηδόνιοι βίᾳ τὴν πόλιν κατέχοντες οὐδὲν αὐτοῦ ἐφρόντιζον, "αυταρκες" εφη "μαρτύριον παρ' ἀμφοτέρων ἡ σιωπή, τῶν μὲν οτι ἀδικοῦσιν, εἰ γάρ τι ὑγιὲς ἐφρόνουν, ἐδικαιολογήσαντο αν, τῶν δὲ οτι τῆς ἐλευθερίας ἐφίενται· ἐπαρρησιάσαντο γὰρ αν, εἰ τὰ τῶν Καρχηδονίων προῄρηντο." καὶ ἐπηγγέλλετο βοηθήσειν αὐτοῖς. θορύβου δὲ καὶ ἐπαίνου παρὰ τῶν Μαμερτίνων ἐπὶ τούτοις γενομένου εὐθὺς ἀνέπλευσε πρὸς τὸ ̔Ρήγιον, καὶ μετ' ὀλίγον παντὶ τῷ ναυτικῷ βιασάμενος τὸν διάπλουν, τὸ μέν τι ὑπὸ τοῦ πλήθους καὶ τῆς τέχνης τῶν Καρχηδονίων, τὸ δὲ πλεῖστον διὰ τὴν τοῦ ῥοῦ χαλεπότητα καὶ χειμῶνα ἐξαίφνης γενόμενον, τινάς τε τῶν τριήρων ἀπέβαλε καὶ ταῖς λοιπαῖς μόλις εἰς τὸ ̔Ρήγιον ἀπεσώθη. Οὐ μέντοι τῆς θαλάσσης οἱ ̔Ρωμαῖοι διὰ τὴν ητταν ἀπέσχοντο, ἀλλ' ὁ μὲν Κλαύδιος τὰς ναῦς ἐπεσκεύαζεν, Αννων δὲ τὴν αἰτίαν τῆς τῶν σπονδῶν διαλύσεως εἰς τοὺς ̔Ρωμαίους τρέψαι βουλόμενος καὶ τὰς ἁλούσας τριήρεις τῷ Κλαυδίῳ επεμψε καὶ τοὺς αἰχμαλώτους ἀπεδίδου καὶ πρὸς τὴν εἰρήνην προεκαλεῖτο αὐτόν. ἐπεὶ δ' οὐδὲν ἐδέξατο, ἠπείλησε μηδ' ἀπονίψασθαί ποτε τὰς χεῖρας ἐν τῇ θαλάσσῃ 2.198 τοὺς ̔Ρωμαίους ἐᾶσαι. ὁ Κλαύδιος δὲ τὴν τοῦ πορθμοῦ φύσιν κατανοήσας ἐτήρησε τὸν ῥοῦν καὶ τὸν ανεμον ἐκ τῆς ̓Ιταλίας εἰς τὴν Σικελίαν αμα φέροντας, καὶ ουτως επλευσεν εἰς τὴν νῆσον, μηδενὸς ἐναντιωθέντος. εὑρὼν ουν ἐν τῷ λιμένι τοὺς Μαμερτίνους, ὁ γὰρ Αννων προϋποπτεύσας αὐτοὺς ἐν τῇ ἀκροπόλει καθῆστο φυλάττων αὐτήν, ἐκκλησίαν συνήγαγε, καὶ διαλεχθεὶς αὐτοῖς επεισε μεταπέμψασθαι τὸν Αννωνα. ὁ δὲ καταβῆναι οὐκ ηθελε· φοβηθεὶς δὲ μὴ οἱ