272
καὶ κρουνός. Κρῶποσ. ἡ ὑδρία. Κρόκασ. τοὺς αἰγιαλούς. Κρωβύλοσ. ειδος πλέγματος τῶν τριχῶν ἀπὸ ἑκατέρων εἰς ὀξὺ καταλῆγον. ἐνέρσει κρωβύλων ἀναδούμενοι. Κραντῆρασ. τοὺς ὀδόντας φησὶν ὁ ̔Ιπποκράτης. (Θηλυκόν.) Κράμβη. τὸ λάχανον. τινὲς κοράμβη, ἡ ἀμβλύνουσα τὰς κόρας. βέλτιον δὲ ἡ τῷ κόρῳ ἀναβαίνουσα. Κραναῆσ. τραχείας, σκληρᾶς, κάρηνα ἐχούσης. παρὰ τὸ κραναὸν, τοῦτο παρὰ τὸ κράνιον, οπέρ ἐστι καὶ τραχὺ καὶ ὀστῶδες. Κρᾶσισ. σωμάτων παράθεσις, ποιοτήτων ἀντέμβασις. η σύντευξις σωμάτων, τὰς ἐν αὐτοῖς ἀλλήλας ἀντικιρνῶντος ποιότητας. η κρᾶσις ἐστὶν οὐσιῶν ἀλλήλαις ἑτεροία συνδρομὴ, καὶ τῶν περὶ αὐτὰς ποιοτήτων ἀντεμβολή. Κράδη. ἡ συκῆ. παρὰ τὸ συνεχῶς κραδαίνεσθαι. Κραιπάλη. τρυφὴ, μέθη. η ὁ ἐκ πολλῆς οἰνώσεως ἐπακολουθῶν παλμὸς καὶ κλόνος τῇ κεφαλῇ. παρὰ τὸ κάρα καὶ τὸ πάλλω, τὸ κινῶ, καραπάλη, καὶ πλεονασμῷ τοῦ ˉι κραιπάλη. kappa.1253 Κρεοδοσία. κρεωδαισία δὲ ἡ κρεωφαγία, μέγα καὶ δίφθογγον. Κρείουσα. ἡ βασίλισσα. παρὰ τὸ κρατείνω. ὡς κιχῶ, κιχείω, καὶ ὀλῶ, ὀλείω. καὶ τὸ θηλυκὸν κρατείουσα, καὶ συγκοπῇ κρείουσα. καὶ κρείων ὁ βασιλεύς. †Κράτεια. τόπος. τὸ δὲ κύριον ˉι.† †Κρανεία. δένδρον. κρανία δὲ, αἱ κεφαλάι.† †Κρατῆρα. σκύφον· σίτλον.† †Κροιόσ. κολοβός.† †Κροκώδησ. δεσμός.† †Κρόταλοσ. λάλος.† †Κρυβηλόσ. πύργος.† †Κρωσσόσ. κεράμιον. κρατήρ.† Κρηπίσ. θεμέλιον· ὑποβάθρα. καὶ ειδος ὑποδήματος. παρὰ τὸ ερπειν ἑρπὶς, καὶ πλεονασμῷ τοῦ ˉκ καὶ ὑπερβιβασμῷ καὶ τροπῇ τοῦ ˉε εἰς ˉη κρηπὶς, δι' ης ερπειν δυνάμεθα. Κρήνη. πηγή· ἐκροὴ υδατος. Κρίσεωσ. δοκιμασίας. Κρίσισ. τῶν ἐφ' ἡμῖν ορεξις διαγνωστική. kappa.1254 Κρίσισ. ἡ κόλασις ἐν τῷ εὐαγγελίῳ. καὶ εἰς κρίσιν οὐκ ερχεται, τουτέστιν εἰς κόλασιν. †Κριγή. ὁ γινόμενος τοῖς ὀδοῦσι τῶν ἀποθνησκόντων τρισμός.† Κριθή. παρὰ τὸ προκριθῆναι τῶν ἀκροδρύων· ἀκρόδρυα γὰρ ησθιον πρὸ τῶν καρπῶν. η παρὰ τὸ διακρίνεσθαι τῆς αχνης, ηγουν διαχωρίζεσθαι. κρίνει ἐπειγομένων ἀνέμων-. Κρόκη. παρὰ τὸν κρούσω μέλλοντα, ἀποβολῇ τοῦ υ κρόκη· ῃ τὸ κρούεσθαι διόλου παρακολουθεῖ. Κρόσσασ. οἱ μὲν τὰς κεφαλίδας τοῦ τείχους, αλλοι τοὺς προμαχῶνας. Ἀρίσταρχος κλίμακας τινὰς η οργανα τινὰ πρὸς τειχομαχίαν ἐπιτήδεια. οιον καὶ τὰς μὲν προκρόσσας κλιμακηδόν. αλλοι δὲ τὰ ἀποκρηδώματα. καὶ γὰρ κροσσοὺς τὰ ακρα τῶν ἱματίων λέγουσι. ο καὶ βέλτιον. οἱονεὶ κορσοὺς τινὰς οντας, παρὰ τὴν κόρσην, τὴν κεφαλήν. ἡ μεταφορὰ ἀπὸ τῶν πλοκάμων, μεταθέσει τοῦ ρ, κρόσσας. ουτω Φίλων ἐν τῇ περὶ ̓Ιάδος διαλέκτῳ. kappa.1255 Κρυόεσσα. ψυχρὰ, φοβερά. ἀπὸ τοῦ κρύος, κρυόεις καὶ κρυόεσσα. Κρῶμνα. πόλις †Παφλαγονίας.† Κρωπία. πόλις. (Οὐδέτερον.) Κράσπεδον. τὸ τοῦ ἱματίου ακρον. ενιοι δὲ τὸ θυσανωτὸν τοῦ χιτῶνος, ο ἐστι τὸ κροσσωτόν. παρὰ τὰ ακρα καὶ τὸ πέδον, κατὰ ἀφαίρεσιν τοῦ α, καὶ πλεονασμὸν τοῦ ς, κράσπεδον. Κράμα. μίγμα. κέρασμα. †Κρεῖον. τὸ δεκτικὸν τῶν κρεῶν ἀγγεῖον.† Κράνοσ. περικεφαλαία. Κραταιγυίαλον. τὸ κρατοῦν τὰ μέλη. Κρανίον. ἀπὸ τοῦ κάρα καρανεῖον καὶ κρανεῖον, καὶ κατ' ἐκβολὴν τοῦ ε κρανίον. Κρατερόν. ἰσχυρόν. Κραταίωμα. ἰσχὺς, ἀσφάλεια. Κράτιστον. ἰσχυρότατον. Κρέασ. παρὰ τὸ κρατύνειν καὶ ἰσχυροποιεῖν τὸ σῶμα. Κρεοδόχον. τὸ δεχόμενον τὰ κρέα ἀγγεῖον. Κρειῶν. τῶν κρεάτων. παρὰ τὸ κρεάτων γέγονε ἀποβολῇ τοῦ τ κρεάων, καὶ κατὰ κρᾶσιν κρεῶν, καὶ πλεονασμῷ τοῦ ι κρειῶν. οὐκ εστι δὲ μετοχὴ, ἀλλ' ονομα. ουτως Ωρος ὁ Μιλήσιος. kappa.1256 Κρήγυον. ἀληθὲς, ἀγαθόν· ὑγιές. -οὐδέποτέ μοι τὸ κρήγυον ειπας. παρὰ τὸ κῆρ καὶ τὸ ἡδὺ γέγονεν κηρήδυον καὶ κατὰ συγκοπὴν κρήδυον καὶ τροπῇ τοῦ τ εἰς γ κρήγυον, τὸ τὴν ψυχὴν ἡδύνον. †Κρησέριον. τὸ κόσκινον.† Κρήδεμνον. τὸ κεφαλοδέσμιον. παρὰ τὸ κάρη, ο σημαίνει τὴν κεφαλὴν, καὶ τὸ δέω, τὸ δεσμεύω, καρήδεμνον καὶ ἐν συγκοπῇ κρήδεμνον. †Κρίμνα. βρώματα.† Κρησφύγετον. τὸ καταφύγητον. Κρῖ. ἡ κριθή. -κρῖ λευκὸν ἐρεπτόμενοι- ο ἐστιν ἐσθίοντες. η ἀπὸ τοῦ κριθὴ γέγονε κατὰ ἀποκοπήν. η ἀπὸ τοῦ κρίμνον, τοῦ σημαίνοντος τὸ παχὺ τοῦ ἀλεύρου, κατὰ συγκοπὴν κρῖ. Κρισσαῖον. πέλαγος. Κρίμα.