272
παγίδα, ἔθου θλίψεις ἐπὶ τῶν νώτων ἡμῶν, ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν. ∆ιήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.» «Μακάριος ἄνθρωπος ὃς ὑπομένει πειρασμὸν, ὅτι δόκιμος γενόμενος, λήψεται τὸν στέφανον, ὃν ἐπηγγείλατο ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Ἀκούσας Ἀβραὰμ τὴν φωνὴν τοῦ Πλάστου, Λάβε τὸν υἱόν σου, καὶ ἐπὶ ἓν τῶν ὀρέων σφᾶξόν μοι. μετὰ πολλῆς προθυμίας τὸ ἔργον ἐπλήρου. Καὶ γὰρ τὴν σύζυγον Σάῤῥαν ἔκρυψεν, καὶ τοὺς παῖδας ἔλαθεν, καὶ μόνον τὸ παιδάριον λαβὼν, ἀνίει ἐπὶ τὸ ὄρος, μὴ ἐκκακῶν, μηδὲ ῥᾳθυμῶν. Ἐννόησον τίς ἦν ὁ μακάριος ἐκεῖνος τότε; ποῖα δὲ σπλάγχνα ἦν ἐνδεδυμένος, μόνος μόνῳ διαλεγόμενος τῷ παιδαρίῳ; Τότε γὰρ πλεῖον τὰ σπλάγχνα διαθερμαίνονται, καὶ πλεῖον τὸ φίλτρον ἐξάπτεται. Ποῖος λόγος παραστῆσαι δυνήσεται τὴν ἀνδρείαν τοῦ γέροντος; πῶς δήσας αὐτοῦ χεῖρας, καὶ πόδας ἐπάνω τῶν ξύλων ἐπέθηκεν, ὡς δὲ ἔμελλεν ἐμβάπτειν τῷ λαιμῷ τοῦ παιδίου τὸ σιδήριον, διπλῆν φωνὴν ἀφῆκεν ὁ εὔσπλαγχνος· λύσον τὸ παιδάριον. Πῶς οὐκ ἐνάρκησεν ἡ χείρ; πῶς οὐκ ἐξελύθη τὰ νεῦρα; πῶς οὐ κατέπεσε θεωρῶν τὴν ὄψιν τοῦ παιδαρίου; Ἴδετε ἀνδρείαν τοῦ γέροντος. Καὶ γὰρ ἔσφαξε τὸν υἱὸν αὐτοῦ, εἰ μὴ τῇ χειρὶ, ἀλλὰ τῇ προθυμίᾳ. Οὐ πᾶς ὁ κάμνων αἰτίαν ἔχει τῆς νόσου ἁμαρτίαν. Εἰσὶ γὰρ ὑπὲρ τοῦ δόκιμοι ἀναφανῆναι, ἢ καὶ ἄλλως συμφερόντων κακώσεσιν ὑποβαλλόμενοι. 96.325 Ἐπεὶ συμπτώματα τὰ αὐτὰ ἁμαρτωλοῖς καὶ δικαίοις συμβαίνει, μὴ πάντας τοὺς περιστατικοῖς ὑποβαλλομένους ἡγούμεθα, καὶ παραλαβούσης πονηρίας ὑπομεμενηκέναι τὰ πονηρά.
ΤΙΤΛ. Λςʹ. -Περὶ παραμονῆς· καὶ ὅτι ἡ παραμονὴ ἔργον ἀνύει.
«Ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν.» «Τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύεται πρὸς αὐτὸν μεσονυκτίου, καὶ ἐρεῖ πρὸς αὐτόν· Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ φίλος μοι παρεγένετο ἐξ ὁδοῦ, καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ· ἀποκριθεὶς δὲ ἔσωθεν, εἴπῃ αὐτῷ· Μή μοι κόπους πάρεχε· ἰδοὺ ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ' ἐμοῦ ἐστιν ἐν τῇ κοίτῃ, οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. Λέγω ὑμῖν· εἰ καὶ οὐ δώσει αὐτῷ διὰ τὸ εἶναι αὐτοῦ φίλον, ἀλλά γε διὰ τὴν ἀναίδειαν αὐτοῦ ἀναστὰς δώσει αὐτῷ ὅσον χρῄζῃ.» «Κριτής τις ἦν ἔν τινι πόλει, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος· χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· Ἐκδίκασόν με ἀπὸ τοῦ ἀντιδίκου μου. Καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον. Μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτὴν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με. Εἶπεν δὲ Κύριος· Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει; ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτὸς, καὶ μακροθυμῶν ἐπ' αὐτούς; Ναὶ, λέγω ὑμῖν, ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει.»
ΤΙΤΛ. ΛΖʹ. -Περὶ πιστοῦ· καὶ ὅτι σπάνιον τὸ εὑρεῖν ἄνδρα πιστόν.
«Ἄνδρα πιστὸν, ἔργον εὑρεῖν.» «Ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται.» Σπάνιον ἀληθῶς, ὁ ἅμα τῷ φρονίμῳ τὸ πιστὸν ἔχων.
ΤΙΤΛ. ΛΗʹ. -Περὶ τῶν πεποιθότων εἰς κενὰ καὶ μάταια, καὶ εἰς τὰς τῶν ἀνθρώπων προστασίας, καὶ μὴ εἰς Θεὸν τὴν ἐλπίδα ἐχόντων.
«Αἰσχύνην ὀφλήσουσιν, οἱ ἐν πόλεσι καὶ χρήμασι πεποιθότες.» «Ὄψονται δίκαιοι, καὶ φοβηθήσονται,» καὶ τὰ λοιπά. «Ὁ πεποιθὼς ἐν τῷ πλούτῳ, οὗτος πεσεῖται.» «Ὁ ἄφρων ἑαυτῷ πεποιθὼς, μίγνυται ἀνόμῳ.» «Ὅτι ἤλπισας ἐν τοῖς ἅρμασί σου, καὶ ἐν πλήθει δυνάμεώς σου, ἐξαναστήσεται ἀπώλεια τῷ λαῷ σου, καὶ πάντα τὰ τετειχισμένα σου ἀφανισθήσεται, καθὼς ἠφανίσθη ἄρχων Σαλμὰν ἐν