272
ἐπὶ Κύριον, ἢ πε ποιθέναι ἐπ' ἄνθρωπον. Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύ ριον, ἢ ἐλπίζειν ἐπ' ἄρχουσι." Ὁ μὲν γὰρ ἀγαθὸς, καὶ φιλάνθρωπος, καὶ βουλόμενος ἀγαθὰ, καὶ δρᾷν δυνάμενος ὅπερ βούλεται, καὶ τὴν ἐξουσίαν ἔχων ἀνώλεθρον. Οἱ δὲ ἄνθρωποι, καὶ φύσει φθαρτοὶ, καὶ γνώμῃ τρεπτοὶ, καὶ πολλάκις μὲν οὐ βούλονται τὰ ἀγαθά· ἔστι δὲ ὅτε καὶ βουλόμενοι τοῖς ἀδικουμένοις ἐπαμύνειν οὐ δύνανται· κἂν ἄρχουσι δὲ, πρὸς και ρὸν ἔχουσι τὴν ἀρχήν· καὶ ἡ βασιλεία δὲ παρ' ἀν θρώποις ἐπίκηρος, καὶ πρὸς ὀλίγον χρόνον ἄρ χουσα. Ἄμεινον τοίνυν καταλιπεῖν μὲν τὴν τῶν ἀνθρώπων ἐπικουρίαν, τὴν δὲ θείαν αἰτῆσαι βοή θειαν. ιʹ. "Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνό ματι Κυρίου ἠμυνάμην αὐτούς." Ἡ μὲν Ἐκκλησία τὰς ἁπάντων τῶν ἐθνῶν ἐδέξατο προσβολὰς, ἡ δὲ Ἱερουσαλὴμ, οὐ πάντων, ἀλλ' ἐνίων· ἐπ' ἐκείνων τοίνυν ὑπερβολικῶς ὁ λόγος προσφέρεται, ἐπὶ δὲ τῆς Ἐκκλησίας ἀληθῶς. Οἱ γὰρ ἐν ἑκάστῳ ἔθνει πεπιστευκότες τοὺς παρὰ τῶν ἀπίστων θορύβους καὶ κινδύνους ὑπέμενον· ἀλλ' ὅμως, καὶ αὐτοὶ, κἀ κεῖνοι, τῷ Θεῷ τεθαῤῥηκότες τοὺς ἀντιπάλους ἐνί κησαν. ιαʹ. "Κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνό ματι Κυρίου ἠμυνάμην αὐτούς." Ὁ δὲ Σύμμαχος οὕτως· Ἐκύκλωσάν με, καὶ πάλιν περιεκύκλω σάν με, ἀντὶ τοῦ, Ἐπαλλήλοις ἐχρήσαντο προσβο λαῖς, καὶ πολιορκίαις παντοδαπαῖς· ἐγὼ δὲ τῇ τοῦ Θεοῦ ἐπικλήσει φραξάμενος, τὴν ἐκείνων ἐσκέδασα φάλαγγα. ιβʹ. "Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον." Καθάπερ, φησὶ, μέλιτται κηρίον εὑροῦσαι τὴν τοῦ μέλιτος ἐκμυζῶσιν ἰκμάδα, οὕτως οὗτοι τὴν ἐνοῦσάν 80.1813 μοι γλυκύτητα τῆς εὐσεβείας ἀφελεῖν ἐπειράθησαν. "Καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις." Ἤλ πισαν δὲ καὶ μάλα ῥᾳδίως μου περιέσεσθαι, καθά περ τὸ πῦρ εὐπετῶς δαπανᾷ τὰς ἀκάνθας. "Καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς." Ταῦτα δὲ προσδοκήσαντες διήμαρτον τῆς ἐλπίδος, τῇ ἐμῇ νι κηθέντες ἐλπίδι· τὸν γὰρ ἐμὸν ∆εσπότην πᾶσιν ἐκείνοις ἀντέταξα, καὶ δι' αὐτοῦ τὴν νίκην ἐκομι σάμην. ιγʹ. "Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύ ριος ἀντελάβετό μου." Ταῦτα κἀκείνοις ἁρμόττει, καὶ τούτοις. Κἀκεῖνοι γὰρ ὄλεθρον ἂν ὑπέμειναν παντελῆ, εἰ μὴ τῆς θείας ἀπήλαυσαν χάριτος· καὶ οὗτοι ἂν ἐξέπεσαν εἰς ἀσέβειαν, μὴ τῆς θείας αὐ τοὺς ὑπερεισάσης ἀρετῆς. ιδʹ. "Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν." Αὐτὸν τοίνυν ἔχομεν καὶ δύναμιν, καὶ νίκην, καὶ πηγὴν ὑμνῳδίας. Παρ' αὐτοῦ γὰρ τῶν ἀγαθῶν ἀπολαύσαντες μετ' εὐθυμίας τὸν ὕμνον προσφέρομεν. ιεʹ. "Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων." Μετὰ γὰρ τὴν νίκην, τῶν προτέρων θρή νων ἀπαλλαγέντες, ἐν θυμηδίαις ἦσαν καὶ εὐφη μίαις, τὸν Θεὸν ἀνυμνοῦντες. "∆εξιὰ Κυρίου ἐποίησε δύναμιν. [ιʹ] ∆εξιὰ Κυρίου ὕψωσέ με." ∆εξιὰν, καθὰ πολλάκις εἰ ρήκαμεν, τὴν ἀγαθὴν ἐνέργειαν λέγει. Εὖ δὲ ποιοῦντες οὐχ ἑαυτοῖς ἐπιγράφουσι τὴν νίκην, οὐδὲ τῇ οἰκείᾳ προθυμίᾳ καὶ δυνάμει θαῤῥοῦσιν, ἀλλ' ὑπὸ τῆς θείας χάριτος ταύτης τετυχηκέναι βοῶσιν. "∆εξιὰ Κυρίου ἐποίησε δύναμιν. [ιζʹ] Οὐκ ἀποθα νοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα Κυ ρίου." Τῆς ἄνωθεν τοίνυν ἐπικουρίας ἀπολαύσας, καὶ κρείττων τοῦ θανάτου γενόμενος, τὰς θείας εὐ εργεσίας, καὶ τοὺς ἀγνοοῦντας διδάξω, καὶ τοὺς εἰ δότας ἀναμνήσω, καὶ τῇ μνήμῃ τούτων τὴν περὶ αὐτὸν ἀγάπην πυρσεύσω. ιηʹ. "Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με." Συνεχώρησε γὰρ προσ βαλεῖν μοι τὰ λυπηρὰ, πατρικῶς με παιδεύων· τὸ δὲ στυγνὸν τούτων διέλυσε νέφος, καὶ τῆς ἐκεῖθέν με παντελῶς ἠλευθέρωσε λώβης. ιθʹ. "Ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ." Πύλας δι καιοσύνης οὐ τὰς τοῦ ναοῦ πύλας καλεῖ, ἀλλὰ τὰς διαφόρους τῆς ἀρετῆς ἰδέας· δι' ἐκείνας γὰρ δυνατὸν ἀξίως ὑμνῆσαι τὸν τῶν ὅλων Θεόν. Καὶ τοῦτο σαφέστερον διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν. Οἷον γάρ τινα ἀπόκρισιν δίδωσι, καί φησιν· κʹ. "Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύ σονται ἐν αὐτῇ." Οὕτω καὶ τῷ νεανίσκῳ τῷ τῆς 80.1816 αἰωνίου ζωῆς τὴν ὁδὸν ᾐτηκότι μαθεῖν, ὁ Κύριος ἔφη· "Τὰς ἐντολὰς οἶδας· Οὐ μοιχεύσεις, οὐ κλέ ψεις, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου,