272
προσφορὰς δεξάμενοι προσηνέγκαμεν Κυρίῳ τὰ χαριστήρια. Ἀλλ' ἐπὶ τὸ κατεπεῖγον ὁ λόγος. ἐλυπήθησαν, φησί, τινὲς διὰ τὸν δεύτερον Ἡρώδην, ὅτι ὀρθόδοξος ἦν καὶ ἡ ἐκκλησία μνημονεύει αὐτοῦ. πρῶτον μέν, Ἡρώδην σύνηθες λέγειν τοὺς κρατοῦντας, καθά φησιν ὁ Θεολόγος, ἐὰν Ἡρώδῃ παραστῇς, σιώπησον· ἔπειτα σκοπείτωσαν οἱ ἐπισκήπτοντες, εἰ μὴ εἰκότως ἡ ἀφομοίωσις. ὁ πρῶτος Ἡρώδης, γυναῖκα ἔχων τὴν θυγατέρα Ἀρέτα τοῦ βασιλέως καὶ ταύτην ἐκβαλών, εἴληφε τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ εἰς δεύτερον συνοικέσιον· καί, ἐπειδὴ παρὰ τὸν νόμον τοῦτο, ἐλέγχεται ὑπὸ τοῦ Προδρόμου· καί, μὴ φέρων τὸν ἔλεγχον, κτείνει τὸν προφήτην. εἶτα μετὰ μικρὸν ὑπὸ τοῦ ἰδίου λαοῦ ἀνασοβευθεὶς φονεύεται, τοῦ δικαιοκρίτου θεοῦ ἀξίαν ἐπαγαγόντος δίκην τῷ φονευτῇ, ἀντὶ θανάτου ὁσίου θάνατον οἴκτιστον. Ἔλθωμεν ἐπὶ τὸν περὶ οὗ ὁ λόγος. γυναῖκα καὐτὸς ἔχων Μαρίαν, τὴν νομίμως συναφθεῖσαν αὐτῷ ἐκ νεότητος, ἐκβαλὼν ταύτην μοιχικῶς κατὰ τὸν λόγον τοῦ Κυρίου εἴληφε γυναῖκα Θεοδότην κουβικουλαρέαν εἰς δεύτερον συνοικέσιον· καί, ἐπειδὴ παρὰ τὰ εὐαγγέλια τοῦτο, ἐλέγχεται ὑπὸ Πλάτωνος κατὰ πρόσωπον· καί, μὴ φέρων τὸν ἔλεγχον, κλείει τὸν ὅσιον ὡς τεθαμμένον. εἶτα μετὰ μικρὸν ὑπὸ τοῦ ὑπηκόου ἀνασοβευθεὶς τυφλοῦται. τοῦ δικαιοδότου θεοῦ προσήκουσαν ἐπαγαγόντος δίκην τῷ φρουριστῇ, ἀντὶ φυλακῆς ὁσίας πήρωσιν ὀφθαλμῶν. ἐνωτισάσθω οὖν πᾶς ἔχων νοῦν ὡς ἄρα δικαίως δεύτερος Ἡρώδης Κωνσταντῖνος, ἐπὰν οὐκ ἄλλος ἔκτοτε μέχρι τοῦ δεῦρο πέπραχε τοιοῦτον, ὀνομάζοιτο, αὐτὸς ἑαυτῷ προξενήσας πρακτικῶς τὸ ὄνομα. καὶ περὶ τούτου πράγματα μὴ παρεχέτωσαν ἡμῖν. οὐ δύναται Χριστός, ἡ ἀλήθεια, ψεύσασθαι, ὅτι μοιχός ἐστιν, οὐδὲ ὁ ἀντιπίπτων, ὅτι μὴ οὐχὶ θεομαχεῖ· καὶ οὐ λήξοι λαλούμενον ὃ ἐποίησεν ὁ μοιχεύσας ἕως συντελείας τοῦ αἰῶνος. Ἀλλ', ἐπειδὴ οἱ λυπούμενοι συναπήχθησαν τῇ μοιχείᾳ, ἀνιῶνται κακῶς τῇ ὑπομνήσει, δέον αὐτοὺς ὁμολογεῖν τὸ ἀληθὲς καὶ προσπίπτειν καὶ προσκλαίειν τῷ θεῷ ὑπὲρ τῆς ἀπαγωγῆς, ἐφ' ᾗ καὶ δώσουσι λόγον ἐν ἡμέρᾳ κρίσεως μὴ μετανοοῦντες. οἱ δὲ πρὸς τὸ παροξύνειν τὸν θεὸν ἔτι ἁμαρτίας ἐφ' ἁμαρτίᾳ ἐπισπῶνται· ἢ λέληθεν αὐτοὺς οἷος διωγμὸς ἐντεῦθεν ἀνήφθη πανταχοῦ καὶ ὅσοι ἐμοίχευσαν ἐκ τοῦ προύχοντος παραδείγματος; καὶ τἆλλα σιωπῶ λέγειν αἰδοῖ τινων προσώπων. παυσάσθωσαν λυπεῖσθαι λύπην θεοστυγῆ, οἵτινες ἂν εἶεν· πρόσωπον γὰρ θεὸς ἀνθρώπου οὐ λαμβάνει· καί, παρ' ὃ ἐκ τοῦ εὐαγγελίου παρελάβομεν, ἐάν τις εὐαγγελίζηται ἕτερον, μέχρι καὶ ἀγγέλου, ἀναθέματι ὑποβάλλεται, καθὰ βοᾷ ὁ μακάριος ἀπόστολος. ταῦτα εἰδὼς καὶ ὁ εὐλαβέστατος ἡγούμενος μὴ ἐγκαλείτω περὶ τοῦ Ἁγίου Θεοφάνους ὅτι ᾐτιάθη ἐν τῷ πράγματι· ἀληθείας γὰρ οὐδὲν προτιμότερον. καὶ οὐκ ἀπαναίνεται ἀκούων ὡς οὐδὲ Πέτρος ὁ μέγας ἀπόστολος τὴν ἄρνησιν, οὐδὲ ∆αυὶδ ὁ ἅγιος τὴν μοιχείαν, οὐδὲ Κυπριανὸς ὁ ἱερομάρτυς τὴν γοητείαν; περὶ δὲ τοῦ ὅτι ὡς ὀρθόδοξος μνημονεύεται ἐν τῇ ἐκκλησίᾳ οὐδὲν προσίσταται τῷ εὐαγγελίῳ, ἐπεὶ μνημονεύεται καὶ Οὐαλεντινιανός, ἀλλ' οὐ κατὰ τὸ δύο ὁμοῦ γυναῖκας ἔχειν παρανόμως, ἀλλὰ κατὰ τὴν ὀρθὴν πίστιν· καὶ Ἰοβιανός, ἀλλ' οὐ, καθὼς ἱστορεῖται, ὅτι ἀρρενοφθόρος ἦν· καὶ Νικηφόρος, ἀλλ' οὐ καθὸ πλεονέκτης. καὶ πολλοῦ ἐστι λέγειν περὶ τῶν ἄλλων, οἵ, κἂν τὰ ἄλλα διαβεβλημένοι, διὰ δὲ τὴν ὀρθοδοξίαν μόνον μνήμης ἔτυχον ἐκκλησιαστικῆς. Ταῦτα ἐχέτω ὧδε. αὐτὸς δέ, δέσποτα, κάτεχε ἀσφαλῶς τὸ σύγγραμμα, μὴ ἔκφορον αὐτὸ ποιῶν, ἐπειδὴ κίνδυνος, καθὰ ἀναγγελεῖ ὁ γραμματηφόρος. ὁ Κύριος μετὰ τοῦ πνεύματος ὑμῶν. ἀμήν. 444 {1Εὐαρέστῳ τέκνῳ}1 Ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας μου, προσθείην καὶ δακρύων, ἡ ἐπιστολὴ αὕτη, ἀδελφέ, διότι ἀκήκοα ἀποθανεῖν σε τὸν τῆς ἁμαρτίας θάνατον· φασὶ γὰρ ἀπορριψάμενον τὸ ἐπάγγελμα τῆς παρθενίας, τὸ ἔνδυμα τὸ ἀγγελικόν, τὸ σεβάσμιον καὶ ἀγγέλοις καὶ ἀνθρώποις πολίτευμα, λαβεῖν σε γυναῖκα μοιχικῶς, μᾶλλον δὲ τὴν Εὔαν εἰπεῖν κυριώτερον· αὕτη γάρ σε τοῦ παραδείσου τῆς ἁγίας ζωῆς ἐκβαλοῦσα