Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
αὐτοῦ προσδοκῶμεν."6 Οὐκοῦν τὸ εἱλιχθήσεσθαι τὸν οὐρανὸν, πεσεῖσθαι δὲ καὶ τὰ ἄστρα, τὸν τοῦδε τοῦ παντὸς ἀνακαινισμὸν ὑπεμφαίνειεν ἄν. Ἐλευθερωθήσεσθαι δὲ τὴν κτίσιν, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Προστιθεὶς δὲ ὅτι, Ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ, δίδωσι νοεῖν, ὅτι τῆς θείας ὀργῆς ἡ ἔφοδος οὐ κατὰ μόνων ἥξει τῶν ἐπὶ τῆς γῆς, ἀλλὰ γὰρ καὶ κατ' αὐτῶν δραμεῖται τῶν ἀκαθάρτων πνευμάτων, οὓς καὶ κοσμοκράτορας τοῦ σκότους, καὶ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις ὀνομάζειν ἔθος τοῖς ἱεροῖς Γράμμασι. Κολασθήσονται γὰρ καὶ οἷον κατα- κορέσουσι, δι' ἧς ὑφίστανται δίκης τὴν τοῦ Θεοῦ μά- χαιραν, τετυραννευκότες μὲν εἰς χρόνους μακροὺς, καὶ ὅλην ἀπολέσαντες τό γε ἧκον ἐπ' αὐτοῖς τὴν ὑπ' οὐρανόν· ἐξαιτούμενοί τε τῶν οὕτω δεινῶν δυσσεβειῶν τὰς δίκας. 9Ἰδοὺ ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται, καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως. Ἡ μάχαιρα Κυρίου ἐνεπλήσθη αἱμάτων, ἐπαχύνθη ἀπὸ στέα- τος ἀρνῶν, καὶ ἀπὸ στέατος ταύρων, καὶ κριῶν.9 Ἀπὸ τῆς καθ' ὅλου κρίσεως καταβιβάζει τὸν λόγον ἐπὶ τὴν τοῖς Ἰδουμαίοις ἐπενηνεγμένην κόλασιν, διά τοι τὴν εἰς Χριστὸν δυσσέβειαν. Ἰδουμαίαν γε μὴν τὴν Ἰουδαίαν ἀποκαλεῖ· βραχὺ παραλλάξας, ἵνα φαί- νοιτο καὶ κατασκώπτων αὐτήν. Ὁ μὲν γὰρ ἐξ Ἰσαὰκ γεγονὼς Ἡσαῦ, βρώσεως μιᾶς καταπωλήσας τὰ πρω- τοτόκια, κέκληται δὲ δικαίως Ἐδὼμ, τοῦτ' ἔστι, γήϊνος· φρόνημα γὰρ ἦν τοιούτων ἐν αὐτῷ· ἀπ' αὐτοῦ δὲ λοιπὸν οἱ ἐξ αὐτοῦ κέκληνται, τοῦτ' ἔστιν, Ἰδου- μαῖοι. Γήϊνοι γὰρ καὶ αὐτοὶ, γεῶδες ἔχειν τὸ φρό- νημα οἰηθεῖεν ἂν, ὡς ἀπό γέ φημι τῆς τοῦ ὀνόματος ἑρμηνείας. Ἰδουμαίαν τοίνυν τὴν Ἰουδαίαν ἀποκαλεῖ, ὡς οὐκ εἰδυῖαν τὰ ἄνω φρονεῖν, ἐνιζήσασαν δὲ μᾶλλον τοῖς ἐπιγείοις πράγμασι, καὶ σαρκικὸν ἔχουσαν τὸ φρόνημα. Ἰδοὺ τοιγαροῦν, ἡ ἐν τῷ οὐρανῷ μεθυσθεῖσα μάχαιρα, φησὶ, καταβήσεται νῦν ἐπὶ τὴν Ἰουδαίαν, ἤτοι τὴν Ἰδουμαίαν, καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας, πλὴν μετὰ κρίσεως. Ἀπωλείας δὲ λαὸς τίς ἂν ἕτερος εἴη παρά γε τὸν Ἰσραήλ; Οὐ γὰρ ἠθέλησε τιμῆσαι 70.744 τῇ πίστει τὸν Λυτρωτήν. Πλὴν ἡ μάχαιρα μετὰ κρί- σεως, ἤτοι μετὰ δικαιοκρισίας· οὐ γὰρ ἁπλῶς, ἢ ἀδιακρίτως, καὶ οἷον ἄρδην ἀπόλωλεν ὁ Ἰσραὴλ, ἀλλὰ σέσωται τὸ κατάλειμμα διὰ πίστεως, δηλονότι τῆς εἰς Χριστόν. Κέκληνται γὰρ καὶ ἐξ Ἰουδαίας οὐκ εὐαρίθμητοι, καὶ πεπιστεύκασιν εἰς Χριστόν. Ἐπὶ δὲ τοῖς ἀπειθήκασιν ἐνεπλήσθη αἵματος ἡ τοῦ Κυρίου μάχαιρα, τοῦτ' ἔστιν, ἡ ὀργὴ μονονουχὶ κατασφά- ξασα, καὶ οἷόν τινας κριοὺς, καὶ ταύρους ἁδροὺς καὶ πίονας καταστρώσασα, οἷς ἂν εἰκότως λέγοιτο πρὸς ἡμῶν· "6Ἄγε νῦν, οἱ πλούσιοι, κλαύσατε, ὀλολύξαντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις."6 Προσεποίσομεν δὲ τούτοις τὸ, Ἐτρυφήσατε, ἐνσπατα-λήσατε ἐπὶ τῆς γῆς, ἐθρέψατε τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγῆς. Τοιοῦτοι γὰρ γεγόνασιν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καταβοσκόμενοι μὲν τρόπον τινὰ τόπον πίονα καὶ εὐρύχωρον τὰς ἐκ τῶν λαῶν καρποφορίας· καταπιανθέντες δὲ ὥσπερ ταῖς παρὰ πάντων τιμαῖς. Ἀλλ' ὡς κριοὶ καὶ ταῦροι πεπτώκασι, τῇ τοῦ Κυρίου μαχαίρᾳ περιπεσόντες οἱ δεί- λαοι. 9Ὅτι θυσία Κυρίῳ ἐν Βοσὸρ, καὶ σφαγὴ μεγάλη ἐν τῇ Ἰδουμαίᾳ· καὶ συμπεσοῦνται οἱ ἁδροὶ μετ' αὐτῶν, καὶ οἱ κριοὶ, καὶ οἱ ταῦροι, καὶ μεθυσθή- σεται ἡ γῆ ἀπὸ τοῦ αἵματος, καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται.9 Βοσὸρ ἑρμηνεύεται συνοχὴ, καὶ ὀχύρωσις, καὶ εὐ- αγγελισμὸς, καὶ μέν τοι καὶ σάρξ. Τὴν τοίνυν Ἰδου- μαίαν καὶ Βοσὸρ ὀνομάζει, ἵνα νοήσῃς σαρκίνην, ἢ συνησχημένην, τοῦτ' ἔστι, πολιορκηθεῖσαν· ἤγουν εὐ- αγγγελισμὸν, εὐηγγελίσατο γὰρ ἐν αὐτῇ Χριστός. Προσθείην δ' ἂν, ὅτι καὶ ὀχύρωσις· Κύριος γὰρ ἧν κύκλῳ αὐτῆς, καὶ κύκλῳ τοῦ λαοῦ αὐτοῦ, καθὰ γέγραπται. Ἀλλ' ἐν ταύτῃ, φησὶ, θυσία τῷ Κυρίῳ. Τέθυνται γὰρ ταῖς τῶν πολιορκησάντων μαχαίραις, καὶ οὐκ εἰς ὀσμὴν εὐωδίας ἀναβαίνοντες τῷ Θεῷ, ἀλλ' εἰς κόρον τῆς καταπαιούσης αὐτοὺς μαχαίρας. Ὅτι δὲ οὐχὶ ἐν μόνῃ τῇ Ἰδουμαίᾳ δαπανηθήσεται