μάστιξε δ' ἐλάαν, καναχὴ δ' ἦν ἡμιονοῖϊν. αἵ δ' ἄμοτον τανύοντο. τουτέστιν εὐτόνως ἐκινοῦντο. (ῃερς. 83.) Ἄμοτον δὲ ὅτι τὸ ἐντελὲς κυρίως καὶ πληρέστατον ἐκ μεταφορᾶς σωμάτων ἢ τραυμάτων μὴ δεομένων μότου, καὶ ἐν ἄλλοις ἐῤῥέθη. (ῃερς. 85.) Ὅτι τὴν τοῦ πλύνειν διασκευὴν, οὕτω προάγει ὁ ποιητής. αἵ δ' ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέ' ἵκοντο. Ἔνθ' ἤτοι πλυνοὶ ἦσαν ἐπηετανοὶ, πολὺ δ' ὕδωρ καλὸν ὑπεκπρορέει μάλα περ ῥυπόωντα καθῆραι, ἔνθα ἡμιόνους μὲν, ὑπεκπροέλυσαν ἀπήνης. καὶ τοὺς μὲν, σεῦαν ποταμὸν παραδινήεντα, τρώγειν ἄγρωστιν μελιηδέα. αἵ δ' ἀπ' ἀπήνης εἵματα χερσὶν ἕλοντο, καὶ ἐσφόρεον μέλαν ὕδωρ. στεῖβον δ' ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι. αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα. ἑξείης πέτασαν παρὰ θῖν' ἁλός. ᾗχι μάλιστα λάϊγγας 1.240 ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα. τὰ μέντοι ἐφεξῆς στενολεσχῶν, ἐπάγει. αἱ δὲ, λοεσσάμεναι καὶ ἀλειψάμεναι λίπ' ἐλαίῳ δεῖπνον ἔπειθ' εἵλοντο παρ' ὄχθῃσι ποταμοῖο. (ῃερς. 198.) εἵματα δ' ἠελΐοιο μένον τερσήμεναι αὐγῇ. τουτέστι ξηρανθῆναι. ἡλίῳ μὲν γάρ φασι, ξηραίνεταί τι καὶ τέρσεται καθ' Ὅμηρον. ἀνέμῳ δὲ, ψύχεται καὶ ἀναψύχεται. (ῃερς. 85.) Περικαλλέα δὲ ῥοῦν ποταμοῦ λέγει, ἐπεὶ καὶ τὸ ὕδωρ ὑποκατιὼν, καλὸν ἔφη ἐν τῷ, πολύ δ' ὕδωρ καλόν. ὅπερ τὸν ποταμὸν περιφραστικῶς δηλοῖ. καθὰ καὶ τὸ πολὺ ἁλμυρὸν ὕδωρ, τὴν θάλασσαν. (ῃερς. 86.) Τῶν δὲ πλυνῶν ἡ ἐτυμολογία, ἐν τῷ, αὐτὰρ ἐπεὶ ἔπλυναν. βόθροι δὲ, οἱ πλυνοὶ ὥσπερ καὶ προεῤῥέθη, τουτέστιν ὀρύγματα. διὸ ἐπηετανοὺς αὐτοὺς εἶπεν, ὡς δι' ὅλου ἔτους κοίλους μένοντας, καὶ μὴ ἀναπληρουμένους οἷα εἰκὸς πάσχειν τὰ βεβοθρευμένα δι' ὀρύξεως. ἕτερος δέ που ποταμὸς, λαΐνους ἔχει πλυνούς. εἰκὸς δὲ, ἀλλαχοῦ καὶ ξυλίνους εἶναι. οὐκ ἐξ ἀνάγκης δὲ πλυνὸς ἔνθα τι πλύνεται, εἴγε λάϊγγας ποτὶ χέρσον ἀποπλύνει θάλασσα. Ἐν δὲ τῷ, πολὺ ὕδωρ καὶ ἐσφόρεον μέλαν ὕδωρ, ἐκτείνεται τὸ ˉυ. ἀλλαχοῦ δὲ, οὐχ' οὕτως. οἷον ἐν τῷ, γίνετο δ' ὑγρὸν ὕδωρ. καὶ, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ. Ἐν δὲ τῷ (ῃερς. 87.) ὑπεκπρορέει, καὶ (ῃερς. 88.) ὑπεκπροέλυσαν ἀπήνης, οὐκ ἀλόγιστος ἡ ὁμοιότης τῆς τῶν ἐπαλλήλων προθέσεων συνθέσεως. ἐν μὲν γὰρ τῷ ὑπεκπρορέειν, ἡ μὲν ὑπˉο, τὴν κάτωθέν ποθεν ἀνάδοσιν δηλοῖ τοῦ ὕδατος. ἡ δὲ ˉεκ, τὴν ἔξοδον αὐτοῦ. ἡ δὲ πρˉο, τὴν αὐτοῦ πρόοδον, οὕτω δὲ καὶ ἐν τῷ, ὑπεκπροέλυσαν ἀπήνης, λέγει ὅτι τοὺς ἐζευγμένους ἡμιόνους ὑπὸ τῇ ἀπήνῃ, ἔξω ζυγοῦ ἀγαγόντες, προέρχεσθαι ἀφῆκαν εἰς νομήν. (ῃερς. 87.) Ἐν δὲ τῷ, μάλα περ ῥυπόωντα καθῆραι, ὕδατός φασι μέμνηται ὁ ποιητὴς ῥυπτικοῦ. λέγοντες καὶ ὅτι Πινδάρου τὸ ὕδωρ ἄριστον πάντων εἰπόντος, Ὅμηρος ἄλλως αὐτὸ σεμνύνων, τροφιμώτατόν τε οἶδεν ἐκεῖνο ἐν οἷς αἰγείρων ὑδατοτροφέων ἄλσος λέγει. καὶ τὸ διαυγὲς αὐτοῦ ἐπαινεῖ ἐν τῷ, κρῆναι πίσυρες ῥέον ὕδατι λευκῷ. καὶ τὸ κοῦφον, ἱμερτὸν καλεῖ, ὡς τὸν Τιταρήσιον ὃς τῷ Πηνειῷ ἐπιτρέχει. τὸ γλυκερόν τε ὕδωρ φιλεῖ. καὶ τὴν τοῦ χλιαροῦ φύσιν ἀγαθὴν οἶδε πρὸς τραύματα. διὸ τὸν Εὐρύπυλον τοιούτῳ καταιονεῖ πρὸς παρηγορίαν ὀδύνης. ὅπου γε εἰ ἐπισχεῖν φασιν ἔδει αἱμοῤῥαγίαν, τὸ ψυχρὸν ἐπιτήδειον ἦν, ὡς συστρέφον καὶ συσφίγγον. Τοῦ δὲ ῥυπόωντα ἡ συζυγία, δευτέρα τῶν περισπωμένων ἐστὶν ὅτε κοινογραφεῖται, ὡς δῆλον ἐκ τοῦ, τί ποτε οἰόμεθα τοὺς πάλαι ποτε Πυθαγοριστὰς ῥυπᾶν. ὁ Ἀθήναιος δὲ οὕτω γράφει, ὅτι δὲ καὶ ῥυπῶ ῥυπώσω ἐστὶν ἐν τρίτῃ συζυγίᾳ, ἐδήλωσεν Ὅμηρος ἐν τῷ, τά μοι ῥερυπωμένα κεῖται. (ῃερς. 89.) ∆ινήεις δὲ ποταμὸς, ὁ καὶ αὐτὸς ὡς πολλαχοῦ φαίνεται δινούμενός που καθὰ καὶ ἡ θάλασσα, ἤτοι δίνας ἔχων. διὸ ἐρεῖ. βαθείῃ δ' ἔμβαλε δίνῃ. (ῃερς. 90.) Τὸ δὲ τρώγειν, ὠνοματοπεποίηται ἐπὶ ἀλόγων, τραχύτητα ἔχον καὶ ἑτερότητα πολλὴν πρὸς τὸ ἐσθίειν ὅπερ ἐπὶ λογικῶν μάλιστα λέγεται. δῆλον δὲ ὡς ἐκ τοῦ τρώγειν οὗ δεύτερος ἀόριστος τὸ ἔτραγον, καὶ τράγος γίνεται, ζῷον τοῦτο βορώτατον, ὡς ἡ ἐνάργεια δηλοῖ. ἵνα ᾖ τράγος, ὁ ὡς εἰπεῖν φάγος. παράγωγα δὲ τοῦ τρώγειν καὶ τοῦ τραγεῖν, καὶ τὰ τρωγάλια καὶ τὸ τράγημα καὶ τὸ αὐτοῦ ῥῆμα τὸ τραγηματίζω, περὶ ὧν προδεδήλωται. ἀναλογία δὲ τραγήματος. ὡς φαγήματος. ἵνα ᾖ τραγῶ τραγήσω