273
αὐτὸς ἀντιστρατεύεσθαι ἐκείνῳ ἀπεγίνωσκεν, ᾔδει γὰρ λόγου ἄξιον διαπραξόμενος οὐδὲν, οὐδὲ πρὸς τοιοῦτον ἀνταγωνιστὴν ἀξιόχρεως ἐσόμενος αὐτὸς, τῇ δὲ ἐκ Βυζαντίου καὶ Θρᾴκης στρατιᾷ οὐκ ὀλίγῃ οὔσῃ Ἀνδρόνικόν τε Παλαιολόγον τὸν γαμβρὸν καὶ Θωμᾶν τὸν Παλαιολόγον ἐπιστήσας στρατηγοὺς, ἐκέλευεν ἐκείνῳ ἑπομένους βλάπτειν, εἴ τι δύναιντο, φυλαττομένους μᾶλλον, μὴ κακῶς αὐτοὶ παθεῖν. αὐτὸς δὲ τοῦ μὴ δοκεῖν ἀργὸς καθῆσθαι τῶν ὅλων ἔχων τὴν ἀρχὴν, ἑβδομήκοντα νεῶν στόλον ἐξηρτύετο, ὡς ἐκ θαλάσσης πολεμήσων. δαπάνη δὲ ἦν αὐτῷ πρὸς τὰς τριήρεις τὰ βασιλέως χρήματα, ἃ ἐκρύπτετο ἐν Βυζαντίῳ. καίτοι γε αὐτοῦ πάντες πολλὴν κατεγίνωσκον ἀβελτηρίαν, εἰ πρὸς ἠπειρῶτιν στρατιὰν ἐκ θαλάττης αὐτὸς ἀντιτάττεσθαι παρασκευάζοιτο καὶ χρήματα τοσαῦτα οὐκ εἰς δέον ἀναλίσκοι. τὸ δ' ἀπέβαινεν ἐναντίως, ἢ ἄν τις ἐκ τῶν πραγμάτων στοχαζόμενος ᾠήθη. πλεῖστα γὰρ ἔβλαψε τὰ Καντακουζηνοῦ τοῦ βασιλέως πράγματα, εἰς Θεσσαλονίκην οὐκ ἐκ προνοίας ἰδίας, ἀλλὰ κατὰ τύχην ἀφιγμένος. ταῦτα μὲν οὖν ὕστερον εἰρήσεται. λζʹ. Βασιλεὺς δὲ ὁ Καντακουζηνὸς ἐπεὶ Περιθεώριον ἑλεῖν οὐκ ἠδυνήθη, ἀναγκαῖον δὴ ἡγεῖτο πρὸς Θεσσαλονίκην τὴν ταχίστην ἀφικέσθαι, δεῖν ἔγνω πρότερον πρωτοστράτορι μηνύειν τὴν ἐπιδημίαν. εἰδὼς δὲ, ὡς Συργὴς στρατιώτας πέμψας φυλάττει τὰς ὁδοὺς τοῦ μὴ λαθόντα τινὰ ἀγγελίας 2.226 ἔκ τινος αὐτῷ κομίζειν, τοιοῦτόν τι πρὸς τὴν ἐκείνου πονηρίαν ἀντιτεχνᾶται. τῶν στρατιωτῶν δυσὶ τὸν μὲν ἐκέλευεν ἀποδυθέντα καὶ περιαγκωνίσαντα ἑαυτὸν ἄγεσθαι δεσμώτην, τὸν ἕτερον δὲ ἄγειν. εἰ δὲ οἱ τὰς ὁδοὺς τηροῦντες περιτύχοιεν, τὸν ἄγοντα φάσκειν, ὡς τὸν ἵππον ἀπολωλεκὼς, τὸν μὲν οὐχ εὕροι, τὸν χαλινὸν δὲ παρὰ τἀνδρὶ τουτωΐ· ἀπαιτοῦντα δὲ καὶ τὸν ἵππον, μὴ ἀποδιδόναι, ἀλλὰ τὸν χαλινὸν μόνον εὑρηκέναι παρὰ τὴν ὁδὸν διισχυρίζεσθαι. οὗ δὴ χάριν δήσαντα, ἄγειν πρὸς τὸν βασιλέως θεῖον, ὅπως παρ' ἐκείνου βασανιζόμενος ἀποδοίη καὶ τὸν ἵππον. ἐκέλευε δὲ καὶ τὸν δεσμώτην τῷ ἄγοντι τὰ ἴσα συνομολογεῖν. τοῦτον δὲ τὸν τρόπον παρελθόντας τοὺς φυλάσσοντας, ἔπειτα ἕκαστον οἷ προσετέτακτο ἀποχωρεῖν. οἱ μὲν οὖν ἐποίουν κατὰ τὰ κεκελευσμένα καὶ διαλαθόντες τοὺς ἐπὶ τὴν φυλακὴν τεταγμένους τῶν ὁδῶν, ἧκον πρὸς πρωτοστράτορα ἐν Θεσσαλονίκῃ. βασιλεὺς δὲ, ὡς μάλιστα ἐνῆν, τὸ νῦν μὲν Πολύστυλον, ἐν τοῖς Ἑλληνικοῖς δὲ χρόνοις Ἄβδηραν ὠνομασμένον, πολίχνιον παράλιον ὂν, ὑπ' αὐτοῦ τε ᾠκοδομημένον πρότερον καὶ τότε διὰ τὴν ἀρχαίαν εὔνοιαν οὐκ ἀποστὰν, πολλῆς προνοίας ἀξιώσας, σῖτόν τε αὐτοῖς ἐπιχορηγήσας καὶ στρατιώτας πρὸς ἐπικουρίαν, αὐτὸς τὴν ἄλλην ἔχων στρατιὰν, τὸ παρὰ τὴν Χριστούπολιν τείχισμα διελθὼν, ἐστρατοπέδευσεν ἐν Φιλίπποις. ἔπειτα ὡς ἐκεῖθεν ἀναστὰς εἴχετο τῆς ὁδοῦ, συντυγχάνει τῷ τε παρ' αὐτοῦ πρὸς πρωτοστράτορα ἀπεσταλμένῳ 2.227 πρότερον καὶ ἑτέρῳ τῶν ἐκείνου οἰκετῶν, οἳ γράμματα ἐκ πρωτοστράτορος παρεῖχον, ἃ ἐμήνυε, μὴ νῦν ἥκειν παρ' αὐτὸν, ὡς Θεσσαλονίκην οὐ δυνάμενον παραδιδόναι· ἀλλὰ Χρέλην πρότερον καὶ τὴν ἐκείνου δύναμιν προσεταιρίζεσθαι, ἔπειτα ἥκειν πρὸς αὐτόν. βασιλεῖ δὲ εὐθὺς μὲν, ὡς οὐ κατὰ γνώμην τὰ πράγματα ἀπήντα, δεινὰ εἰσῄει ὑποπτεύειν, ὅμως δὲ ἀναγκαίως πρόσω χωρεῖν ἔκρινε μᾶλλον δεῖν. καὶ περὶ τὴν ∆ράμαν ἐλθὼν, ἐστρατοπέδευσε πρός τινα κώμην Κωδωνιανὴν προσαγορευομένην. πρωτοστράτωρ δὲ καὶ ἄλλως μὲν πρὸς τοὺς ἐν Θεσσαλονίκῃ Ζηλωτὰς ὑπέφριττε καὶ μαλακώτερον ἥπτετο τῶν πραγμάτων ἀμφίβολος ὢν καὶ οὐκ ἐτόλμα καθαρῶς πρὸς τοὺς ἀγῶνας ἀποδύεσθαι· τότε δὲ μάλιστα ἐκ Βυζαντίου πέμπουσα ἐθορύβει ἡ γυνὴ, φάσκουσα, ὡς τοῖς ἐνταῦθα ἄρχουσιν, ὅτι Καντακουζηνῷ διαλέγοιτο πεπυσμένοις, δεινότατα αὐτῇ τε καὶ παισὶ καὶ οἰκείοις ἀπειληθείη, εἰ μὴ παύοιτο τοιαῦτα κακουργῶν· ἃ φυλάττεσθαι ἐδεῖτο, μὴ κακῶν αὐτοῖς ἀνηκέστων αἴτιος καταστῇ. ὧν ἕνεκα καὶ αὐτὸς τὴν ἄφιξιν ἀπηγόρευε τῷ βασιλεῖ, τὴν Χρέλη προφασιζόμενος ἑταιρείαν, ὡς ἐν τῷ μεταξὺ χρόνῳ τὰ μάλιστα λυσιτελοῦντα ἑαυτῷ σκεψόμενος. ἐν ᾧ δὲ ὁ