273
Μαμερτῖνοι ὡς ἀδικοῦντος αὐτοῦ νεωτερίσωσιν, ηλθεν εἰς τὴν ἐκκλησίαν. καὶ πολλῶν ὑπ' ἀμφοῖν μάτην λεχθέντων συνήρπασέ τις τῶν ̔Ρωμαίων αὐτὸν καὶ ἐνέβαλεν εἰς τὸ δεσμωτήριον, συνεπαινούντων τῶν Μαμερτίνων. Καὶ ὁ μὲν ουτως ολην ἀνάγκῃ τὴν Μεσσήνην ἐξέλιπεν, οἱ Καρχηδόνιοι δὲ ἐκόλασαν μὲν τὸν Αννωνα, κήρυκα δὲ τοῖς ̔Ρωμαίοις επεμψαν τήν τε Μεσσήνην ἐκλιπεῖν κελεύοντες καὶ ἐκ πάσης ἀπελθεῖν Σικελίας ἐν ἡμέρᾳ ῥητῇ· καὶ στρατιὰν ἀπεστάλκασιν. ὡς δ' οὐκ ἐπείθοντο οἱ ̔Ρωμαῖοι, τούς τε μισθοφοροῦντας παρ' αὐτοῖς ἐξ ̓Ιταλίας ἀπέκτειναν καὶ τῇ Μεσσήνῃ προσέβαλον, συνῆν δὲ καὶ ὁ ̔Ιέρων αὐτοῖς, καὶ τὴν πόλιν ἐπολιόρκουν καὶ τὸν πορθμὸν ἐφύλασσον, ὡς μήτε στράτευμα μήτε σῖτος αὐτοῖς κομισθῇ. ο μαθὼν ὁ υπατος ηδη πλησιάζων, ὡς ευρε συχνοὺς αὐτῶν πολλαχῇ κατὰ πρόφασιν ἐμπορίας ἐλλιμενίζοντας, ἐξηπάτησε σφᾶς οπως διέλθῃ τὸν πορθμὸν ἀσφαλῶς, καὶ ελαθε νυκτὸς τῇ Σικελίᾳ προσορμισάμενος. καὶ προσπλεύσας οὐ πόρρω τοῦ στρατοπέδου τοῦ ̔Ιέρωνος αὐτίκα συνέμιξε, νομίζων φοβερώτατος αὐτοῖς ἐκ τοῦ ἀθρόου φανήσεσθαι. ἀντεπεξελθόντων δ' αὐτῶν τὸ μὲν τῶν ̔Ρω2.199 μαίων ἱππικὸν ἠλαττώθη, τὸ δ' ὁπλιτικὸν ὑπερέσχε. καὶ ὁ ̔Ιέρων τότε μὲν εἰς τὰ ορη, ἐς δὲ τὰς Συρακούσας υστερον ἀπεχώρησεν. ̔Ο ουν Κλαύδιος, ἀποχωρήσαντος τοῦ ̔Ιέρωνος καὶ τῶν Μαμερτίνων διὰ τὴν παρουσίαν αὐτοῦ ἀναθαρσησάντων, ἐπῆλθε τοῖς Καρχηδονίοις μονωθεῖσιν ηδη, καὶ τῷ σφῶν προσέβαλε χαρακώματι, οντι οιον ἐν χερρονήσῳ. ἐντεῦθεν μὲν γὰρ ἡ θάλασσα τοῦτο συνεῖχεν, ἐντεῦθεν δ' ελη τινὰ δυσδιάβατα· ἐπὶ δὲ τὸν αὐχένα, δι' ουπερ μόνου εἰσῄεσαν στενοτάτου τυγχάνοντος, ἐπεποίητο διατείχισμα. βιαζόμενοι ουν πρὸς ταῦτα οἱ ̔Ρωμαῖοι ἐταλαιπώρησαν καὶ βαλλόμενοι ἀνεχώρησαν. οἱ δὲ Λίβυες θαρσήσαντες ἐπεξῆλθον, καὶ ὡς φεύγοντας ἐπιδιώκοντες εξω προεληλύθεισαν τῶν στενῶν· κἀνταῦθα ἐπιστραφέντες οἱ ̔Ρωμαῖοι αὐτοὺς ἐτρέψαντο καὶ πολλοὺς ἀπέκτειναν, ωστε αὐτοὺς μηκέτι τοῦ στρατοπέδου προελθεῖν παρ' οσον ην ἐν Μεσσήνῃ ὁ Κλαύδιος. ὁ δὲ βιάσασθαι τὴν πρόσοδον μὴ τολμῶν, πρὸς τὰς Συρακούσας καὶ τὸν ̔Ιέρωνα ἐτράπετο, φυλακὴν ἐν τῇ Μεσσήνῃ καταλιπών. καὶ προσέβαλλέ τε αὐτὸς τῷ αστει κἀκεῖνοί ποτε ἐπεξῄεσαν· καὶ οτε μὲν ἐκράτουν, οτε δ' ἐκρατοῦντο ἑκάτεροι. καί ποτε ἐν χωρίῳ στενῷ ὁ υπατος γεγονὼς ἑάλω αν, εἰ μὴ πρὸ τοῦ περισχεθῆναι επεμψε πρὸς τὸν ̔Ιέρωνα, εἰς συμβάσεις δή τινας αὐτὸν προκαλούμενος. ουτω γὰρ ἐλθόντος τινὸς πρὸς ον εμελλε συμβήσεσθαι, διελέγετό τε αὐτῷ καὶ ὑπαπῄει, μέχρις ου πρὸς τὸ ἀσφαλὲς ἀπεχώρησε. τῆς δὲ πόλεως ῥᾳδίως ἁλῶναι μὴ δυναμένης, καὶ τῆς προσεδρείας ἀπόρου διὰ σπάνιν ουσης σιτίων καὶ διὰ νόσον τῆς στρατιᾶς, ἀπανέστη· καὶ οἱ Συρακούσιοι ειποντο καὶ ἐς λόγους τοῖς σκεδαννυμένοις ῃεσαν, 2.200 καὶ ἐσπείσαντο αν, εἰ καὶ ὁ ̔Ιέρων συμβῆναι ἠθέλησεν. ὁ δὲ υπατος φρουρὰν ἐν τῇ Μεσσήνῃ καταλιπὼν ἀπέπλευσεν εἰς τὸ ̔Ρήγιον. Οἱ ̔Ρωμαῖοι δέ, ἐπεὶ τὰ Τυρσηνικὰ καθειστήκει καὶ τὰ ἐν τῇ ̓Ιταλίᾳ ἀκριβῶς εἰρήνουν, τὰ δὲ τῶν Καρχηδονίων ἐπὶ πλέον συνίστατο, αμφω τοὺς ὑπάτους ἐς τὴν Σικελίαν ἐκστρατεῦσαι ἐκέλευσαν. περαιωθέντες ουν ο τε Μάξιμος Οὐαλέριος καὶ ̓Οτακίλιος Κράσσος, καὶ διὰ τῆς νήσου ὁμοῦ τε καὶ διχῇ πορευόμενοι, πολλοὺς ὁμολογίᾳ παρεστήσαντο. ὡς δὲ τὰ πλείω ᾠκείωντο, πρὸς τὰς Συρακούσας ωρμησαν. καὶ ὁ ̔Ιέρων φοβηθεὶς διεκηρυκεύσατο σφίσι, τὰς πόλεις τε ας ἀφῄρηντο ἀποδιδοὺς καὶ χρήματα ὑπισχνούμενος καὶ τοὺς αἰχμαλώτους ἐλευθερῶν. καὶ ετυχεν ἐπὶ τούτοις σπονδῶν· οἱ γὰρ υπατοι ῥᾷον μετ' αὐτοῦ καταστρέψασθαι τοὺς Καρχηδονίους ἐνόμισαν. συμβάντες δ' αὐτῷ πρὸς τὰς λοιπὰς πόλεις ὑπὸ Καρχηδονίων φρουρουμένας ἐτράποντο. καὶ τῶν μὲν αλλων ἀπεκρούσθησαν, Εγεσταν δ' ἑκουσίαν ελαβον. διὰ γὰρ τὴν πρὸς ̔Ρωμαίους οἰκείωσιν οἱ ἐν αὐτῇ, ἀπὸ τοῦ Αἰνείου λέγοντες γεγονέναι, προσεχώρησαν αὐτοῖς, τοὺς Καρχηδονίους φονεύσαντες. Καὶ οἱ μὲν υπατοι διὰ τὸν χειμῶνα εἰς τὸ ̔Ρήγιον ἀπῆραν, Καρχηδόνιοι δὲ εἰς Σαρδὼ τὸ πλεῖον ἐκόμισαν τοῦ