273
τὸ κατάκριμα καὶ ἡ καταδίκη. ὡς τό· κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει. κρίμα τὸ δίκαιον, ὡς τό· κρίμα δίκαιον κρίνατε. καὶ οἱ ἐξητασμένοι τοῦ θεοῦ λόγοι. Κρησφύγeta. φρούρια τινὰ ουτω λεγόμενα, ἐν οις ἐκρύπτοντο οἱ νησιῶται τὸν Μίνωα φεύγοντες. παρὰ τὸ Κρῆτα αὐτὸν ειναι. τὸ ουν κρησφύγετον ελεγον χρήσιμον τοῖς φεύγουσιν εἰς τὸ κρύπτεσθαι. kappa.1257 †Κροκύλιον. πόλις.† Κρόμυον. παρὰ τὸ τὰς κόρας μύειν ἐσθιόντων αὐτό. δριμὺ γάρ ἐστι. †Κροκύλειον. κροκίδιον.† †Κρύοσ. ψύχος· παγετός.† †Κρώσσιον. ἡ στάμνος.† Κρῶφι καὶ Μῶφι. ὀνόματα ὀρῶν. Κρύοσ. παρὰ τὴν γενομένην κροῦσιν τῶν ὀδόντων ἐν τῷ ψύχει, κροῦος καὶ κρύος. Κρυπτάδια. οἱονεὶ κρυφαῖα, λαθρίδια. ἐκ τοῦ κρύπτω κρυπτάδιον. Κρέασ. παρὰ τὸ κείρω, τὸ κόπτω. ( ̔Ρῆμα.) Κρατῶ. παρὰ τὸ κράτος· τοῦτο παρὰ τὸ κάρα· ὁ γὰρ κρατῶν καὶ αρχων ἐκεῖνος ἐστὶ κεφαλή. Κραδαίνει. τὸ σείει. Κρατυνθέν. βεβαιωθέν. Κραίνω. τελειῶ, ἀποπληρῶ. παρὰ τὸ κάρα καραίνω, ὡς χεῖμα χειμαίνω, καὶ συγκοπῇ κραίkappa.1258 νω. κυρίως δὲ ἡ λέξις ἐπὶ τοῦ τελειοῦσθαι καὶ τῇ κεφαλῇ κάτω νεύειν τὸν ὑποσχόμενον. Κρεοδοτῶ. κρεωδαιτῶ δὲ μέγα καὶ δίφθογγον. Κρεωνομῶ. Κρητίζει. ψεύδεται. ψεῦσται γὰρ οἱ Κρῆτες. Κρηφαγεῖν. τὸ κρέας ἐσθίειν. Κρήμνη. ἐκρήμνα. ἐκ τοῦ κρήμνημι, κρημνίζω. Κρηῆναι καὶ κρήηνον. ἀντὶ τοῦ τελείωσον καὶ πλήρωσον. εστι κραίνω, κρανῶ, εκρανα, τὸ ἀπαρέμφατον κρᾶναι, καὶ κρῆναι, ἰωνικῶς, καὶ πλεονασμῷ τοῦ ˉη κρηῆναι· τὸ προστακτικὸν κρῆνον, κρήηνον. Κρίνοντεσ. ἀντὶ τοῦ κατακρίνοντες. †ὡς ἐν τῷ εὐαγγελίῳ· κρίνοντες† τὰς δώδεκα φυλὰς τοῦ ̓Ισραήλ. Κρίνε. ἀντὶ τοῦ χώριζε. Κρίκε. συνεσχέθη. η ἀντὶ τοῦ ἐψόφησεν, ηχησεν, ποιὸν ηχον ἀπετέλεσεν. ἀπὸ τοῦ θέματος τοῦ κρίζω. καὶ κριγὴ ῥηματικὸν ονομα, οιον· κριγὴ δὲ νεκρῶν αγγελός τε καὶ κήρυξ. kappa.1259 Κροτήσατε. ἀλαλάξατε, βοήσατε. Κροαίνειν. τοῖς ποσὶ κρούειν, πηδᾷν. κροαίνειν κατὰ πεδίου. †Κρυαίνει. ἱμείρει.† †Κρυμῶσα. ῥιγῶσα.† Κρούειν. εστι ῥῆμα κρῶ, ου τὸ παράγωγον κρόω καὶ πλεονασμῷ τοῦ υ κρούω, ὡς ὀρῶ, ὀρόω, ὀρούω. κυρίως δὲ τὸ κρούειν ἐπὶ τῶν κερατοφόρων ζώων ειρηται. κορούειν γὰρ τὸ τοῖς κέρασι κρούειν καὶ παίειν, καὶ κατὰ συγκοπὴν κρούειν. ουτω Φίλων. Κρώζει. κράζει, ὡς κορώνη η κόραξ. †Κρῶσι. βοῶσι.† Κριθήσονται. ἀντὶ τοῦ κατακριθήσονται. καὶ ὁ ̓Απόστολος· διὰ νόμου κριθήσονται. καὶ κρινεῖ ἀντὶ τοῦ κατακρινεῖ. καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον, τελοῦσα δὲ τὸν διὰ γράμματος. Κρήτηθεν. ἀπὸ Κρήτης. Κρουνηδόν. δίκην κρουνοῦ. Κρύβδην. λαθραίως. kappa.1260 Τὸ Κ μετὰ τοῦ Τ. ( ̓Αρσενικόν.) Κτεὶς, κτενόσ. τὸ κτένιον. παρὰ τὸ ἐκτείνειν τὰς χεῖρας η τὰς τρίχας. κτεὶς δὲ ἐπὶ τοῦ θαλασσίου, παρὰ τὸ ἐκτείνεσθαι καὶ ἁπλοῦσθαι. Κτηνώδησ. ἀλογώτερος. Κτησίασ· Κτήσων, Κτήσωνος· Κτησίοχος· Κτησίδαμος· Κτησιφῶν, Κτησιφῶντος, καὶ Κτῖμος. ταῦτα ὀνόματα κύρια. τὸ Κτῖμος δὲ διὰ τοῦ ι. Κτήσιοσ. Ζεύς. Κτίλοσ. ὁ προηγούμενος τῶν προβάτων κριός. οἱονεὶ κίλος τὶς ων, πλεονασμῷ τοῦ τ κτίλος. παρὰ τὸ κίειν, ο ἐστι πορεύεσθαι. οἱ δὲ νεώτεροι τάσσουσι τὴν λέξιν ἐπὶ τοῦ εἰθισμένου γεγονότος ἡμέρου ζώου. η ἀπὸ τοῦ ικω, ἱκτός. ὡς τάσσω τακτὸς, καὶ πλέκω πλεκτός. ωσπερ ἀπὸ τοῦ πένθους γίνεται πενθίλος, καὶ ἀπὸ τοῦ ναῦς ναυτίλος, ουτως ουν καὶ ἱκτὸς ἱκτίλος, καὶ μετὰ τῆς ἐπάρσεως τοῦ ˉι κτίλος. τὸ μὲν πρῶτον Ωρος ὁ Μιλήσιος, τοῦτο δὲ ̔Ηρωδιανός. Κτείσ. παρὰ τὸ κτείνειν τοὺς φθεῖρας. Κτόνοσ. ὁ φόνος. ἐξ ου καὶ κτιννύω, τὸ φονεύω. kappa.1261 Κτύποσ. παρὰ τὸ τύπτω, τύπος, καὶ πλεονασμῷ τοῦ κ κτύπος. τὰ γὰρ τυπτόμενα ψοφεῖ. †Κτηνεία.† Κτῆσισ. ἡ περιουσία, ὁ πλοῦτος. Κτιδέα. ειδος περικεφαλαίας ἐξ ικτιδος δέρματος. ικτις δὲ ζῶον γαλῇ παραπλήσιον. καὶ κτιδιώτις τέχνη τῆς περικεφαλαίας. Κτίσισ. ὁ κόσμος. πᾶσα ἡ τοῦ θεοῦ κτίσις διαιρεῖται εἰς εξ· εἰς ἀόρατα λογικά· εἰς σύνθετα λογικά· εἰς σύνθετα αλογα· εἰς αὐξητικὰ καὶ γεννητικά· εἰς ἐκπορευτὰ καὶ κινητά· εἰς ἀναισθητὰ καὶ ἀκίνητα. Κτητήν. ἀγοραστήν. ̔Ησίοδος· κτητὴν, οὐ γαμετήν-. Κτέαρ. τὸ κτῆμα. καὶ κλίνεται κτέατος. Κτένιον. ἐν ῳ κτείνομεν τοὺς φθεῖρας. καὶ τὸ