273
ἡμέρᾳ πολέμου, καὶ μητέρα ἐπὶ τέκνοις ἠδάφισαν.» «Ἐξεδίκησας μετὰ δυνάμεώς σου τοὺς ἀρχηγοὺς τῶν ἁμαρτωλῶν, τοὺς πεποιθότας ἐν τῇ αὐθαδείᾳ αὐτῶν.» 96.328 «Οὐαὶ ὁ λέγων ἐν τῇ καρδίᾳ αὐτοῦ, Τίς με κατάξει ἐπὶ τὴν γῆν;» «Ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη, καὶ οὐκ ἠβούλεσθε ἀκούειν, ἀλλ' εἴπατε, ἐφ' ἵππων φευξόμεθα.» «Ἐπικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ ἐπ' αὐτόν. Καὶ ἀπὸ Κυρίου ἀποστελεῖ καρδίαν αὐτοῦ.» «Μὴ ἐξακολούθει τῇ ψυχῇ σου, καὶ τῇ ἰσχύϊ σου, καὶ μὴ εἴπῃς· Τίς με δυναστεύσει; Ὁ γὰρ Κύριος ἐκδικῶν ἐκδικήσει. Μὴ ἐπίχαιρε ἐπὶ τοῖς χρήμασί σου.» Ὁ τὸν ἐξ ἀδικίας ἠθροισμένον πλοῦτον ἑαυτῷ πρὸς ἰσχὺν καὶ τοῦ κρατεῖν ἀφορμὴν εἶναι κρίνων, ὅμοιός ἐστιν ὁ τοιοῦτος ἀῤῥώστῳ ἐν τῇ περιουσίᾳ νόσου τὴν εὐεξίαν τιθεμένῳ. Ὁ ἐλπίζων εἰς ἑαυτὸν, κίνδυνον ἔχει ὑποπεσεῖν ἐν τῇ κατάρᾳ τῇ λεγούσῃ· Ἐπικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ· τοῦ Λόγου τὸ ἐφ' ἑαυτῷ πεποιθέναι ἀπαγορεύοντος, ἑκάτερον δὲ αὐτῶν ἀποστασίαν ἀπὸ Κυρίου ὀνομάζοντος. Καὶ τὸ τέλος ἀμφοτέρων ἔσται ὡς ἀγριομυρίκη ἡ ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ὄψονται ἀγαθά. Ὃς πορεύεται ἐπὶ χειρῶν, ἀκάθαρτος. Ἐπὶ χειρῶν δὲ πορεύεται ὁ ταῖς χερσὶν ἐπερειδόμενος, καὶ πᾶσαν ἐπ' αὐταῖς ἔχων τὴν πεποίθησιν. Οὐδεὶς τῶν μὴ ἐλπιζόντων εἰς Θεὸν λογικῆς ἐστι φύσεως, ὅτι μόνος ὁ εὔελπις, ἄνθρωπος. Ὥστε κατὰ τὰ ἐναντία, δύσελπις, οὐκ ἄνθρωπος.
ΣΤΟΙΧΕΙΟΝ Ρ. ΤΙΤΛ. Αʹ. -Περὶ ῥεμβομένων. «Ἴδετε, ὅτι πάντες ἐκτετύφλωνται, καὶ οὐκ
ἔγνωσαν φρόνησιν. Πάντες οὖν οὗτοι, κύνες ἐννεοὶ, οὐ δυνάμενοι ὑλακτεῖν. Ἐνυπνιαζόμενοι
κοίτῃ, φιλοῦντες νυσταγμόν· καὶ κύνες ἀναιδεῖς, καὶ οὐκ εἰδότες πλησμονήν· καὶ εἰσὶ πονηροὶ, καὶ οὐκ εἰδότες σύνεσιν· πάντες ταῖς ὁδοῖς αὐτῶν ἐπορεύθησαν, ἕκαστος κατὰ τὸ ἑαυτοῦ πλεονέκτημα.» «Ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.» «Υἱὸς πεπλανημένος αἰσχύνει μητέρα αὐτοῦ.» Ἴδιον τοῦτο ἀῤῥώστημα ἀργῆς καὶ ῥᾳθύμου ψυχῆς, ἐνύπνια βλέπειν ἐγρηγορότος τοῦ σώματος.
ΣΤΟΙΧΕΙΟΝ Σ.
ΤΙΤΛ. Αʹ. -Περὶ συμπαθείας, καὶ εὐσπλαγχνίας. «Ὁ σπλαγχνιζόμενος, ἐλεηθήσεται.» «Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ
τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομεν τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτὸς, τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου;» 96.329 «Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν.» Ὁ ὑπὲρ τῆς τοῦ πλησίον σωτηρίας θερμὸν ἀποστάξας δάκρυον, ἑαυτὸν ἐξιάσατο, δι' ὃ τὸν ἀδελφὸν ἀπωδύρατο. Φέρει παραμυθίαν ὀδυνωμένοις ἡ κοινωνία τῶν στεναγμῶν. Μέγα τῷ ἀτυχοῦντι φάρμακον, ἔλεος ἀπὸ ψυχῆς εἰσφερόμενος, καὶ τὸ συναλγεῖν γνησίως πολύ τι κουφίζει τῆς συμφορᾶς. Μέγα τὸ παρὰ τῶν συναλγούντων φάρμακον. Τὸ συναλγεῖν ἱκανὸν εἰς παραμυθίαν. Τὰς συμφορὰς ἐλεεῖν, οὐ μισεῖν, προσῆκεν. Μεμαθήκαμεν, ἄνθρωποι ὄντες, ἀνθρωποπαθεῖν.
ΤΙΤΛ. Βʹ. -Περὶ συμμέτρου καταστάσεως. «Ἐσθίειν μέλι πολὺ οὐ καλόν.» «Μὴ γίνου δίκαιος πολὺ, καὶ μὴ σοφίζου
περισσὰ, μήποτε ἐκπλαγῇς· καὶ μὴ ἀσεβήσῃς πολύ. Καὶ μὴ γίνου σκληρὸς, ἵνα μὴ