273
ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν;" Ταύτῃ τοι καὶ ὁ ∆εσπότης ἑαυτὸν ὠνόμασε θύραν, ὡς τῆς ἀρετῆς ποδηγὸν καὶ διδάσκαλον· "Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ θύρα τῶν προβάτων· ἐάν τις δι' ἐμοῦ εἰσ έλθῃ, εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑ ρήσει." Τοῦτο καὶ ἐνταῦθα ὁ προφητικὸς ἔφη λό γος· "Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύ σονται ἐν αὐτῇ." καʹ. "Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν." Ὑμνῶ σε τοιγαροῦν δεξάμενόν μου τὴν δέησιν, καὶ δεδωκότα τὴν σω τηρίαν. κβʹ. "Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας." Τοῦτο, κἂν μυριάκις ἀναισχυντῶσιν Ἰουδαῖοι, ἄλλῳ προσαρμό σαι οὐ δύνανται. Εἰ γὰρ τῶν διαιρεθεισῶν πάλαι φυλῶν ἡγεμόνευσε Ζοροβάβελ, ἀλλ' οὐκ ἐπὶ πλεῖστον διήρκεσεν. Ὁ δὲ ∆εσπότης Χριστὸς τοὺς δύο τοί χους, τοὺς ἀπ' ἀλλήλων ἑστῶτας ἐκ διαμέτρου, τοὺς ἐξ Ἰουδαίων φημὶ, καὶ τοὺς ἐξ ἐθνῶν πεπιστευκό τας, τοὺς μὲν δυσσεβείᾳ δουλεύοντας, τοὺς δὲ τοῦ νόμου τὸν ζυγὸν ἕλκοντας, καὶ εἰς ἓν συναγαγὼν τὰ διεστῶτα συνέζευξε, καὶ μίαν ἐξ ἀμφοτέρων συνήρ μοσεν Ἐκκλησίαν, γωνίαν τινὰ μιμησάμενος δύο τοίχους συνδέουσαν, καὶ πρὸς ἀλλήλους συνάπτου σαν. Τοῦτον μέντοι τὸν λίθον οἰκοδόμοι πάλαι ὄντες, Φαρισαῖοί τε καὶ Σαδδουκαῖοι, ἱερεῖς τε καὶ Γραμ ματεῖς, ἀπεδοκίμασαν, καὶ ἐσταύρωσαν· ἀλλ' "Ἐγέ νετο εἰς κεφαλὴν γωνίας," ἢ, κατὰ τὸν Σύμμα χον, ἀκρογωνιαῖος. Περὶ τούτου δὲ τοῦ λίθου καὶ διὰ Ἡσαΐου τοῦ προφήτου προεθέσπισεν ὁ Θεός· "Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογω νιαῖον, ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς, καὶ πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ. "Τοῦτο καὶ ὁ μακάριος ἔφη Παῦλος· "Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ." Τοῦτον εἶδε τὸν λίθον καὶ ὁ μακάριος ∆ανιὴλ τμηθέντα ἄνευ χειρῶν, τὸν ἀκοινώνητον τῆς Παρθένου διδασκόμενος τόκον. Τοῦτον εἶδε τὴν εἰκόνα συντρίψαντα, τουτ έστι τοῦ βίου τὴν ματαιότητα, καὶ ὄρος μέγα γενό μενον, καὶ τὴν οἰκουμένην καλύψαντα. κγʹ. "Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυ μαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν." Ταύτης δὲ τῆς χάριτος χορηγὸς ὁ Θεὸς, ἡμεῖς δὲ τὴν ἄῤῥητον αὐτοῦ φιλαν θρωπίαν θαυμάζομεν. κδʹ. "Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλ λιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ." Ἡμέραν 80.1817 ὑπὸ τοῦ Θεοῦ πεποιημένην καλεῖ, καθ' ἢν ὁ λίθος οὗτος ἀνέστη μετὰ τὸ πάθος. Εὐθὺς γὰρ μετὰ τὴν ἀνάστασιν, τοῖς ἱεροῖς ἐκέλευσεν ἀποστόλοις, πορευ θῆναι καὶ μαθητεῦσαι πάντα τὰ ἔθνη. ∆ιαφερόντως δὲ ταύτην ὑπὸ τοῦ Θεοῦ γεγενῆσθαι τὴν ἡμέραν ἔφη. Ἐπειδὴ γὰρ ἐξ ἀρχῆς τὸ φῶς ἐν αὐτῇ πεποίηκεν ὁ Θεὸς, καὶ τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάστασιν δεξα μένη, τοῦ τῆς δικαιοσύνης ἡλίου τὰς ἀκτῖνας εἰς πᾶ σαν τὴν οἰκουμένην κατέπεμψε. Καὶ τὸ φῶς δὲ δη μιουργήσας, φῶς τὴν ἡμέραν ἐκάλεσεν, ἄλλο δὲ οὐ δὲν κατ' ἐκείνην τὴν ἡμέραν πεποίηκεν. Αὕτη τοίνυν ἡ ἡμέρα μόνη, κατὰ τὴν πρώτην ἡμέραν, τὴν δη μιουργίαν ἐδέξατο τοῦ φωτός. Ἐν μὲν γὰρ τῇ δευ τέρᾳ πεποίηκε τὸ στερέωμα, ἐν δὲ τῇ τρίτῃ τὰ φυτὰ καὶ τὰ σπέρματα, καὶ ἐν ταῖς ἄλλαις ὁμοίως τὰ ἄλλα· ἐν δὲ τῇ πρώτῃ ἡμέρα τὸ φῶς· ἐκάλεσε δὲ τὸ φῶς ἡμέραν. Εἰκότως τοίνυν ἔφη, "Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶ μεν ἐν αὐτῇ," ἅτε δὴ ἐν αὐτῇ τῶν ἀγαθῶν δεξάμενοι τὰς πηγάς. κεʹ. "Ὦ Κύριε, σῶσον δὴ, ὦ Κύριε, εὐόδωσον δή." Καὶ εἰς τὸν ἔπειτα χρόνον, ὦ ∆έσποτα, παράσχου τὴν σωτηρίαν, καὶ τὴν πρὸς σὲ φέρουσαν ἡμῖν ὁδὸν ποίησον ῥᾳδίαν καὶ εὔπορον. κʹ. "Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυ ρίου." Ταύτην τῷ ∆εσπότῃ τὴν φωνὴν καὶ οἱ παῖδες προσήνεγκαν εἰς ἔλεγχον τῶν τὰ θεῖα λόγια διδά σκειν ὑπισχνουμένων, καὶ τὴν ἀληθῆ διάνοιαν συν ιδεῖν οὐ βουλομένων. Τῶν γὰρ Γραμματέων καὶ Φα ρισαίων Σαμαρείτην τὸν ∆εσπότην ἀποκαλούντων, οἱ παῖδες αὐτὸν εἶναι τὸν ἐρχόμενον καὶ εὐλογημέ νον ἀπεκάλουν, καὶ τὸ Ὡσαννὰ δὲ ὁμοίως ἐν τῇδε κεῖται τῇ προφητείᾳ· τὸ γὰρ σῶσον δὴ Ὡσαννὰ παρὰ τῷ Ἑβραίῳ κείμενον εὕρομεν. Ἐντεῦθεν δὲ καὶ ὁ μακάριος Ἰωάννης ὁ