273
ἔθετο εἰς πένθος μὲν ἐμοὶ τῷ ἁμαρτωλῷ σου πατρὶ εἴς τε αἰσχύνην τῆς ἀγγελικῆς σου ἀδελφότητος καὶ εἰς ἔπαρσιν καὶ αὔχημα τῷ διαβόλῳ. ὤ, τί γέγονεν; φεῦ, πῶς σε ἐχειρώσατο ὁ δράκων, εἰς οἷον δέ σε ἀπέρριψε βάθος δυσωδίας; τὸ φῶς γέγονας σκότος, ἡ Χριστοῦ εὐωδία δυσωδία, ὁ ἱερὸς μιαρός, ὁ τίμιος ἄτιμος, ὁ ἔνδοξος ἄδοξος, ὁ ἄσχετος τῷ δαίμονι χειροδέσμιος, ὁ φιλητὸς μισητός, τὸ πρόβατον Ἰησοῦ θηριάλωτον (προσθήσω τὰ μείζω), ὁ δεδιωγμένος ἕνεκεν τῆς δικαιοσύνης κατειλημμένος ὑπὸ τῆς ἁμαρτίας, ὁ ὁμολογητὴς ἀρνητής, ὁ τὸν μακαρισμὸν ἐπὶ κορυφῆς ὡς διάδημα φέρων ἀφῃρημένος τὸ θαυμαστὸν ὄνομα τοῦ μοναχοῦ. Οἴμοι, τίς ἀκούσας οὐ στενάξειεν, τίς δὲ κατανοῶν οὐ φρίξειεν; ᾔσχυνας τὸ μοναχικόν, ἐφόβησας τοὺς ἑστηκότας, ἐσάλευσας τοὺς ὀκλάζοντας, ἔπιες ποτήριον ἀνομίας, εἵλκυσας τὸ καθ' ἑαυτὸν τοὺς ὁμοταγεῖς ἀπογεύσασθαι τοῦ θανάτου. ὤ, καὶ αὖθις λέγω, τί πέπονθας ἐλεεινέ; πῶς ὁ ἑωσφόρος ἐσκοτίσθης; πῶς τὸ χρησιμεῦον σκεῦος συνετρίβης; οὐκ αἰδῇ κἂν τὸ ὄνομά σου, ὅτι, Εὐάρεστος καλούμενος, ∆υσάρεστος ἐχρημάτισας; οὐ πέρυσι ἧκες πρός με, ἐπεὶ καὶ πρὸς τὸν κῦριν τὸν ἀρχιεπίσκοπον, ὅλος ὑγιής, εὔθυμος, πρόθυμος, ὑπὲρ ἑτέρου μᾶλλον ἀδελφοῦ σου παρακλήτωρ καὶ ἀνορθωτής; πῶς ἐξάπινα ἐξέλιπες; πῶς ἀπετυφλώθης; πῶς ἠμνημόνησας καὶ θεοῦ καὶ ἡμῶν τῶν τε προηνυσμένων ἀσκητικῶν σου πόνων καὶ ἱδρώτων; ἐπεὶ ἦς καὶ τῶν χρησίμων, καὶ τῶν ἐν ταῖς ὑπερεχούσαις διακονίαις τεταγμένων. εἶτα τί; μικρὰ προσβολὴ τοῦ ἐχθροῦ, ἐπιθυμία ἔχουσα μὲν τὸ δοκεῖν γλυκύ, συνειλιγμένη δὲ διστόμῳ μαχαίρᾳ, ἧς τῆς πικρίας οὐδὲν χολωδέστερον, δραξαμένη σε κατήγαγεν ὡς ἀπ' οὐρανοῦ τῆς ὑψηλῆς πολιτείας, δείκνυσι δὲ ὡσεὶ τραυματίαν, καθεύδοντα ἐν τάφῳ. τί γὰρ ἄλλο ἐστὶν εἶναι τὸν ἐν τῇ ἁμαρτίᾳ ἢ ἐν φθορᾷ; οὐ τί που φῶς νοερόν, οὐδεμία ἐλπίς, οὐδεμία γλυκύτης ψυχῆς, οὐδεμία διανόησις ἱερά, ἀλλὰ νὺξ βαθεῖα, μύσις τοῦ διανοητικοῦ, δαγμὸς καρδιακός, φόβος καὶ τοῦ τυχόντος, ἐν τῷ βορβόρῳ κυλιν δεῖσθαι καθ' ἑκάστην ὡσεί τι ἰλυσπώμενον κνώδαλον. ἔ, ἔ, τί εἰργάσατο ὁ δαίμων; τί σε ἀπετέλεσεν ἡ παγκατάρατος ἐπιθυμία; δι' ἧς ἀπὸ τοῦ αἰῶνος οἱ ἠπατημένοι οὐδὲ τὰ ἐνταῦθα κεκερδήκασιν, ἀλλὰ καὶ τὰ οὐράνια ἀπώλεσαν, ἓν κληρονομήσαντες μόνον, τὸ πῦρ τὸ αἰώνιον. Ἀλλὰ δεῦρο, υἱέ μου, ἀνακλήθητι, καλῶ σε ἀπὸ βαθέων καρδίας μου, ἀπὸ σπλάγχνων ἐμπυριζόντων με, ἐπειδὴ ἡ σὴ δόξα ἐμή, ὡς καὶ ἔμπαλιν ἡ αἰσχύνη. δεῦρο, ἐξεγέρθητι, ὁ Κύριος κεκέλευκεν· οὐ μὴ μνησθῶ, φησί, τῶν ἀνομιῶν σου καί, μὴ ὁ πίπτων οὐκ ἀνίσταται; καί, εἶδον ὅτι πορεύῃ στυγνὸς καί, ἴαμαι τὸ σύντριμμά σου. ἴδε θεὸς ἀγαθός, ἴδε ἰατρὸς ἐλεήμων. ναί, δέομαί σου, τέκνον (τέκνον γάρ μου εἶ, κἂν ἀποτέθνηκας), μὴ ἀναμείνῃς ἔτι τῇ ἁμαρτίᾳ· διαρρήσσων διάρρηξον τάχει τὰ συμπλακέντα σοι ὑπὸ τοῦ διαβόλου σχοινία καί, ὡς ἀπὸ βόθρου ἀναστάς, μεταπήδησον εἰς τὸ θαυμαστόν σου τῆς προτέρας ἀγωγῆς φῶς. κἀγώ σε ὑπτίαις χερσὶν ὑποδέξομαι, οὐκ ὀνειδίζων, ἀλλὰ οἰκτείρων, οὐ βαρύνων τὰ φάρμακα τῆς μετανοίας, ἀλλ' ἠπιῶν αὐτὰ καὶ κουφίζων ὅσον οἷόν τε. καί γε σπεῦσον, σπεῦσον, πρὶν ἢ αἰφνίδιον ἐπελεύσεται ὁ ἀπότομος ἄγγελος, ἐλεεινῶς σε χωρίζων τοῦ σώματος καὶ εἰς κρίσιν αἰώνιον ἀποφέρων. 445 {1Σευηριανῷ υἱῷ πνευματικῷ}1 Ὅσον εὔφρανεν ἡμᾶς ἡ μικρὰ ἐπιστολή, τέκνον, τοσοῦτον ἐλύπησεν ἡ μείζω· ὡς γὰρ μήπω κινήσαντός σου λόγον περὶ τῶν ἐν αὐτῇ ἐμφερομένων προτάσεων μήτε ἀκηκοότος πρὸς ἡμῶν τὸ δέον, ἤχθης νῦν προτεῖναι τὰς φωνάς, δῆθεν μὲν ἄλλῳ προσώπῳ μαχόμενος, μᾶλλον μὲν οὖν τῇ ἀληθείᾳ ἀντικαθιστάμενος, καίτοι μὴ ὀφείλων διδάσκειν, οὐ λέγω τοσοῦτον διὰ τὸ ὑφειμένον σε εἶναι (καί γε φέρε μακροθύμως), ἀλλὰ γὰρ καὶ διὰ τὸ τοὺς ἁλόντας τῇ αἱρετικῇ κοινωνίᾳ, ἐξ ὧν εἷς σύ, μὴ ἔχειν παρρησίαν ἀνοίγειν τὸ στόμα, μένειν δὲ ἐν ἡσυχίᾳ καθηκούσῃ καὶ αἰτεῖσθαι συγγνώμην μέχρι βίου παντός. ἔπειτα οὐδὲ τοσαύτη σοι εὐτεχνίας δογματικῆς ἐπιστήμη, ὡς εἰδέναι ἀκριβῶς φθέγγεσθαι, μήτε