274
βασιλεὺς ἐστρατοπέδευεν ἐν Κωδωνιανῇ, πέμψας πρὸς Χρέλην, ἐκέλευεν ἥκειν πρὸς αὐτὸν κατὰ τὸ σύνθημα ἐλθόντα. ὁ δ' ὡμολόγει πρότερόν τε καὶ νῦν οὐχ ἥκιστα εὔνους εἶναι πρὸς αὐτόν· δεδοι 2.228 κέναι δὲ Ῥωμαίους τοὺς αὐτῷ πολεμοῦντας, μὴ διαρπάσωσι τὰ ὄντα ἐν χωρίοις ἀτειχίστοις διεσκεδασμένα. τὰς γὰρ πόλεις, ὧν ἦρχε πρότερον ὑπὸ τῷ Τριβαλῶν ἄρχοντι τελῶν, παραδεδωκέναι βασιλεῖ, ὡς καὶ αὐτὸς τῶν ἄλλων μᾶλλον σύνοιδεν· αὐτὸς δὲ τὴν οὐσίαν ἐν τῷ Μελενίκου προαστείῳ πᾶσαν ἔχειν. δι' ἃ οὐ δύνασθαι ἥκειν πρὸς αὐτὸν, εἰ μὴ Μελενίκον πρότερον ὑποποιήσαιτο. οὕτω γὰρ καὶ αὐτὸν, θαρσήσαντα, ὡς οὐδὲν τῶν ὄντων ἀπολεῖ, συνάψεσθαι προθύμως. βασιλεῖ μὲν οὖν εὐθὺς ἐδόκει πάντα ἄπορα. τό,τε γὰρ ἀναστρέφειν ἐκ Μακεδονίας οὐ πρὸς αὐτοῦ ἔσεσθαι ἐνόμιζε, καὶ τὸ προϊέναι πρὸς ἑσπέραν, τὴν Χρέλη καὶ πρωτοστράτορος καταλιπόντα συμμαχίαν, οὐκ ἀγαθόν. ἐδόκει δὲ μᾶλλον Μελενίκου ἀποπειρᾷν, εἰ δύναιτο προσάγεσθαι ὁμολογίᾳ. ὅπλοις γὰρ βιάζεσθαι ἀδύνατα ἦν ἔκ τε θέσεως τοῦ τόπου καὶ κατασκευῆς τῆς πόλεως ὀχυρωτάτης οὔσης. καὶ πέμψας διελέγετο κρύφα τοῖς οὖσιν ἐνταῦθα φίλοις περὶ παραδόσεως. Συργὴς μέντοι ἐκ Φερῶν ἅμα μητροπολίτῃ τῆς αὐτῆς πόλεως τὴν ἴσην ἀπέχθειαν πρὸς βασιλέα ἐπιδεικνυμένῳ καὶ Μονομάχῳ τῷ ἐπάρχῳ, ἧκε γὰρ ἐκ Θετταλίας κἀκεῖνος πρὸς αὐτὸν, πέμπουσιν εἰς τὸ στρατόπεδον κατασκόπους, τήν τε βασιλέως στρατιὰν κατασκεψόμενοι ὁπόση εἴη, καὶ ὅ,τι δρῴη θέλοντες μαθεῖν. ἐπεὶ δὲ ἑάλωσαν, τήν τε στρατιὰν ἐκέλευε περιάγοντας κατὰ σχολὴν παρέχειν κατασκέπτεσθαι, καὶ γράμ 2.229 ματα πρὸς τοὺς πέμψαντας παρέχων, ἐκέλευεν ἀναστρέφειν· ἐν οἷς περὶ τῶν ἐν Βυζαντίῳ γεγενημένων ὡς ἀδίκῳ καὶ συκοφαντικῇ γνώμῃ πραχθείη κατ' αὐτοῦ διεξιὼν, ἀπολογίαν ἐποιεῖτο καὶ περὶ ἑαυτοῦ, ὡς οὐ βασιλέως τοῖς παισὶν ἐπιβουλεύων, οὐδὲ βασιλείας ἐρῶν τοιούτοις ἐπιχειροίη, ἀλλ' ἀνάγκῃ συνελαθεὶς ἐλπίδι τοῦ καταλύειν μᾶλλον τὸν πόλεμον καὶ τὰ λυσιτελοῦντα πᾶσι κοινῇ ποιεῖν. προσετίθει τε καὶ ὅρκους τοῖς λεγομένοις, ὡς οὐδὲν εἴη πρὸς ἀπάτην εἰρημένον. οἱ δὲ, ἐπεὶ τὰ γράμματα ἀνέγνων, ἀντέγραφον καὶ αὐτοὶ, ὡς οὐκ ἄλλοθέν ποθεν μᾶλλον, ἢ ἐξ ὧν αὐτὸς οἴεται εἶναι δίκαιος πιστεύεσθαι, τῶν ὅρκων δῆθεν, αὐτοὺς καταστοχάζεσθαι, ὡς οὐκ ἂν εἴη τὰ εἰρημένα ἀληθῆ. εἰ γὰρ ὥσπερ καὶ πρότερον, ἡνίκα ἰδιωτικὴν ἐσθῆτα ἔχων, τὰ πράγματα Ῥωμαίοις διῴκει, ὅρκων οὐκ ἐδεῖτο, ἐν οἷς ἰσχυρίζεσθαι ἐχρῆν, ἀλλ' ἤρκει μόνον εἰπεῖν, καὶ πάσης ἀποδείξεως ἰσχυρότερα τὰ εἰρημένα εἶναι, ὥσπερ οὐ μόνον αὐτοὶ συνίσασιν, ἀλλὰ καὶ οἱ πόῤῥω τῆς Ῥωμαίων γῆς κατῳκισμένοι· οὕτω καὶ νῦν, εἰ ἀξιοπιστίαν αὐτῷ συνῄδει, οὐκ ἂν ὅρκων ἐδεήθη πρὸς τὸ πιστεύεσθαι συναιρομένων. ὅθεν καὶ χρὴ συνορᾷν, ἐξ οἵας δόξης εἰς οἵαν ἐκ τοῦ βασιλεῦσιν ἀγνώμων φαίνεσθαι ἀδοξίαν κατηνέχθη. καὶ τοῖς αὐτοῖς κατασκόποις παρασχόμενοι, ἄγειν αὖθις πρὸς αὐτὸν ἐκέλευον. πρὸς ἃ, θαυμάζειν αὐτῶν, ἀντέγραφεν ὁ βασιλεὺς, εἰ δέον πρότερον τὰ εἰρημένα, εἰ οὐκ ἀληθῆ ἀποδεικνύναι, ἔπειτα καὶ περὶ τῶν ὅρκων διαλέγεσθαι· 2.230 οἱ δ' ἐκείνων ἀποσχόμενοι καὶ ἀντειπόντες πρὸς μηδὲν, ἐπὶ τοὺς ὅρκους καταφεύγουσιν, ὥσπερ τι προὔργου νομίζοντες ποιεῖν. ὅτι δ' αὐτοῖς περὶ τῶν ἄλλων διαλέγεσθαι καταλιποῦσι, καὶ ἢ πείθεσθαι ὡς ἀληθέσιν ἢ ὡς ἐναντία ἔχουσιν ἐλέγχειν, περὶ τῶν ὅρκων μόνον εἰπεῖν τι βέλτιον ἐνομίσθη, περὶ αὐτῶν ἀποκρινεῖσθαι καὶ αὐτὸν, τἄλλα ὑπερβάντα. ἐγὼ τοίνυν, ἔγραφε, νομίζω τοὺς ὅρκους ἢ διὰ τὸ μὴ τοὺς ὀμνύοντας ἀξιόχρεως πρὸς πίστιν εἶναι γίνεσθαι, ἢ διὰ τὸ τοὺς δεχομένους ἢ φαύλους τοὺς τρόπους εἶναι, ἢ διὰ μέγεθος τῶν ἐπαγγελλομένων ἀδυνάτως ἔχειν πείθεσθαι ὅρκων χωρίς. ὅτε τοίνυν ἐμοὶ τὴν ἀξιοπιστίαν οὐ μόνον ὁ παρελθὼν χρόνος τοσοῦτος ὢν, ἐν ᾧ τὰ Ῥωμαίων πράγματα διῴκουν, οὐδὲ γὰρ οὐδὲ διὰ ταύτην ὅρκων ἐδεήθην ποτὲ, συμμαρτυρεῖ, ἀλλὰ καὶ αὐτοὶ οἱ μάλιστα πειρώμενοι διαβάλλειν, οὐ δύνασθε συγκρύπτειν οὕτως οὖσαν καταφανῆ, οὐδὲν ἄλλο λείπεται, ἢ δι' ὑμᾶς τοὺς χαίροντας ἐν ταῖς συκοφαντίαις γίνεσθαι, καὶ διὰ τοῦτο μηδ' αὐτοῖς πιστεύειν δυναμένους, οἷς αὐτοὶ