274
στρατοῦ, ιν' ἐκεῖθεν τῇ ̔Ρώμῃ ἐπίθωνται, καὶ η τέλεον ουτω τῆς Σικελίας ἐκστήσωσιν η διαπεραιωθέντας ἀσθενεστέρους ποιήσωσιν. ἀλλ' ουτε τούτου ουτε μὴν ἐκείνου ἐπέτυχον· οἱ γὰρ ̔Ρωμαῖοι τήν τε οἰκείαν ἐφύλαττον, καὶ ἀξιόμαχον εἰς Σικελίαν δύναμιν επεμψαν μετὰ Ποστουμίου ̓Αλβίνου καὶ 2.201 μετὰ Αἰμιλίου Κυΐντου. ἐλθόντες δὲ εἰς Σικελίαν οἱ υπατοι ἐπ' ̓Ακράγαντα ωρμησαν, κἀνταῦθα ̓Αννίβαν τὸν Γίσγωνος ἐπολιόρκουν. ο οἱ ἐν Καρχηδόνι πυθόμενοι Αννωνα αὐτῷ σὺν πολλῇ χειρὶ συμμαχήσοντα επεμψαν. ὁ δὲ ἐς ̔Ηράκλειαν ἐλθὼν οὐ πόρρω ουσαν ̓Ακράγαντος ἐπολέμει. καὶ μάχαι πλείους, οὐ μεγάλαι δ' ἐγίνοντο· καὶ τὰ μὲν πρῶτα ὁ Αννων τοὺς ὑπάτους προυκαλεῖτο εἰς πόλεμον, ειθ' υστερον ἐκεῖνον οἱ ̔Ρωμαῖοι προυκέκληντο. εως μὲν γὰρ αφθονον ειχον οἱ ̔Ρωμαῖοι τροφήν, οὐκ ἐτόλμων μάχεσθαι, τῷ πλήθει ἐλαττούμενοι, λιμῷ δὲ τὴν πόλιν αἱρήσειν ηλπιζον· ἐπεὶ δὲ σίτου ἐσπάνιζον, αὐτοὶ μὲν ἀποκινδυνεύειν προεθυμοῦντο, ὁ Αννων δὲ ωκνει, ὑποπτεύσας διὰ τὴν προθυμίαν ἐνεδρευθήσεσθαι. διὸ οι τε αλλοι τὰ τῶν ̔Ρωμαίων θεραπεύειν ἠξίουν ὡς ἀκμὴν νενικηκότων, καὶ ὁ ̔Ιέρων, ἀπροθύμως αὐτοῖς συναιρόμενος πρότερον, τότε σῖτον αὐτοῖς επεμψεν, ωστε καὶ τοὺς ὑπάτους ἀναθαρσῆσαι. Αννων δὲ ἐπεχείρησε μάχην συνάψαι, ἐλπίσας καὶ τὸν ̓Αννίβαν ἐκ τοῦ τείχους κατὰ νώτου τοῖς ̔Ρωμαίοις προσπεσεῖσθαι. ο μαθόντες οἱ υπατοι ἡσύχαζον, ωστε τὸν Αννωνα καταφρονήσαντα τῷ ταφρεύματι προσελθεῖν. επεμψαν δέ τινας κατόπιν αὐτοῦ ἐνεδρεύσοντας. ἐκείνου δὲ πρὸς ἑσπέραν ἀδεῶς καὶ καταφρονητικῶς ἐπανάγοντος, εκ τε τῆς ἐνέδρας καὶ ἐκ τοῦ χαρακώματος αὐτῷ οἱ ̔Ρωμαῖοι προσέμιξαν, καὶ φόνον πολὺν καὶ αὐτῶν καὶ τῶν ἐλεφάντων εἰργάσαντο. ὁ δ' ̓Αννίβας ἐν τούτῳ ταῖς σκηναῖς τῶν ̔Ρωμαίων ἐπελθὼν ἐξεκρούσθη ὑπὸ τῶν φυλαττόντων αὐτάς. ὁ δ' Αννων εἰς τὴν ̔Ηράκλειαν κατέφυγε, τὸ στρατόπεδον ἐκλιπών. καὶ ὁ ̓Αννίβας νυκτὸς ἐκδρᾶναι τοῦ ̓Ακράγαντος βουλευσάμενος αὐτὸς μὲν 2.202 ελαθεν, οἱ δ' αλλοι γνωσθέντες οἱ μὲν ὑπὸ τῶν ̔Ρωμαίων, συχνοὶ δὲ καὶ ὑπὸ τῶν ̓Ακραγαντίνων ἐκτάνθησαν. οὐ μέντοι συγγνώμης ετυχον οἱ ̓Ακραγαντῖνοι, ἀλλὰ καὶ τὰ χρήματα σφῶν διηρπάσθησαν καὶ αὐτοὶ ἐπράθησαν απαντες. Καὶ οἱ μὲν υπατοι πρὸς τὴν Μεσσήνην διὰ τὸν χειμῶνα ἀνεχώρησαν· ὠργίζοντο δ' οἱ Καρχηδόνιοι κατὰ Αννωνος, καὶ ̓Αμίλκαν ἀντ' αὐτοῦ τὸν Βαρχίδην ἀπέστειλαν, ανδρα τῶν ὁμοφύλων πλὴν τοῦ ̓Αννίβου τοῦ υἱέος ἐν στρατηγίᾳ κρείττονα. καὶ αὐτὸς μὲν τὴν Σικελίαν ἐφύλαττεν, ̓Αννίβαν δὲ ναυαρχοῦντα ἐς ̓Ιταλίαν επεμψε τὰ παράλια αὐτῆς κακουργήσοντα, ινα τοὺς ὑπάτους πρὸς ἑαυτὸν ἐπισπάσηται. ἀλλ' οὐκ ετυχε τοῦ σκοποῦ· καταστήσαντες γὰρ ἐκεῖνοι φρουρὰς ἑκασταχόθι τῆς παραλίας, εἰς Σικελίαν ηλθον. οὐδὲν δὲ μνήμης επραξαν αξιον. ὁ δὲ ̓Αμίλκας τοὺς Γαλάτας τοὺς μισθοφόρους, οτι μὴ ἐντελῆ δέδωκεν αὐτοῖς τὸν μισθὸν ἀγανακτήσαντας, φοβηθεὶς μὴ προσχωρήσωσι τοῖς ̔Ρωμαίοις διέφθειρε, πέμψας αὐτοὺς εις τινα τῶν ὑπὸ ̔Ρωμαίους πόλιν παραληψομένους αὐτὴν ὡς τάχα προδιδομένην καὶ διαρπάσαι αὐτὴν ἐπιτρέψας, στείλας δὲ πρὸς τοὺς ὑπάτους ψευδαυτομόλους τὴν τῶν Γαλατῶν προμηνύοντας ελευσιν· οθεν οἱ Γαλάται μὲν πάντες ἐνεδρευθέντες ἐφθάρησαν, πολλοὶ δὲ καὶ τῶν ̔Ρωμαίων ἀπέθανον. ̓Απελθόντων δὲ τῶν ὑπάτων οικαδε ὁ ̓Αμίλκας καὶ τὴν ̓Ιταλίαν ἐπόρθει προσπλέων καὶ ἐν τῇ Σικελίᾳ πόλεις τινὰς ὑπηγάγετο. πυθόμενοι δὲ ταῦτα οἱ ̔Ρωμαῖοι ναυτικὸν συνεστήσαντο, καὶ Γάιον αὐτῷ ∆ουίλιον τὸν ετερον τῶν ὑπάτων ἐπέστησαν, τὸν δὲ τούτου συνάρχοντα Κορνήλιον Γάιον εἰς Σικελίαν επεμψαν. 2.203 ος τοῦ κατὰ γῆν πολέμου ον ἐκεκλήρωτο ἀμελήσας ταῖς προσούσαις αὐτῷ ναυσὶν ἐς Λιπάραν επλευσεν ὡς προδιδομένην αὐτῷ· τοῦτο δ' ἐκ δόλου τῶν Καρχηδονίων ἐγένετο. ὡς ουν ἐς τὴν Λιπάραν καθωρμίσατο, Βόδης αὐτὸν ὁ τοῦ ̓Αννίβου περιεστοίχισεν ὑποστράτηγος. παρασκευαζομένου δὲ τοῦ Γαΐου πρὸς αμυναν, δείσας ἐκεῖνος τὴν ἀπόνοιαν αὐτῶν προεκαλέσατο αὐτοὺς εἰς σπονδάς· καὶ πείσας ἀνεβίβασεν εἰς τὴν