274
τοῦ ποδός. Κτητικόν. τὸ ὑπὸ τὴν κτῆσιν ἐμπεπτωκός. ἐμπεριειλημμένου τοῦ κτήτορος. Κτῆνοσ. τὸ ζῶον. Κτησείδιον. ὀλίγη περιουσία. Κτίσμα. κτιστόν. Κτήνη. κυρίως τὰ ημερα. θηρία δὲ τὰ αγρια. πολλάκις δὲ ἡ γραφὴ καὶ τὰ αγρια κτήνη ὀνομάζει. ὡς οταν λέγει· ετι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου. Κτέρεα. τὰ ἐντάφια. kappa.1262 Κτᾶσθαι. καρποῦσθαι, η ἀγοράζειν, η φυτεύειν. Κτεάτισα. ἐκτισάμην. Κτεριοῦσι. θάψουσι. Κτείνει. ἀναιρεῖ, φονεύει. κτιννύει δὲ, ο ἐστι φονεύει, ι. †Κτησάμενοσ. ἀεί.† †Κτίζω.† †Κτῶ. τὸ κτῶμαι.† Κτερεΐξαι. ἐνταφιάσαι. Ομηρος· σῆμα δέ οἱ χῶσαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι. Τὸ Κ μετὰ τοῦ Υ. ( ̓Αρσενικόν.) Κυανοχαίτησ. μελανόθριξ. κυανὸν γὰρ τὸ μέλαν, καὶ χαίτη ἡ θρίξ. Κυδάλιμοσ. ὁ δίυγρος. λέγεται δὲ καὶ ὁ ενδοξος καὶ εντιμος. ἀπὸ τοῦ κῦδος, ο σημαίνει τὴν δόξαν. Κυδοιμόσ. θόρυβος, ταραχὴ, η πόλεμος. ἀπὸ τοῦ κύειν τὸ δέος η τὸ δεῖμα. Κύδιμοσ. ὁ ενδοξος. ἀπὸ τοῦ κῦδος κύδιμος, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς κυδάλιμος. Κυδρόσ. ἀγαθὸς, τίμιος. ἀπὸ τοῦ κῦδος κυδρός. Κυδωνιάτησ. τοπικός. Κύβηλισ. ὁ πέλεκυς. Κυβιστήρ. ὁ ὀρχηστής. kappa.1263 Κύβοσ. πᾶν τετράγωνον. ὁ κύκλωθεν βάσιν εχων. Κύβειροσ. ἀναιδής. Κυκεών. ειδος ποτοῦ. η πόμα δηλητήριον. ἀπὸ τοῦ κεχύσθαι. χυχεὼν καὶ κυκεών. εστι δὲ πόμα κατασκευασθὲν, παυστικὸν δίψης. Κυκεῶ. ἀποκοπή ἐστι. κυκεῶνα γάρ ἐστιν ἡ αἰτιατική. κυκῶ δὲ τὸ ταράσσω. Κυκλάμινοσ. ειδος βοτάνης. Κύκλοσ. σφαῖρα· ἐνιαυτός· κόσμος. Κύκλωπεσ. κυκλόωπες, καὶ κατὰ συγκοπὴν κύκλωπες, οτι κυκλοτερὴς ὀφθαλμὸς εεις ἐνέκειτο μετώπῳ. Κύκνοσ. ζῶον. ἀπὸ τοῦ κλῶ, τὸ φωνῶ, γίνεται κλύω, κλύκος, καὶ καθ' ὑπερβιβασμὸν καὶ μετάθεσιν τοῦ λ κύκνος. η ὁ κυκλοτερῆ εχων τὸν τράχηλον. παρὰ τὸ κύκλος. Κυλλόσ. ὁ χωλός. Κυλλοποδίων. ὁ Ηφαιστος. ὡς ἀπὸ τοῦ Οἰδίπους, Οἰδίποδος, Οἰδιποδίων διὰ τοῦ ˉι, ουτως καὶ ἀπὸ τοῦ κυλλόπους κυλλοποδίων. Κύμβαχοσ. ἐπὶ κεφαλῆς πεσών. η κατὰ κεφαλῆς. η κύμβαχός ἐστι τὸ σκεπάζον τὴν κεφαλὴν βρέγμα. παρὰ τὸ κῦφον, τουτέστι τὸ πεkappa.1264 ριαγὲς καὶ περιφερές. κύμβη γὰρ ἡ κεφαλή. οθεν τὸ κυμβητιᾷν. σημαίνει δὲ καὶ τὸ ακρον μέρος τῆς κεφαλῆς, ῳ ἐμβάλλεται ὁ λόφος. οιον· κύμβαχον ἀκρότατον νύξ' εγχεϊ-. Κύμινδοσ. ὁ ἀετός. Κυνικοί. οἱ φιλόσοφοι, διὰ τὸ αυθαδες καὶ θρασὺ καὶ ἀναιδές. τοιοῦτοι γὰρ οἱ κύνες. Κυνοραϊσταί. οἱ κρότωνες, οἱ τὸ αιμα τῶν κυνῶν ἐκμυζῶντες. Κύρβαντες καὶ Κρύβαντεσ. οἱ τὸν κόρον φυλάξαντες. βαίνειν γὰρ τὸ φυλάττειν. -ος Χρύσην ἀμφιβέβηκας. ἀντὶ τοῦ φυλάττεις. η, ὡς ̔Ηρωδιανὸς, παρὰ τὸ κρύβειν, Κρύβαντες καὶ Κύρβαντες. οθεν καὶ κυρβασία καὶ κρυβασία. ενιοι δὲ τὸ τὴν κεφαλὴν καλύπτειν. αλλοι δὲ τὰς περικεφαλαίας φασὶ κυρβασίας. Κυρηναῖοσ. ἀπὸ τῆς Κυρήνης πόλεως. ἑρμηνεύεται δὲ ἑτοιμότης. Κύριοσ. ονομα δηλωτικὸν τῆς θεότητος. Κύριοσ. ὁ ἐξουσιαστής· η ὁ ἐν ἀξιώματι ὑπάρχων. kappa.1265 Κύρτοσ. τὸ δίκτυον· η βρυλλίνη σπυρὶς, ἐν ῃ οἱ καρκῖνοι ἀγρεύονται. Κύφων. ὁ δεσμὸς τοῦ ξυλοπανταρίου. Κύων. ὁ σκύλος. ἀπὸ τοῦ κινεῖν καὶ σαίνειν. η παρὰ τὸ ὀξὺ ειναι τὸ ζῶον· κατὰ μετάθεσιν τοῦ στοιχείου. η παρὰ τὸ κύω, ο σημαίνει τὸ φιλῶ· κύνω καὶ ἐξ αὐτοῦ κύων· τὸ γὰρ ζῶον φιλοδέσποτον. Κύων. ὁ κυνικός. Κύτωρισ. ονομα ποταμοῦ. Κυφών. ἡ κυνάγχη. τοῦ Ψελλοῦ· κηλὰς ἀλώπηξ πέφυκε καὶ κυφὼν ἡ κυνάγχη. Κύβιτον. τὸν ἀγκῶνα. Κύαθοσ. ἀντλητήριον· μέτρον η παλάμη. (Θηλυκόν.) Κυβέρνησισ. φρόνησις. η κυβέρνησίς ἐστι ψυχῆς ἐπιστήμη περὶ τὴν αστατον φύσιν τῶν ἀνθρωπίνων πραγμάτων. παρὰ τὸ τὰ κύματα ἐρευνᾷν, καὶ πρὸς αὐτὰ ἰθύνειν τὴν ναῦν. τροπῇ τοῦ μ εἰς β. kappa.1266 Κυβεία. πανουργία. η παίγνιον. Κύβη καὶ κύμβη. ἡ κεφαλή. Κυβαρσία. κεφαλὴ ἀλέκτορος. αλλοι κυβαρσίας φασὶ τὰς περικεφαλαίας. Κυβίστησισ. συστροφή. ορχησις. †Κυβιστία. ἡ ορχησις.† Κυδιάνειρα. ἡ δοξάζουσα τοὺς ανδρας. κῦδος γὰρ ἡ δόξα. Κυκλάμινοσ. ειδος βοτάνης. Κυκήθρα. συμφορά· ταραχή· κυκῶ γὰρ τὸ ταράσσω. Κυθέρεια. ἡ ̓Αφροδίτη. παρὰ τὸ κεύθειν τοὺς ερωτας. η ἡ κευθόμενον εχουσα ἐν ἑαυτῇ τὸν