1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

274

ἀποθάνῃς ἐν τῷ καιρῷ σου.» «Βάρος ὑπὲρ σὲ μὴ ἄρῃς.» «Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοὶ, εἰδότες ὅτι μεῖζον κρῖμα ληψόμεθα. Πολλὰ γὰρ πταίομεν ἅπαντες.» Μηδεὶς ἔστω πλέον ἢ καλῶς ἔχει σοφὸς, μηδὲ τοῦ νόμου νομιμώτερος, μήτε τοῦ κανόνος εὐθύτερος, μήτε τῆς ἐντολῆς ὑψηλότερος. Σοφία, καὶ τὸ γινώσκειν ἑαυτὸν, ἀλλὰ μὴ ὑπερεπαίρεσθαι, μηδὲ ταυτὸν ταῖς φωναῖς πάσχειν, αἳ παντελῶς ἐκλείπουσιν, ἐὰν ὑπερφωνῶνται δι' ἀμετρίαν. Τοῦτο εἰδότες, ἀδελφοὶ, μήτε νωθεῖς ὦμεν πρὸς τὸ καλὸν, ἀλλὰ τῷ πνεύματι ζέωμεν, μήποτε ὑπνώσωμεν κατ' ὀλίγον εἰς θάνατον, ἢ καθεύδουσιν ἡμῖν ἐπισπείρῃ τὰ πονηρὰ σπέρματα ὁ ἐχθρός· νωθεία γὰρ ὕπνου σύζυγος· μήτε δὲ διάπυροι, μηδὲ τῆς βασιλικῆς ὁδοῦ ἔξω πίπτωμεν, ἕν γέ τι πάντως πταίοντες, ἢ κέντρου δεόμενοι διὰ τὴν νωθείαν, ἢ χαλινοῦ, διὰ τὴν θερμότητα, καὶ τὸ μὴ κρημνίζεσθαι. Ἀμφοτέρων δὲ ὅσον χρήσιμόν ἐστι λαμβάνοντες, τῆς μὲν τὸ πρᾶον, τῆς δὲ τὸν ζῆλον, ἀμφοτέρων ὅσον ἐστὶ βλαβερὸν διαφύγωμεν, τῆς μὲν ὄκνον, τῆς δὲ τὸ θράσος, ἵνα μήτε τῷ ἐλλείποντι ὦμεν ἄκαρποι, μήτε τῷ περιττεύοντι κινδυνεύωμεν. Ὁμοίως γὰρ ἄχρηστα, καὶ νωθρότης ἄπρακτος, καὶ θερμότης ἀπαίδευτος· ἡ μὲν οὐκ ἐγγίζουσα τῷ καλῷ, ἡ δὲ ὑπερπίπτουσα, καὶ τοῦ δεξιοῦ ποιουμένη τι δεξιώτερον. Κρεῖσσον τὸ κατὰ δύναμιν εἰσενεγκεῖν, ἢ τὸ πᾶν ἐλλιπεῖν. Οὐ γὰρ ὁ μὴ δυνηθεὶς τὰ τοιαῦτα, ὑπεύ 96.332 θυνος, ἀλλ' ὁ μὴ βουλευθεὶς, ὑπαίτιος, κἀν θείοις ὁμοίως, κἀν τοῖς ἀνθρωπίνοις πράγμασιν. Οὔτε νωθρότερον εἶναι τοῦ μετρίου, καλὸν, οὐδὲ θερμότερον, ὡς ἢ δι' εὐκολίαν πᾶσι συμφέρεσθαι, ἢ δι' ἀταξίαν πάντων ἀποστατεῖν. Ὁμοίως γὰρ καὶ τὸ νῶθες ἄπρακτον, καὶ τὸ εὐκίνητον ἀκοινώνητον. Πᾶν μέτρον ἄριστον. Τοιαύτη ἡ τοῦ Χριστοῦ σοφία, μήτε ἐλλειπῶς, μήτε περιττῶς ἀγωνίζεσθαι συγχωροῦσα, πανταχοῦ δὲ τὴν συμμετρίαν φυλάττουσα. Σύμμετρος ἔστω τῆς ἀρετῆς ὁ πόνος, ἵνα μὴ ἄμετρος γένηται τῆς μεταβολῆς ὁ τρόπος.

ΤΙΤΛ. Γʹ. -Περὶ σοφῶν καὶ συνετῶν ἀνδρῶν· καὶ ὅτι χρὴ αὐτοὺς ἑτοίμους

εἶναι εἰς ὠφέλειαν παντὶ πάντοτε. «Ἀδόλως ἔμαθον, ἀφθόνως μεταδίδωμι. Τὸ πλοῦτον αὐτῆς οὐκ

ἀποκρύπτομαι.» «Πλῆθος σοφῶν, σωτηρία κόσμου.» «Κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ, ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.» «Σοφία κεκρυμμένη, καὶ θησαυρὸς ἀφανὴς, τίς ὠφέλεια ἐν ἀμφοτέροις;» «∆ωρεὰν ἐλάβετε, δωρεὰν δότε.» «Ἕτοιμοι πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, ἀλλὰ μετὰ πραότητος καὶ φόβου, καὶ συνείδησιν ἔχοντες ἀγαθήν.» Κίνδυνος προδοσίας ἐν τῷ μὴ προχείρως ἀποδιδόναι τὰς περὶ Θεοῦ ἀποκρίσεις τοῖς ἀγαπῶσι τὸν Θεὸν Κύριον.

ΤΙΤΛ. ∆ʹ. -Περὶ συνηθείας.

«Ἐν χρόνῳ κρατηθὲν τὸ ἀσεβὲς ἔθος, ὡς νόμος ἐφυλάχθη.» «Ἄνθρωπος συνεθιζόμενος ἐν λόγοις ὀνειδισμοῦ, ἐν πάσαις ταῖς ἡμέραις αὐτοῦ οὐ μὴ παιδευθῇ.» Πολλοὶ ἀρχαίῳ ἔθει κεκρατημένοι, τὸ μυσαρὸν τῶν γινομένων οὐ διακρίνουσιν. Ἔθους χωρισμὸς καὶ τοῖς ἀλόγοις ἐστὶ δυσφορώτατος. Καί ποτε εἶδον ἐγὼ βοῦν ἐπὶ φάτνης δακρύοντα τοῦ συννόμου αὐτοῦ καὶ ὁμοζύγου τελευτήσαντος. Καὶ τὰ λοιπὰ τῶν ἀλόγων σφοδρῶς τῆς συνηθείας ἐστὶν ἀντεχόμενα. Τὸ φιλοπόνως προσδιατρίβειν ταῖς ἁμαρτίαις, ἕξιν τινὰ δυσκίνητον ταῖς ψυχαῖς ἐμποιεῖ. Παλαιωθὲν γὰρ ἔθος ψυχῆς, καὶ κακοῦ μελέτη χρόνῳ βεβαιωθεῖσα, δυσίατός ἐστιν, ἢ καὶ παντελῶς ἀνίατος, εἰς φύσιν ὡς τὰ πολλὰ τοῦ ἔθους μεθισταμένου. 96.333 Ἡ πρὸς τοὺς φαύλους τῶν λόγων συνήθεια ὁδός ἐστιν ἐπὶ τὰ πράγματα. Ἔθος διὰ μακροῦ χρόνου βεβαιωθὲν, φύσεως ἀρχὴν λαμβάνει. Τὰ χρόνῳ κρατυνθέντα πάθη χρόνῳ δεῖται πρὸς διόρθωσιν. Χρόνῳ τὸ ἔθος βεβαιωθὲν, ἐνομίσθη νόμος. Οὐ ῥᾴστη