274
Βαπτιστὴς τοὺς οἰκείους πρὸς τὴν ἀλήθειαν ποδηγῶν μαθητὰς, ἤρετο δι' ἐκεί νων τὸν Κύριον· "Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσ δοκῶμεν;" Κύριος δὲ ὢν, ἐν ὀνόματι Κυρίου ἐλή λυθεν. Οὕτως δὲ ἔφη πρὸς Ἰουδαίους· "Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου [καὶ οὐκ ἐλάβετέ με]· ἔρχεται ἄλλος ἐν τῷ ἰδίῳ ὀνόματι, κἀκεῖνον λήψεσθε." Καὶ εὐλογημένος ὢν, εὐλογημένου ἐστὶν υἱός. Οὕτω καὶ ὁ ἀρχιερεὺς ἤρετο· "Σὺ εἶ ὁ υἱὸς τοῦ εὐλογητοῦ;" -"Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυ ρίου." Ταῦτα λέγουσιν οἱ νενικηκότες τοῖς ἑαυτῶν ἐρασταῖς, ὅτι τοῦ λίθου τούτου τὴν εὐλογίαν ὑμῖν προσφέρομεν, ὃς οἶκος ἐγένετο τοῦ ἐν αὐτῷ Θεοῦ Λόγου· "Ὁ γὰρ Λόγος, φησὶ, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν." Καὶ ὁ Κύριος πρὸς Ἰουδαίους ἔφη· "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέ ραις ἐγερῶ αὐτόν." κζʹ. "Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν." Σαφῶς ἐθεολόγησεν ἐνταῦθα τὸν ∆εσπότην Χριστόν. Ὃν γὰρ ἐκάλεσεν ἄνω λίθον, καὶ μετὰ ταῦτα εὐλογημένον, 80.1820 καὶ ἐν ὀνόματι Κυρίου ἐρχόμενον, αὐτὸν ὠνόμασε καὶ Κύριον καὶ Θεὸν, τὴν οἰκείαν ποιησάμενον ἐπιφάνειαν, καὶ τὴν σωτηρίαν τοῖς πιστεύσασι δω ρησάμενον. "Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκά ζουσιν, ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου." Συν αθροίσθητε τοίνυν ἅπαντες, καὶ πανήγυριν μεγί στην ἐπιτελέσατε, τὴν οἰκείαν ἑορτάζοντες σωτη ρίαν, ὡς μέχρις αὐτοῦ φθάσαι τοῦ θυσιαστηρίου τὸ πλῆθος στενοχωρούμενον. Τὸ γὰρ, ἐν τοῖς πυ κάζουσιν, ἀντὶ τοῦ, πεπυκνωμένοι, καὶ τῷ πλή θει στενοχωρούμενοι τέθεικεν. Τὸ γὰρ πεπυκασμέ νον, πεπυκνωμένον καὶ οἱ ἔξω τοῦ καθ' ἡμᾶς λό γου καλοῦσιν. κηʹ. "Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σὺ, καὶ ὑψώσω σε." Σὲ οἶδα Θεὸν, σὲ οἶδα ∆εσπότην, σὲ τὸν εὐεργέτην διὰ βίου ὑμνήσω. "Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν. [κθʹ] Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ." Πρώτους ἑαυτοὺς, ἅτε δὴ τῶν ἄλλων προ τεταγμένοι, εἰς τὴν δοξολογίαν κινήσαντες, οὕτω καὶ τοῖς ἄλλοις παρεγγυῶσι τὸν ἀγαθὸν ὑμνῆσαι ∆εσπότην· ἅτε δὴ πᾶσιν ἀφθόνως ὀρέγοντα τοὺς τοῦ ἐλέου κρουνούς. Εἰδέναι μέντοι προσήκει, ὡς καὶ τοῖς ὑπὸ τῶν ἐθνῶν ἐκείνων πολιορκουμένοις ἥρ μοττεν, εἰδέναι τὸν ἐξ αὐτῶν κατὰ σάρκα βλαστή σοντα, καὶ πᾶσι τὴν σωτηρίαν παρέξοντα. Οὕτω γὰρ θαῤῥαλεώτεροι κατὰ τῶν ἐπιόντων ἐγίνοντο, τῇ πί στει τῆς ἐν αὐτοῖς κρυπτομένης εὐλογίας ψυχαγω γούμενοι.
ΕΡΜΗΝ. ΤΟΥ ΡΙΗʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Πολλὰς καὶ διαφόρους ὁ θεῖος ∆αβὶδ πραγμάτων ἔσχε
μεταβολάς. Καὶ γὰρ ἔφευγε πολεμίους, καὶ ἐδίωξε πολεμίους, καὶ περιέπεσεν ἀθυμίαις, καὶ θυμηρεστέραν πάλιν ἔσχε ζωὴν, καὶ τὴν θείαν ὁδὸν ἔδραμε, καὶ ἔπταισεν ὁδεύων, καὶ αὖθις τοῖς θείοις ἠκολούθησε νόμοις. Ταῦτα τοίνυν ἅπαντα κατὰ ταὐτὸν ἐν τῷδε συνήγαγε ψαλμῷ, καὶ τὰς καθ' ἕκαστον καιρὸν ὑπ' αὐτοῦ προσενεχθείσας τῷ Θεῷ προσευχὰς προσαρμόσας ἀλλήλαις, μίαν τοῖς ἀνθρώποις ὀνησιφόρον διδασκαλίαν προτέθεικε· καὶ διδάσκει δι' ὧν λέγει, πῶς δυνατὸν κατορθῶσαι 80.1821 τὴν πρακτικὴν ἀρετήν. Οὐκ ἀμελεῖ δὲ οὐδὲ τῆς τῶν δογμάτων ἀκριβείας· ἀλλὰ ταῖς ἠθικαῖς ὑποθήκαις καὶ τὴν περὶ τούτων διδασκαλίαν προστίθησι. Ὡς ἀρκεῖν τοῦτον τὸν ψαλμὸν, καὶ τοὺς τῆς τελείας ἀρε τῆς ἐφιεμένους ἐν αὐτῇ τελειῶσαι, καὶ τοὺς ῥᾳστώνῃ συζῶντας πρὸς σπουδὴν διεγεῖραι, καὶ ψυχαγωγῆ σαι τοὺς ἀθυμοῦντας, καὶ ῥυθμῖσαι τοὺς ῥᾳθυ μοῦντας, καὶ ἁπαξαπλῶς παντοδαπὴν θεραπείαν ἐν θεῖναι τοῖς ποικίλοις τῶν ἀνθρώπων παθήμασιν. αʹ. "Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ." Μακαρίζει τοὺς τὴν βασιλικὴν ὁδὸν ὁδεύοντας ἀκλινῶς, καὶ μήτε δεξιᾷ, μήτε ἀριστερᾷ κατὰ τὰς ὑποθήκας τοῦ νόμου παρατραπέντας. Τίνες δὲ οὗτοι διδάσκει· "Οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου." Οἱ γὰρ κατὰ τού τους πολιτευόμενοι τὸ ἄμωμον ἔχουσιν. Ὁδὸν γὰρ τὸν βίον καλεῖ. Τοῦτον