274
γραμματικῆς μήτε φιλοσοφίας ἁψαμένῳ, ὁπότε καὶ οἱ τούτων ἐπιστήμονες κατὰ θεὸν οὐκ ἴδιόν τι δογματίζουσιν, ἀλλ' ἑπομένως τοῖς θεοφόροις. πόθεν οὖν σοι ἐπῆλθεν, ἐρωτῶ, λέγειν "4οὐ σχετικῶς προσκυνεῖται ἡ εἰκὼν τοῦ Χριστοῦ"5; οἶδας γὰρ τί ἐστι σχέσις; ἡ σχέσις τῶν πρός τί ἐστιν, πρός τι δὲ τὸ πρωτότυπον καὶ παράγωγον, ἤτοι ὁ Χριστὸς καὶ ἡ αὐτοῦ εἰκών, ὅτι ἔχεται ἐν ἑκατέρῳ ἑκάτερον καὶ οὐκ ἀπέσχισται οὔτε τῷ κράτει οὔτε τῇ δόξῃ. ἰδοὺ ἀμαθαίνων οὐκ οἶσθα καὶ καλῶς ἐστιν ἐκεῖνο εἰπεῖν· εἶδον πονηρίαν ὑπὸ τὸν ἥλιον, ἄνδρα δόξαντα παρ' ἑαυτῷ σοφὸν εἶναι καί, ὃ τούτου χαλεπώτερον, παιδεύειν ἄλλους φιλονεικοῦντα. Οἷον δέ σου καὶ τὸ δεύτερον πρόβλημα; "4λατρεύεται ὁ Χριστὸς ἐν τῇ αὐτοῦ εἰκόνι, ὥστε καὶ ἡ εἰκὼν λατρευτή"5. πόθεν τοῦτο ἢ παρὰ τίνος μαθὼν δογματίζεις; οὐδεὶς γάρ πω τῶν ἁγίων τοῦτο φαίη, ἀλλ' ὅτι προσκυνεῖται ἐν τῇ αὐτοῦ εἰκόνι Χριστὸς καὶ προσκυνητὴ ἡ εἰκών, εἴτ' οὖν τιμητικὴ εἴτ' οὖν σεβαστή. ἀμφότερα γὰρ εἰς ταὐτὸν φέρει τὸν νοῦν, καὶ εἰκότως· ἐπειδὴ ἡ λατρεία, ὥσπερ καὶ ἡ πίστις, τῇ Ἁγίᾳ Τριάδι μόνῃ ἀναφέρεται, τὰ δ' ἄλλα τοῖς ἄλλοις, τῇ μητρὶ τοῦ θεοῦ, τῷ ζωοποιῷ σταυρῷ, τοῖς ἁγίοις, τῇ σεπτῇ εἰκόνι Χριστοῦ καὶ πάσαις ἄλλαις ἁγιωτικαῖς εἰκόσιν, καὶ τοσοῦτον, ὅσον ὑπερέχει τὰ πρωτότυπα τῶν κατὰ ταῦτα παραγώγων. εἰ οὖν λατρεύεται, ὡς φῆς, ὁ Χριστὸς ἐν τῇ εἰκόνι, ἐπειδὴ τῆς Τριάδος τὸ λατρεύεσθαι, συλλατρεύεται ἐν τῇ εἰκόνι καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα. καὶ τί τὸ ἐντεῦθεν συναγόμενον; τὸ καὶ τὸν πατέρα καὶ τὸ πνεῦμα σεσαρκῶσθαι· οὗ τί ἂν γένοιτο ἀσεβέστερον; ἐπειδὴ δὲ αὖθις φῆς "4λατρευτὴ καὶ ἡ Χριστοῦ εἰκών"5, κατὰ τὸ ἀκόλουθον οὐδὲν ἄλλο ἢ τετραδίτης εὑρεθήσῃ, λατρεύων μετὰ τῆς Τριάδος καὶ τῇ εἰκόνι Χριστοῦ. οὐ μήν, ὅτι καὶ προσκυνοῦντι τῇ Τριάδι, ἐπειδὴ καὶ τῇ εἰκόνι, τὸ αὐτὸ ἀκολουθήσει ἄτοπον· εἴρηται γὰρ ὅτι ἡ τιμὴ καὶ ἡ προσκύνησις κοινοποιοῦνται μέχρι καὶ τοῦ τυχόντος ἀνθρώπου, οὐ μὴν ἡ πίστις τε καὶ λατρεία· ὥσπερ γὰρ πιστεύομεν εἰς πατέρα καὶ υἱὸν καὶ Ἅγιον Πνεῦμα μόνον, οὕτω καὶ λατρεύομεν. Ταῦτα ἐνωτισθεὶς ἀπόσχου, ἀδελφέ, παρακαλῶ, τῆς κενοφωνίας καὶ Τζυκαλικῆς, ἤγουν Κενδουκλαδικῆς, αἱρέσεως, ἥτις ἐκ διαμέτρου πρὸς τὴν εἰκονομαχικὴν ἀντιφέρεται· εἰ δέ, ὅπερ μὴ γένοιτο, ἐπιμενεῖς, γίνωσκε μέρος μεθ' ἡμῶν μὴ ἔχειν, μᾶλλον δὲ μηδὲ μετὰ παντὸς ὀρθοδόξου. μετὰ πόνου μοι περὶ σοῦ ὑπηγορεύθη ἡ ἐπιστολὴ αὕτη. 446 {1Θεοδώρῳ μονάζοντι}1 Ἡδύνθην, οὐκ ἐδάχθην, ἐφ' οἷς καθήψω μου, τιμιώτατε· οὐδὲ γὰρ οὕτως ἀνουθέτητός εἰμι, ὡς ἐν ταῖς ἀγαπητικαῖς ὑποκρούσεσι δυσχεραίνειν. εἰ δὲ καὶ ἐδάχθην, οὐ διὰ τὴν ὑπόμνησιν, ἀλλὰ διὰ τὴν ἑκάστου αἵρεσιν, ἐξ ἧς τέτμηται τὸ σῶμα τοῦ Χριστοῦ, εἰς μυρίας δόξας διαιρούμενον. ἐγὼ τοίνυν, ἵνα ἐκ βαλβῖδος ἀφηγήσωμαι (δεῖ γάρ με ἀπολογήσασθαι ἐγκληθέντα), δοὺς ἐπιτίμιον, καταναγκαζόμενος ἀπὸ πρώτης ἡμέρας, καὶ τοῦτο ἀπὸ φυλακῆς διὰ γραμμάτων (ὅτι καὶ διὰ γράμματος ἡ ἐξαίτησις μοναζόντων τε καὶ ἱερωμένων), τοῦτο ἀπεκρίθην, ὡς οὐχ ὁριστικῶς, ἀλλὰ συμβουλευτικῶς πρὸς ἐμοῦ τὸ ἐπιτίμιον· διατί; ὅτι οὐχ ἱεράρχης ἐγώ, ἀλλ' ἱερεύς, πρὸς μὲν τοὺς οἰκείους μαθητὰς νομοθετικῶς ἀγόμενος, πρὸς δὲ ἄλλους οὐχ οὕτως, ἀλλ', ὡς εἴρηται, ἀναθέμενος τὸν λόγον αὐτοῖς ἕως καιροῦ εἰρήνης καὶ τηνικαῦτα, ὅπερ διορισθῇ πρὸς τοῦ ἁγιωτάτου πατριάρχου σὺν ἐπικρίσει τῆς ἁγίας συνόδου, εἰσδέξασθαι, εἴτε πρόσθεσιν ἔχοντος τοῦ ἐπιτιμίου εἴτε ὕφεσιν. καὶ οὐκ ἔξω, οἶμαι, τοῦ εἰκότος πεποίηκα, ὀρέξας χεῖρα τοῖς πεπτωκόσι φιλανθρώπως, οὐ μὴν εἰς ἐμαυτὸν περιστήσας τὸ κράτος, ὅπερ ἔκτοπον. τί δὲ τὸ ἐπιτίμιον; ποικίλον ἐπὶ ποικίλοις τοῖς παραπτώμασιν, ὅπερ οὐκ ἐπιστολῆς μέτρον ἐξηγορεύει· ἐν κεφαλαίῳ δὲ εἰπεῖν, τὸν ἢ ὑπογραφῇ ἢ κοινωνίᾳ αἱρετικῇ ἁλόντα ἱερέα ἢ ἁπλῶς διάκονον εἴργεσθαι παντάπασιν τῆς ἱερουργίας, ἀλλὰ γὰρ καὶ τῆς κοινωνίας, μετὰ δὲ τὴν τῆς ἐπιτιμίας περαίωσιν τῶν μὲν ἁγιασμάτων μετέχειν, τῆς δὲ λειτουργίας οὐδαμῶς, ἕως ἁγίας