275
συμμαρτυρεῖτε τὸ μηδέποτε ἐψεῦσθαι. ὅτι δ' ὁ περὶ τῶν ὅρκων λόγος τοῦτον ἔχει τὸν τρόπον, ὥσπερ εἴρηται, καὶ αὐτόθεν μὲν καταφανές· πειράσομαι δὲ καὶ ἐκ παραδείγματος μάλιστα ἀληθεστάτου καταφανέστερον ποιεῖν. εἰ γὰρ ὁ θεὸς ἡμῶν θεός ἐστιν ἀληθινὸς, καὶ αὐτοαλήθεια καὶ καλεῖται καί ἐστι, καὶ δίκαιός ἐστι πιστεύεσθαι καὶ ὅρκων χωρίς· ὁ δὲ οὐ τῷ 2.231 Ἀβραὰμ μόνον ὤμοσε καθ' ἑαυτοῦ ἦ μὴν πληθυνεῖν αὐτοῦ τὸ σπέρμα, ἀλλὰ καὶ τῷ ∆αυὶδ ὕστερον, ὤμοσε γάρ, φησι, κύριος τῷ ∆αυὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσῃ αὐτὴν, δῆλον ὡς οὐχ ἑαυτοῦ, τῆς μικροψυχίας δὲ τῶν ἀκουόντων ἕνεκα καὶ τῆς περὶ τὰ ἐπαγγελλόμενα ἀμφιβολίας τοὺς ὅρκους ἐποιεῖτο. καὶ Παῦλος δὲ ὕστερον ὁ τῆς ἀληθείας μαθητὴς καὶ κήρυξ περὶ ὧν εἰς τρίτον οὐρανὸν ἁρπαγεὶς εἶδε, μέλλων διηγεῖσθαι, καίτοι γε ἑαυτῷ πολλὴν συνειδὼς ἀλήθειαν, ὅμως τῆς ὠφελείας ἕνεκα τῶν ἀκουόντων, εὐλογητὸς, εἶπεν, ὁ θεὸς, ὅτι οὐ ψεύδομαι, ὡς ἂν ὑπὸ μάρτυρι θεῷ ἰσχυριζόμενος λέγειν ἃ ἐρεῖ, καὶ διὰ τοῦτο ἀξιῶν πιστεύεσθαι. ἔθος γὰρ ἀεὶ τῇ ἀπιστίᾳ μεγάλα τοῖς πράγμασι λυμαίνεσθαι. ἔξεστιν οὖν ὑμῖν σκοπεῖν, ὡς σφίσιν αὐτοῖς μᾶλλον, ἢ ἐμοὶ τῶν ὅρκων ἕνεκα μέμφεσθαι προσῆκεν. ὑμεῖς δ' ὥσπερ ἐν τοῖς ἄλλοις ἀειφυγίᾳ τὸ δίκαιον καταδικάσαντες καὶ τῆς Ῥωμαίων ἀπελάσαντες ἀρχῆς, τῷ φίλῳ ψεύδει κέχρησθε ἀεὶ καὶ ταῖς συκοφαντίαις, οὐδὲ τοῦτο μεμνημένοι γοῦν, ὅτι τῶν τῇδε βεβιωμένων ἅπαντες ὑφέξομεν εὐθύνας μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν. ἐγὼ δ' ὥσπερ καὶ πρότερον, οὕτω καὶ νῦν ὑπὸ μάρτυρι τῷ θεῷ λέγω, ὡς οὐδὲν ἕτερον εὐθὺς ἐξαρχῆς μετὰ τὴν βασιλέως τελευτὴν, ἢ ὅσα βασιλίδι καὶ παισὶ συμφέρει καὶ πᾶσι κοινῇ Ῥωμαίοις, διενοούμην τε καὶ πράττειν εἶχον διὰ σπουδῆς. ἐκείνων δὲ ἐξ οὐδεμιᾶς αἰτίας ἀληθοῦς, ἀλλ' ὑπὸ συκοφαντίας πρὸς τὸν κατ' ἐμοῦ 2.232 κεκινημένων πόλεμον, ἀναγκαίως καὶ αὐτὸς ἐξ ὧν νομίζω ἐμαυτῷ τε καὶ τοῖς συνοῦσι τὴν σωτηρίαν ἐκπορίζειν πράττω. ληʹ. Ἐκείνους μὲν οὖν οὕτως ἀπεδείκνυε μηδὲν ὑγιὲς αὐτοῦ κατεγνωκότας. αὐτὸς δὲ, ἐπεὶ οἱ ἐν Μελενίκῳ φίλοι ἐκάλουν, ὡς παραληψόμενον τὴν πόλιν, πέμψας στρατιὰν κατέσχεν, ἔπειτα καὶ τὸν γυναικὸς ἀδελφὸν Ἰωάννην τὸν Ἀσάνην ἄρχοντα τῆς πόλεως καθίστη· πρᾶγμα δυσέλπιστον πρὶν γενέσθαι, γενόμενον δὲ ὅμως οὐ μετρίαν παρέσχετο παραψυχήν. αὐτίκα γὰρ πρὸς Χρέλην πέμψας, ἐκέλευεν ἥκειν πρὸς αὐτὸν, ὡς ἤδη τοῦ ζητουμένου ἠνυσμένου. ὁ δ' ἐδόκει μὲν ἥδεσθαι τοῦ βασιλέα Μελενίκον ἔχειν, καὶ πᾶσαν ἔλεγε πρόφασιν αὐτῷ περιῃρῆσθαι· ἔτι δ' ὅμως ἀνεβάλλετο, τὸ δοκεῖν μὲν, ὡς τὰ ὄντα διαθησόμενος, μέλλων ἤδη ἅπτεσθαι πολέμου καὶ στρατείας, τῇ δ' ἀληθείᾳ, οὐκ ἐθέλων εἰς τοὺς κινδύνους ἐμβάλλειν ἑαυτὸν, ἀλλ' ἄνευ πόνων τὴν βασιλέως εὔνοιαν καρποῦσθαι. βασιλεὺς δὲ ὡς εἶδε χωροῦντα πρὸς ἀναβολὰς, τῆς διανοίας ἐκ τῶν εἰρημένων στοχασάμενος, Μελενίκου μὲν ἄρχοντα τὸν γυναικὸς κατέλιπεν ἀδελφὸν Ἀσάνην τὸν Ἰωάννην μετὰ στρατιᾶς, ὅσης ᾤετο ἀρκέσειν εἰς φρουρὰν τῇ πόλει· αὐτὸς δὲ τὴν ἄλλην στρατιὰν ἐν τῷ στρατοπέδῳ κελεύσας μένειν, ἅμα τοῖς υἱέσι Ματθαίῳ καὶ Μανουὴλ τριακοσίους μόνον παραλαβὼν, συντόνως τε ὁδεύσας, εἰς τὴν ὑστεραίαν, ἔνθα ὁ Χρέλης διατρίβων ἦν, ἀφίκετο. ἐκείνου δὲ 2.233 ἀσμένως ὑποδεξαμένου συνδιημερεύσας αὐτῷ καὶ συνδιανυκτερεύσας, τῇ μετ' αὐτὴν ἔχων καὶ αὐτὸν μετὰ τῆς στρατιᾶς, αὖθις εἰς τὸ στρατόπεδον ἐπανῆκε καὶ πολλῆς ἐνέπλησε τὴν στρατιὰν ἡδονῆς μετὰ Χρέλη ἀφιγμένος. ἦν γὰρ οὐ δυνατὸς μόνον καὶ ὅπλοις καὶ ἵπποις καὶ χρήμασιν, ἀλλὰ καὶ περὶ στρατηγίας κάλλιστα ἐξησκημένος καὶ οἷος τούς τε φίλους ὠφελεῖν καὶ τοὺς πολεμίους βλάπτειν μάλιστα εἰδέναι. δι' ἃ καὶ περιμάχητος αὐτοῖς ἐδόκει ἡ ἐκείνου συμμαχία. ἐν Θεσσαλονίκῃ δὲ ὁ πρωτοστράτωρ, ὥσπερ ἔφημεν, ἀμφίβολος ὢν καὶ περὶ τῶν βασιλέων ὅτῳ πρόσθηται φανερῶς διασκεπτόμενος, μαλακώτερόν τε τῶν πραγμάτων ἥπτετο καὶ τοὺς λεγομένους Ζηλωτὰς, οἳ ὑπὲρ βασιλέως τοῦ Παλαιολόγου βασιλεῖ τῷ Καντακουζηνῷ ᾑροῦντο πολεμεῖν, αὐξανομένους κατὰ μικρὸν περιεώρα, τοῦτο μὲν,