275
ἑαυτοῦ τριήρη τόν τε υπατον καὶ τοὺς χιλιάρχους ὡς τῷ ναυάρχῳ ἐντευξομένους. καὶ τούτους μὲν εἰς Καρχηδόνα ἀπέπεμψαν, τοὺς δὲ λοιποὺς οὐδὲ ἀραμένους τὰ οπλα ειλον. Ειτα ̓Αννίβας μὲν τὴν ̓Ιταλίαν ἐπόρθει, ̓Αμίλκας δὲ εἰς Εγεσταν ἐστράτευσεν, ἐν ῃ τὸ πλεῖστον τοῦ πεζοῦ τοῖς ̔Ρωμαίοις ην· οις ἐπικουρῆσαι Γάϊον Καικίλιον χιλίαρχον ἐθελήσαντα λοχήσας πολλοὺς ἐφόνευσε τῶν αὐτοῦ. ταῦτα δὲ μαθόντες οἱ ἐν ̔Ρώμῃ τὸν μὲν ἀστυνόμον εὐθὺς ἐξέπεμψαν καὶ τὸν ∆ουίλιον ἐπέσπευσαν· ὁ δὲ ἐς τὴν Σικελίαν ἐλθών, καὶ καταμαθὼν τὰς ναῦς τῶν Καρχηδονίων τῇ μὲν παχύτητι καὶ τῷ μεγέθει τῶν σφῶν ἐλαττουμένας, τῷ τάχει δὲ τῆς εἰρεσίας καὶ τῇ ποικιλίᾳ τοῦ πλοῦ προεχούσας, μηχανὰς ἐπὶ τῶν τριήρων ἀγκύρας τε καὶ χεῖρας περικόντους σιδηρᾶς καὶ αλλα τοιαῦτα κατεσκεύασεν, οπως ταῖς πολεμίαις ναυσὶν ἐπιρριπτοῦντες αὐτὰ συνάπτοιντο σφίσι, καὶ μεταβαίνοντες εἰς αὐτὰς εἰς χεῖρας ιοιεν τοῖς Καρχηδονίοις καὶ ὡς ἐν πεζῇ μάχῃ τούτοις συρρήγνυνται. συμμίξαντες ουν οἱ Καρχηδόνιοι ταῖς τῶν ̔Ρωμαίων ναυσὶ περιέπλεον σφᾶς, συντόνῳ χρώμενοι εἰρεσίᾳ, καὶ ἐκ 2.204 τοῦ αἰφνιδίου προσέβαλλον. χρόνον μὲν ουν τινα ἰσοπαλὴς ἡ ναυμαχία ἐγίνετο, ειθ' οἱ ̔Ρωμαῖοι ἐπικρατέστεροι γεγονότες πολλοὺς μὲν κατέδυσαν, συνέσχον δὲ καὶ πολλούς. ὁ δ' ̓Αννίβας ἐπὶ ἑπτήρους ναυμαχῶν, συσχεθείσης τῆς αὐτοῦ νηὸς τριήρει τινί, φοβηθεὶς μὴ ἁλῷ, τὴν ἑπτήρη τε ἐγκατέλιπε καὶ μεταβὰς εἰς ἑτέραν διέφυγε. Τῆς μὲν ουν ναυμαχίας τοῦτο τέλος ἐγένετο καὶ λάφυρα πολλὰ ἐλήφθη· τὸν δ' ̓Αννίβαν οἱ Καρχηδόνιοι διὰ τὴν ητταν ἀπέκτειναν αν, εἰ μὴ εὐθὺς ἐπηρώτησε σφᾶς, ὡς ἀκεραίων ετι τῶν πραγμάτων οντων, εἰ ναυμαχῆσαι κελεύουσιν η μή. συνθεμένων γὰρ αὐτῶν ναυμαχῆσαι, ὡς τῷ ναυτικῷ προέχειν ἐπαιρομένων, ὑπεῖπεν οτι "οὐδὲν αρα ἠδίκηκα οτι τὰ αὐτὰ ὑμῖν ἐλπίσας συνέβαλον· τῆς γὰρ γνώμης, ἀλλ' οὐ τῆς τύχης ἐτύγχανον κύριος." καὶ ὁ μὲν ἐσώθη, τὴν δὲ ἡγεμονίαν ἀφῃρέθη· ∆ουίλιος δὲ τὸ πεζὸν προσλαβὼν τούς τε ̓Εγεσταίους ἐρρύσατο, μηδ' εἰς χεῖρας αὐτῷ τοῦ ̓Αμίλκου ἐλθεῖν ὑπομείναντος, καὶ τὰ φίλια τὰ αλλα ἐβεβαιώσατο, καὶ εἰς τὴν ̔Ρώμην τοῦ θέρους παρελθόντος ἀνεκομίσθη. ἀπάραντος δ' αὐτοῦ ὁ ̓Αμίλκας τό τε ∆ρέπανον κεκλημένον, εστι δὲ λιμὴν ἐπίκαιρος, ἐκρατύνατο καὶ ἐς αὐτὸν τὰ πλείστου κατέθετο αξια, καὶ τοὺς ̓Ερυκίνους απαντας μετανέστησε, καὶ τὴν πόλιν αὐτῶν κατέσκαψεν, ινα μὴ οἱ ̔Ρωμαῖοι καρτερὰν αὐτὴν ουσαν καταλαβόντες ὁρμητήριον τοῦ πολέμου ποιήσωνται, καὶ πόλεις ειλε τὰς μὲν βίᾳ, τὰς δὲ προδοσίᾳ· καὶ εἰ μὴ Γάιος Φλῶρος αὐτὸν ἐπέσχεν ἐκεῖ χειμάσας, τὴν Σικελίαν αν κατεστρέψατο απασαν. Λούκιος δὲ Σκιπίων ὁ συνάρχων αὐτῷ ἐπὶ Σαρδὼ καὶ ἐπὶ Κύρνον ἐστράτευσε, κεῖνται δὲ ἐν τῷ Τυρ2.205 σηνικῷ πελάγει ἀλλήλων ὀλίγον ἀπέχουσαι, ὡς μίαν αὐτὰς πόρρωθεν ειναι δοκεῖν, καὶ προτέρᾳ τῇ Κύρνῳ προσβαλὼν τὴν μὲν Οὐαλερίαν τὴν κρατίστην αὐτῆς πόλιν βίᾳ ειλεν, ἀπόνως δὲ τὰ λοιπὰ ἐχειρώσατο. ἐς δὲ τὴν Σαρδὼ πλέων κατεῖδέ τι ναυτικὸν Καρχηδόνιον, καὶ ἐπ' αὐτὸ ἐτράπετο. καὶ οἱ μὲν εφυγον πρὶν η συμμίξαι, αὐτὸς δ' ἐπὶ πόλιν ̓Ολβίαν ηλθεν· ενθα τῶν Καρχηδονίων μετὰ τῶν νεῶν ἐπιφανέντων φοβηθείς, οὐ γὰρ ειχε τὸ πεζὸν ἀξιόμαχον, ἐπ' οικου ἀπῆρεν. ̓Εν δὲ τῷ τότε χρόνῳ αλλοι τε τῶν ἁλόντων καὶ ἐν τῷ αστει δουλευόντων, καὶ οἱ Σαυνῖται, συχνοὶ γὰρ πρὸς τὴν τοῦ ναυτικοῦ παρασκευὴν ἀφίκοντο, συνέθεντο τῇ ̔Ρώμῃ ἐπιβουλεῦσαι. μαθὼν δὲ τοῦτο Εριος Ποτίλιος ὁ τῆς βοηθείας αρχων προσεποιήσατο συμφρονεῖν αὐτοῖς, ινα ἀκριβώσῃ πᾶν τὸ δεδογμένον αὐτοῖς, καὶ ἐπεὶ μὴ οιός τ' ην καταμηνῦσαι τὸ βούλευμα, πάντες γὰρ περὶ αὐτὸν ησαν οἱ Σαυνῖται, επεισεν αὐτοὺς βουλῆς ἀγομένης εἰς τὴν ἀγορὰν ἀθροισθῆναι καὶ καταβοῆσαι αὐτοῦ ὡς περὶ τὸν σῖτον ἀδικουμένους ονπερ ἐλάμβανον. τῶν δὲ τοῦτο ποιησάντων μεταπεμφθεὶς ὡς αιτιος τοῦ θορύβου ἐξέφηνεν αὐτοῖς τὴν ἐπιβουλήν. καὶ τότε μὲν ἡσυχάσαντας ἀπέπεμψαν, νυκτὸς δὲ συνέλαβον εκαστοι τῶν ἐχόντων δούλους τινὰς ἐξ αὐτῶν· καὶ ουτως ἡ πᾶσα ἐλύθη συνωμοσία. Τῷ δ' ἐπιγενομένῳ θέρει εν τε τῇ Σικελίᾳ καὶ