275
ερωτα. Κύθηρα. πόλις τῆς ̓Αφροδίτης. Κύθρα. γέλως σκωπτικός. ἀπὸ τοῦ κῦτος γέγονε κῦθος καὶ κύθρα. Κυλλήνη. ορος ̓Αρκαδίας. καί· Κυλλήνιος ̔Ερμῆς. Κυλλάδεσ. τὰ ἀπὸ τῶν ὀφθαλμῶν μέρη. kappa.1267 οθεν καὶ τὸ ταῦτα οἰδεῖν κυλοιδιῶ καλοῦσι. συνέσταλται δὲ τὸ υ. Κύλιξ. τὸ ποτήριον. ἀπὸ τοῦ κύκλος κύκλιξ καὶ κύλιξ. Κυλίχναι. λεκανίδες· τρυβλία η φιάλαι. καὶ κυλικνίδες παρὰ ̓Αθηναίοις αἱ πυξίδες, η οἱ λιβανωτοὶ, η ἀγγεῖα κεράμεια. Κύμβη. ἡ κεφαλή. Κυνόμυια. τὸ ονομα εσχηκεν ἀπὸ τοῦ κυνὸς καὶ τῆς μυίας· ὁ μὲν γὰρ ἀναιδὴς, ἡ δὲ θρασεῖα. Κυνέη. περικεφαλαία. †Κυπάσ. ἱμάτιον.† Κύπρισ. ἡ ̓Αφροδίτη. ἡ τὸ κύειν παρέχουσα. η οτι ἐν Κύπρῳ τιμᾶται. Κύπροσ. παρὰ τὸ κυοφόρον καὶ λιπαρὰν γῆν εχειν. †Κύρα. ἡ κρήνη.† †Κυρεία. ἡ ἐξουσία. κυρία δὲ ἡμέρα καὶ ωρα, ˉι.† †Κύρβεσισ. ἑορτή τις, καὶ τὸ πινακίδιον.† kappa.1268 Κύῤῥοσ. πόλις ἐν Συρίᾳ, ην εκτισε Σέλευκος καὶ ὠνόμασεν ὁμωνύμως τῇ ἐν Μακεδονίᾳ. Κύρβεισ. τρίγωνοι πίνακες, ἐν οις οἱ περὶ τῶν ἱερῶν καὶ πολιτικῶν νόμων ἐγγεγραμμένοι ησαν. Κύστισ. ἡ κοιλία η τὰ ὑπογάστρια. Κυψέλλη. πλεκτὸν ἀγγεῖον. Κυψελλίσ. ὁ ῥύπος τοῦ ὠτίου. Κυτωρίσ. ονομα ποταμοῦ. Κύστισ. ἀπὸ τοῦ κεύθειν η κρύπτειν τὸ ουρον. σημαίνει καὶ τὸ οὐροδόχον ἀγγεῖον. Κύμβαι. περιφερῆ πλοῖα παρὰ ̔Ρωμαίοις. (Οὐδέτερον.) Κυανόν. τὸ μέλαν. Κῦδοσ. ἡ δόξα. Κύκλα. οἱ τροχοί. καὶ κυκλήσομεν ἀντὶ τοῦ ἐφ' ἁμαξῶν αξομεν. Κυκλίον. Κυλώνειον αγοσ. Κυλικεῖον. ἡ ποτηριοθήκη. κυλίκιον δὲ, ˉι. kappa.1269 Κύμβαλα. οργανα ευηχα. παρὰ τὸ κύφον, κύφαλα τινὰ οντα. Κυμβία. τὰ κύφα ἐκπώματα. διὰ τὸ περιφερῆ ειναι καὶ κύφα. Κῦμα. παρὰ τὸ κύω, τὸ γεννῶ. καὶ κύματα κωφὰ, τὰ ανευ ἀνέμου ἠρεμοῦντα. Κύντερον. ἀναιδέστερον· χαλεπώτερον. παρὰ τὴν κυνὸς γενικὴν κυνότερον καὶ ἐν συγκοπῇ κύντερον· ὡς μέλαν, μελανότερον καὶ μελάντερον. Κύπελλον. εκπωμα. παρὰ τὸ κύφον, κύφελλον καὶ κύπελλον. η χύπελον, ενθα ὁ πηλὸς ητοι ὁ οινος χεῖται. Κύπειρον καὶ κύπερον. ειδος βοτάνης. Κῦροσ. ἡ ἐξουσία. Κυριακὸν δεῖπνον. τὸ τοῦ κυρίου. η τὸ εγκληρον ἐν ἐκκλησίᾳ αριστον. Κύρμα. τὸ ἐπιτύχημα. παρὰ τὸ κύρω, τὸ ἐπιτυγχάνω. Κυρτόν. τὸ παρ' ἡμῖν ἀπὸ τοῦ κύπτω. κυρτὸν καὶ τὸ μετέωρον καὶ ὑψηλόν. ἀπὸ τοῦ κύειν εἰς υψος ητοι ἐπαίρεσθαι. kappa.1270 Κυρναῖον. πέλαγος. Κῦφον. τὸ περιαγές· τὸ περιφερές· τὸ κυρτοειδές. παρὰ τὸ κύπτω. Κύφελλα. τὰ νέφη. οἱονεὶ κρύφελλα, τὰ ἀποκρύπτοντα τὴν σελήνην. ἐτμήγη δὲ κύφελλα- Καλλίμαχος δὲ τὰ κούφως ἐλαυνόμενα. Κυψελλόβυστον. τὸ ὑπὸ ῥύπου κεκαλυμμένον. Κυρήβια. τὰ ἀπὸ τῶν κυάμων σχίσματα. Κυβήβειν. κυρίως τὸ ἐπὶ κεφαλῆς ῥιπτεῖν. Ομηρος· κύμβαχος ἐν κονίῃσιν. ἐπεὶ οἱ μανιώδεις, περὶ τὴν κεφαλὴν πάθους γινομένου, τοιοῦτοι γίνονται. ( ̔Ρῆμα.) Κυβιστᾷν. τὸ ἐπὶ κεφαλῆς πηδᾷν. κύβη γὰρ ἡ κεφαλή. Κυβεύειν. δουλεύειν. Κυδιόων. γαυριῶν, χαίρων καὶ κυδιούμενος. Κυδαίνω. ἀπὸ τοῦ κῦδος κυδαίνω. λέγεται καὶ κυδάνω. kappa.1271 Κυδάζεται. ἀντὶ τοῦ λοιδορεῖται. τοῖς πᾶσιν ̓Αργείοις κυδάζεται. Κυδοίμεον. ἐθορύβουν. Κύειν. γεννᾷν. κυρίως τὸ ἐν γαστρὶ φέρειν τὸ εμβρυον. ἀποκύειν δὲ τὸ τίκτειν καὶ προσφέρειν εἰς φῶς τὸ ἐν γαστρὶ φερόμενον. Κυθρίσαι. ἐπὶ τοῦ σκῶψαι καὶ γελάσαι. καὶ πανήγυρις παρ' ̓Αθηναίοις οἱ κύθροι, ἐν ῃ ἀλλήλους εσκωπτον. Κυΐσκω. τὸ γεννῶ. Κυκλοφορεῖται. κατὰ κύκλον φέρεται. Κυκῶ. τὸ ταράσσω. καὶ κυκῶσαι. Κυκηθήτην. ἐταράχθησαν. καὶ κυκηθρήτην. κυκήθρα γὰρ ἡ ταραχή. Κυλοιδιῶ. τοὺς ωπας ὀγκῶ. Κυλινδούμενοσ. κυλιόμενος. Κυμαίνεται. ταράσσεται. Κυνῶ. τὸ προσκυνῶ. Κυνοραϊστέων. κακῶς ἐκπνέων. kappa.1272 Κυοφοροῦσα. ἐγκυμονοῦσα. Κυπρίζουσαι. ἀνθοῦσαι, αυξουσαι. Κύρσασ. προσκρούσας· η ἐντυχών. Κυρίττω. τὸ κερατίζω. Κύσασ. φιλήσας. Κυκλήσομεν. ἐφ' ἁμαξῶν αξομεν. κύκλα γὰρ οἱ τροχοί. Κυρηβάσει. μαχήσεται. τοῦ Ψελλοῦ· κυρηβάσει. μαχήσεται· Κύρητα ἡ ∆ημήτηρ. Κυλινδοῦται. κυλίεται. καὶ καλινδοῦται ὁμοίως. Κυθήρηθεν. ἀπὸ Κυθήρων. Κυνηδόν. δίκην κυνός. Κυνόσαργεσ. μακράν. καὶ ἐπὶ οὐδετέρου. Κύκλω. ειτε ονομα, ειτε ἐπίῤῥημα, σὺν τῷ ˉι γράφεται.