275
τῶν ἐν ἔθει καὶ μακρῷ χρόνῳ τετιμημένων ἡ μετάθεσις. Ἡ συνήθεια τῶν ἁμαρτημάτων ἐπὶ τὸ χεῖρον ἄγει τὴν ἐμπεσοῦσαν ψυχήν. ∆εινὸν ἡ συνήθεια κατασχεῖν πρὸς ἑαυτὴν, καὶ μὴ συγχωρῆσαι πάλιν ἐπὶ τὴν πρώτην ἕξιν διαναστῆναι τῆς ἀρετῆς. Ἕξις μὲν γὰρ ἀπὸ συνηθείας· ἀπὸ δὲ ἕξεως φύσις ἐγγίνεται. Φύσιν δὲ μετακινῆσαι καὶ μεταβαλεῖν χαλεπόν. Χρόνῳ πλείστῳ μελετηθέντα, δυσδιόρθωτα λοιπὸν, ἢ καὶ ἀδιόρθωτα νοσήματα γίνεται. Οὐκ εὐχερὲς ὑπὸ πλάνης κατεχομένην μεταπεῖσαι ψυχήν. Αἱ πάντων ἀθρόως πρὸς τὰ ἐναντία μεταβολαὶ σκληρόταται, καὶ μάλιστα ὅταν μήκει χρόνου αἱ ὑποῦσαι στηριχθῶσι δυνάμεις.
ΤΙΤΛ. Εʹ. -Περὶ τῶν συμβουλὴν δεχομένων.
«Ἰδὼν Ἰοθὼρ πάντα ὅσα ἐποίει Μωσῆς τῷ λαῷ, λέγει· Τί τὸ ῥῆμα τοῦτο σὺ ποιεῖς τῷ λαῷ; διὰ τί σὺ κάθησαι μόνος, καὶ πᾶς ὁ λαὸς παρέστηκέ σοι ἀπὸ πρωῒ ἕως δείλης; καὶ λέγει Μωσῆς τῷ γαμβρῷ αὐτοῦ, Ὅτι παραγίνεται πᾶς ὁ λαὸς ἐκζητῆσαι κρίσιν παρὰ τοῦ Θεοῦ, καὶ ὅταν γίνεται αὐτοῖς ἀντιλογία, καὶ ἔλθωσι πρός με, διακρίνω ἕκαστον, καὶ συμβιβάζω αὐτοὺς τὰ προστάγματα τοῦ Θεοῦ, καὶ τὸν νόμον αὐτοῦ. Εἶπεν δὲ ὁ γαμβρὸς Μωσῆ πρὸς αὐτόν· Οὐκ ὀρθῶς τὸ ῥῆμα τοῦτο, ὃ σὺ ποιεῖς· φθορᾷ καταφθαρήσῃ ἀνυπομονήτῳ, καὶ σὺ, καὶ πᾶς ὁ λαὸς οὗτος, ὅς ἐστι μετὰ σοῦ. Βαρύ σοι τὸ ῥῆμα τοῦτο· οὐ δυνήσῃ ποιεῖν σὺ μόνος. Νῦν οὖν ἄκουσόν μου, καὶ συμβουλεύσω σοι, καὶ ἔσται ὁ Θεὸς μετὰ σοῦ. Σκέψαι ἀπὸ παντὸς τοῦ λαοῦ ἄνδρας δυνατοὺς, θεοσεβεῖς, δικαίους, μισοῦντας ὑπερηφανίαν, καὶ καταστήσεις αὐτοὺς ἐπὶ τὸν λαὸν, χιλιάρχους καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους· κρινοῦσι τὸν λαὸν πᾶσαν τὴν ὥραν. Τὸ δὲ ῥῆμα τὸ ὑπέρογκον ἀνιοῦσιν ἐπὶ σὲ, τὰ δὲ βραχέα τῶν κριμάτων κρινοῦσιν αὐτοί· καὶ κουφιοῦσιν ἀπὸ σοῦ, καὶ συναντιλήψονταί σοι. Ἐὰν τὸ ῥῆμα τοῦτο ποιήσῃς, καὶ κατισχύσει σε ὁ Θεὸς, καὶ δυνήσῃ παραστῆναι, καὶ πᾶς ὁ λαὸς εἰς τὸν τόπον αὐτοῦ ἥξει μετ' εἰρήνης.» «Εἶπε Σαοὺλ τῷ παιδαρίῳ τῷ μετ' αὐτοῦ· ∆εῦρο, ἀναστρέψωμεν. Καὶ εἶπεν αὐτῷ τὸ παιδάριον· Ἰδοὺ δὴ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῇ πόλει ταύτῃ, ἔνδοξος, καὶ πᾶν ὃ ἐὰν λαλήσῃ, ἔσται, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν ἡμῶν.» «Ἦλθε Νάθαν πρὸς Βηρσαβεὲ μητέρα Σολομῶντος, λέγων· Οὐκ ἤκουσας, ὅτι ἐβασίλευσεν Ὀρνίας 96.336 υἱὸς Γεθθὶ, καὶ ὁ κύριος ἡμῶν οὐκ ἔγνω; Καὶ νῦν δὴ συμβουλεύσω σοι, καὶ σώσεις τὴν ψυχήν σου, καὶ τὴν ψυχὴν Σολομῶντος τοῦ υἱοῦ σου. Καὶ δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα ∆αβὶδ, καὶ ἐρεῖς πρὸς αὐτόν· Οὐχὶ σὺ, βασιλεῦ, ὤμοσας τῇ δούλῃ σου κατὰ τοῦ Κυρίου Θεοῦ, λέγων, ὅτι Σολομῶν ὁ υἱός σου βασιλεύει μετ' ἐμὲ, καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου; ὅτι ἐβασίλευσεν Ὀρνίας. Καὶ ἔτι σου λαλούσης μετὰ τοῦ βασιλέως, κἀγὼ εἰσελεύσομαι μετὰ σὲ, καὶ πληρώσω τὴν χεῖρά σου. Καὶ εἰσῆλθε Βηρσαβεὲ πρὸς τὸν βασιλέα εἰς τὸν κοιτῶνα.» «Οὖς ἀκοῦον ἐλέγχους ζωῆς, ἐν μέσῳ σοφῶν ἁλισθήσεται.» «Εἰσακούει συμβουλίας σοφός.» «Ὁ φυλάττων ἐλέγχους δοξασθήσεται.» «Ὁ τηρῶν ἐλέγχους ἀγαπᾷ τὴν ψυχὴν αὐτοῦ.» «Ὁ φυλάττων ἐλέγχους σοφισθήσεται.» «Ἐὰν ἐλέγξῃς ἄνδρα φρόνιμον, εὑρήσεις αἴσθησιν.» Οὐ πρέπει ἐν τῇ καρδίᾳ τὸν τῶν ἐλέγχων στῆσαι λόγον· τοιοῦτο γὰρ ἥμισύ τί ἐστιν ἰατρείας. Τὸ γὰρ δεῖξαι αὐτῷ κάμνοντι τῆς νόσου τὸ μέγεθος, ὥστε ἀξίαν ποιῆσαι αὐτῷ τοῦ κακοῦ τὴν φροντίδα, χρήσιμον μέν· τὸ δὲ ἄχρι τούτου καταλιπεῖν, καὶ μὴ πρὸς τὴν ὑγείαν χειραγωγῆσαι, οὐδὲν ἕτερόν ἐστιν, ἢ ἔκδοτον ἀφεῖναι τῇ ἀῤῥωστίᾳ τὸν κάμνοντα. Βλέπων ὀφθαλμὸς τὰ ἄλλα, ἑαυτὸν οὐ βλέπει. Τούτου χάριν σύμβουλον εἰς πάντα ἔχε. Καὶ γὰρ χειρὸς χεὶρ, καὶ ποδὸς ποὺς ἐνδεής. Ἔστι γὰρ τοῦτο ἀνδρὸς μεγαλόφρονος, φίλων ἀποδέχεσθαι μᾶλλον ἐλευθερίαν, ἢ ἐχθρῶν κολακείαν.
ΤΙΤΛ. ςʹ. -Περὶ τῶν συμβουλὴν μὴ δεχομένων, καὶ μισούντων ἐλέγχους.