κύριον ἥλιος καὶ σελήνη", καὶ ὅση δύναμις ὑμνοῦν τὸν πατέρα καὶ τὸν δημιουργὸν τοῦ παντός. Ἀθηνᾶν μέντοι μετὰ Ἡλίου τασσομένην ἐμυθοποίησαν οἱ Ἑλλήνων λόγοι, εἴτ' ἐν ὑπονοίαις εἴτε χωρὶς ὑπονοιῶν φάσκοντες ἐκ τῆς τοῦ ∆ιὸς γεγεννῆσθαι κεφαλῆς καθωπλισμένην· καὶ διωκομένην τότε ὑπὸ τοῦ Ἡφαίστου, βουλομένου αὐτῆς φθεῖραι τὴν παρθενίαν, ἐκπεφευγέναι μὲν αὐτὸν τὴν δ' ἐκ τῆς ἐπιθυμίας πεσοῦσαν ἐπὶ τὴν γῆν θορὴν ἀγαπήσασαν ἐκθρέψαι, καλέσασαν Ἐριχθόνιον, τόν ποτε, φασίν, Ἀθήνη θρέψε, ∆ιὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα. Καὶ ὁρῶμέν γε ὅτι τῷ προσιεμένῳ τὴν Ἀθηνᾶν, ∆ιὸς θυγατέρα, πολλοὺς μύθους καὶ πλάσματα παρεκδεκτέον, οὓς οὐκ ἂν παραδέχοιτο ὁ φεύγων μὲν μύθους ζητῶν δὲ ἀλήθειαν. 8.67 Ἵνα δὲ καὶ τροπολογῆται καὶ λέγηται φρόνησις εἶναι ἡ Ἀθηνᾶ, παραστησάτω τις αὐτῆς τὴν ὑπόστασιν καὶ τὴν οὐσίαν, ὡς ὑφεστηκυίας κατὰ τὴν τροπολογίαν ταύτην. Εἰ δὲ καὶ ἀρχαία τις γενομένη ἄνθρωπος ἡ Ἀθηνᾶ τετίμηται, παραδόντων τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετὰς τῶν βουληθέντων αὐτῆς τὸ ὄνομα παρὰ ἀνθρώποις ὡς θεοῦ ᾄδεσθαι, πολλῷ μᾶλλον οὐ χρὴ ὑμνῆσαι καὶ ὡς θεὸν δοξάσαι τὴν Ἀθηνᾶν, εἴ γε οὐδὲ τὸν τηλικοῦτον ἥλιον προσκυνεῖν ἡμῖν θέμις, κἂν εὐφημῶμεν αὐτόν. Κέλσος μὲν οὖν φησι μᾶλλον ἡμᾶς σέβειν δοκεῖν τὸν μέγαν θεόν, ἂν καὶ Ἥλιον καὶ Ἀθηνᾶν ὑμνῶμεν, ἡμεῖς δὲ τὸ ἐναντίον ἴσμεν. Ὕμνους γὰρ εἰς μόνον τὸν ἐπὶ πᾶσι λέγομεν θεὸν καὶ τὸν μονογενῆ αὐτοῦ θεὸν λόγον. Καὶ ὑμνοῦμέν γε θεὸν καὶ τὸν μονογενῆ αὐτοῦ ὡς καὶ "ἥλιος καὶ σελήνη" καὶ "ἄστρα" καὶ πᾶσα ἡ οὐρανία στρατιά. Ὑμνοῦσι γὰρ πάντες οὗτοι, θεῖος ὄντες χορός, μετὰ τῶν ἐν ἀνθρώποις δικαίων τὸν ἐπὶ πᾶσι θεὸν καὶ τὸν μονογενῆ αὐτοῦ. Προείπομεν μὲν οὖν μὴ δεῖν ὀμνύναι τὸν ἐν ἀνθρώποις βασιλέα ἢ τὴν ὀνομαζομένην τύχην αὐτοῦ. ∆ιὸ οὐκ ἀναγκαῖον ἡμᾶς πάλιν ἀπολογεῖσθαι πρὸς τὸ κἂν ἐν ἀνθρώποις βασιλέα κελεύῃ σέ τις ὁρκωμοτεῖν, οὐδὲ τοῦτο δεινόν. ∆έδοται γὰρ τούτῳ τὰ ἐπὶ γῆς, καὶ ὅ τι ἂν λαμβάνῃς ἐν τῷ βίῳ, παρὰ τούτου λαμβάνεις. Ἡμεῖς δέ φαμεν ὅτι οὐ πάντως δέδοται τούτῳ τὰ ἐπὶ γῆς ὅλα, οὐδ' ὅ τι ἂν λαμβάνωμεν ἐν τῷ βίῳ, παρὰ τούτου λαμβάνομεν. ∆ικαίως γὰρ καὶ καλῶς λαμβά νοντες, ἀπὸ τοῦ θεοῦ καὶ τῆς προνοίας αὐτοῦ λαμβάνομεν, οἷον ἡμέρους καρποὺς καὶ ἄρτον, στηρίζοντα "καρδίαν ἀνθρώπου", καὶ τὴν προσηνῆ ἄμπελον καὶ οἶνον, εὐφραίνοντα "καρδίαν ἀνθρώπου". Ἀλλὰ καὶ τοὺς τῆς ἐλαίας καρποὺς ἀπὸ τῆς προνοίας ἔχομεν τοῦ θεοῦ "τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ". 8.68 Εἶθ' ἑξῆς φησιν ὁ Κέλσος ὅτι οὐ χρὴ ἀπιστεῖν ἀνδρὶ ἀρχαίῳ, πάλαι προειπόντι τό· Εἷς βασιλεύς, ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω. Καὶ ἐπιφέρει· Ὡς, ἂν τοῦτο λύσῃς τὸ δόγμα, εἰκότως ἀμυνεῖταί σε ὁ βασιλεύς. Εἰ γὰρ τὸ αὐτό σοι ποιήσειαν ἅπαντες, οὐδὲν κωλύσει τὸν μὲν καταλειφθῆναι μόνον καὶ ἔρημον, τὰ δ' ἐπὶ γῆς ἐπὶ τοῖς ἀνομωτάτοις τε καὶ ἀγριω τάτοις βαρβάροις γενέσθαι, καὶ μήτε τῆς σῆς θρησκείας μήτε τῆς ἀληθινῆς σοφίας ἐν ἀνθρώποις ἔτι καταλείπεσθαι κλέος. Εἷς μὲν οὖν κοίρανος ἔστω, εἷς βασιλεύς, οὐχ ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω, ἀλλ' ᾧ ἔδωκεν ὁ καθιστῶν "βασιλεῖς καὶ" μεθιστῶν "καὶ τὸν χρήσιμον" κατὰ καιρὸν ἐγείρων ἐπὶ τῆς γῆς· καὶ οὐχ ὁ τοῦ καταταρταρωθέντος, ὡς οἱ μῦθοι Ἑλλήνων λέγουσι, Κρόνου υἱὸς ἀπελάσας τοῦτον τῆς ἀρχῆς καθίστησι βασιλεῖς, οὐδ' ἂν ἀλληγορῇ τις τὰ κατὰ τοὺς τόπους, ἀλλ' ὁ διοικῶν τὰ σύμπαντα θεὸς οἶδεν ὅ τι ποτὲ ποιεῖ κατὰ τὸν τόπον τῆς τῶν βασιλέων καταστάσεως. Λύομεν οὖν τὸ δόγμα· Ὧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω, οὐδὲν ἀγκύλον καὶ σκολιὸν βούλεσθαι πειθόμενοι θεὸν ἢ πατέρα θεοῦ. Οὐ λύομεν δὲ τὸ δόγμα τὸ περὶ προνοίας καὶ τῶν εἴτε προηγουμένως ὑπ' αὐτῆς γινομένων εἴτε καὶ ἔκ τινων ἐπακολουθούντων. Ἀλλ' οὐδ' εἰκότως ἡμᾶς ἀμύνεται βασιλεύς, φάσκοντας μὲν ὅτι οὐ Κρόνου παῖς ἀγκυλομήτεω ἔδωκεν αὐτῷ τὸ βασιλεύειν, ὁ δὲ μεθιστῶν "βασιλεῖς καὶ" καθιστῶν. Καὶ τὸ αὐτό γε ποιείτωσάν μοι ἅπαντες, τὸ μὲν ὁμηρικὸν καταλύοντες δόγμα τὸ δὲ θεῖον περὶ βασιλέως τηροῦντες καὶ τὸ "τὸν βασιλέα