275
γὰρ ἐξ ὠδίνων μέχρι τα φῆς διοδεύομεν ἅπαντες. βʹ. "Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν." Καὶ τὸν ὄγδοον καὶ δέκατον ψαλμὸν ἑρμηνεύοντες εἰ ρήκαμεν τίνι διαφέρει νόμος, καὶ μαρτύρια, καὶ δι καιώματα, καὶ κρίματα, καὶ ἐντολαί· ἀναμνήσομεν δὲ ὅμως ἐν κεφαλαίῳ τῶν εἰρημένων. Νόμον καλεῖ, τὸν ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων διὰ τοῦ θεσπεσίου Μωσοῦ δεδομένον. Ἐντολὰς δὲ καὶ προστάγματα πάλιν τὸν αὐτὸν, ὡς βασιλικῶς ἐνταλθέντα καὶ προσταχθέντα. ∆ικαιώματα, ὡς δικαιοῦν τὸν κατορθοῦντα δυ νάμενον. Κρίματα δὲ ὡς τὰς θείας ψήφους ὑπο δεικνύντα, καὶ τὰς ἀξίας ἀντιδόσεις τῶν τε ἐννόμως καὶ παρανόμως βιούντων. Μαρτύρια δὲ, ὡς διαμαρ τυρόμενον, καὶ δεικνύντα, οἵαις ὑποβληθήσονται τιμωρίαις οἱ παραβαίνοντες. Μακαρίζει τοίνυν καὶ ἐνταῦθα τοὺς τὰ μαρτύρια τοῦ Θεοῦ διηνεκῶς ἐρευ νῶντας, καὶ ἐν ὅλῃ καρδίᾳ τὸν Θεὸν ἐκζητοῦντας· οὐ παντὸς δὲ τοῦτο, ἀλλὰ τοῦ τὴν κορυφὴν αὐτὴν κατ ειληφότος τῆς ἀρετῆς. Ὁ γὰρ τοιοῦτος οὐ μερίζει τὴν διάνοιαν εἰς, Θεὸν καὶ φροντίδας βιωτικὰς, ἀλλὰ ὅλον ἑαυτὸν ἀνατίθησι τῷ Θεῷ. γʹ. "Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν." Τὴν διαίρεσιν ταύ την πεποίηκε καὶ ἐν τῷ πρώτῳ ψαλμῷ. Καὶ γὰρ ἐκεῖ μακαρίσας τὸν ἐν νόμῳ Κυρίου μελετῶντα ἡμέρας καὶ νύκτας, καὶ τὸν τῆς μελέτης ἐπιδείξας καρπὸν, ἐπήγαγεν· "Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕ τως." Καὶ ἐνταῦθα τοίνυν μακαρίσας τοὺς ἀμώ μους, διδάσκει, ὡς οἱ τῆς ἀνομίας ἐργάται ἑτέραν ἑαυτοῖς ὁδὸν κατεσκεύασαν, καὶ τὴν ὑπὸ τοῦ Θεοῦ παγεῖσαν κατέλιπον. δʹ. "Σὺ ἐνετείλω τὰς ἐντολάς σου, τοῦ φυλάξα σθαι σφόδρα." Τοῦτο καὶ διὰ τοῦ νόμου, καὶ διὰ τῶν προφητῶν, καὶ διὰ τῶν ἱερῶν Εὐαγγελίων ὁ ∆εσπότης παρακελεύεται· καὶ μεστὴ πᾶσα ἡ θεία 80.1824 Γραφὴ τῆς τοιαύτης νομοθεσίας. Οὐ γὰρ ἁπλῶς φυ λάττειν, ἀλλὰ σφόδρα φυλάττειν παρεγγυᾷ· τού τεστι, σὺν ἀκριβείᾳ πάσῃ. εʹ. "Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου, τοῦ φυλάξασθαι τὰ δικαιώματά σου." ∆ιὰ τοῦτο, φη σὶν, ἀντιβολῶ, οἷόν τινι κανόνι, τῷ σῷ νόμῳ τὴν ἐμὴν ὁδὸν εὐθῦναι, ὡς ἂν διατηρήσαιμί σου τὰ δικαιώματα. Καὶ δεικνὺς τὸν τούτου καρπὸν, ἐπι φέρει· ʹ. "Τότε οὐ μὴ αἰσχυνθῶ, ἐν τῷ μὲν ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου." Παρανομίας γὰρ αἰ σχύνη καρπός. Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος ἔφη, "Τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ' οἷς νῦν ἐπ αισχύνεσθε;" Οἱ δὲ πάσας τοῦ Θεοῦ πληροῦντες τὰς ἐντολὰς, τὴν ἀπὸ τοῦ συνειδότος ἔχουσι παῤῥησίαν. ζʹ. "Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου." Ἐξομολόγησιν τὴν εὐχαριστίαν καλεῖ. Τότε, φησὶ, δυνήσομαι ὕμνον καθαρὸν προσενεγκεῖν, ὅταν σου πάντα καταμάθω τὰ κρίματα, καὶ κατ' αὐτὰ βιώσω. ηʹ. "Τὰ δικαιώματά σου φυλάξω· μή με ἐγκατα λίπῃς ἕως σφόδρα." Τινὰς πρὸς βραχὺ πολλάκις ἡ θεία χάρις ἀφίησιν, ὠφέλειαν αὐτοῖς ἐντεῦθεν μη χανωμένη. Οὕτως ὁ μέγας Ἡλίας καταληφθεὶς τῷ τῆς δειλίας περιέπεσε πάθει, καὶ τῆς ἀνθρωπείας φύσεως μεμάθηκε τὴν ἀσθένειαν· ἀλλ' εὐθὺς πάλιν τῆς θείας ἀπήλαυσε χάριτος. Οὕτως ὁ θεῖος Πέτρος ἀρνηθεὶς ὠλίσθησεν· ἀλλ' εὐθὺς αὐτὸν ὁ ∆εσπότης ὑπήρεισε. Γυμνὸς δὲ πάμπαν ὁ Ἰούδας τῆς θείας γε νόμενος προμηθείας, ἕτοιμον ἐγένετο θήραμα τοῦ δυσμενοῦς· ἐγκατελείφθη καὶ ὁ μακάριος ∆αβὶδ μετὰ τὴν ἁμαρτίαν ἐκείνην, καὶ ταῖς χαλεπαῖς ἐκείναις περιέπεσε συμφοραῖς· ἀλλὰ πάλιν τὴν πρὸς τὸν Θεὸν ἀπέλαβε παῤῥησίαν, καὶ τῆς ἐκεῖθεν κηδεμονίας ἀπήλαυσεν. Ὁ δὲ Σαοὺλ ἔρημος ταύτης γενόμενος παντελῶς, ἐγυμνώθη μὲν τῆς τοῦ πνεύ ματος χάριτος, πονηρῷ δὲ πνεύματι συνεζύγη. Εἰ κότως τοίνυν ὁ Προφήτης ἱκετεύει μὴ ἐγκαταλειφθῆ ναι ἕως σφόδρα, τουτέστι, μὴ παντάπασι τῆς προ μηθουμένης χάριτος γυμνωθῆναι. θʹ. "Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὑτοῦ· Ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου." Εὐρί πιστος ἡ νεότης, καὶ πρὸς κακίαν ὀξύῤῥοπος. ∆ια φόροις γὰρ παθημάτων περικλύζεται κύμασι· δεῖται τοίνυν τοῦ ποδηγοῦντος πρὸς τοὺς λιμένας εὐθύ νοντος. Τοῦτο δὲ τῶν θείων λογίων ἴδιον. Ταῦτα γὰρ τῶν ἐναντίων ὁδῶν