275
συνόδου, εὐλογεῖν δὲ ἢ καὶ εὔχεσθαι ὡς κοινὸν μοναχόν, οὐχ ὡς ἱερωμένον, ἀλλὰ καὶ τοῦτο μετὰ συμπλήρωσιν ἐπιτιμητικήν· εἴς τε τὰς ὑπὸ αἱρετικῶν κατεχομένας ἐκκλησίας μὴ εἰσιέναι μήτε, ἐὰν ἐαθῇ ναὸς κρατεῖσθαι ὑπὸ ὀρθοδόξου μετὰ τὸ ἐκεῖσε αἱρετικὰς ἀναφορὰς γενέσθαι, λειτουργεῖν τὸν ὀρθόδοξον ἄνευ λύσεως ὀρθοδοξοῦντος ἐπισκόπου. Ἐπεὶ οὖν εὐδοκίᾳ θεοῦ ἀφείθημεν τῶν φυλακῶν καὶ συνήφθημεν τῷ τε ἁγιωτάτῳ πατριάρχῃ καὶ τοῖς ἁγίοις ἐπισκόποις, πρὸς δὲ καὶ ὁσίοις ἡγουμένοις, ἀνεθέμεθα τοὺς λόγους καὶ οὐκ ἐμέμφθημεν παρά τινος ἐν οὐδενὶ ἢ μόνον πρὸς ἑνὸς ἐπὶ τῷ εὐλογεῖν· ὧτινι ἀπεκρινάμεθα ὅτι, "4εἰ μεμπτέον, ἐξενεχθῇ ὅρος παρὰ τῆς κεφαλῆς καὶ ἡμεῖς σιωπῶμεν"5. ὥστε οἱ ἐγκαλοῦντες μὴ ἡμῖν, ἀλλὰ τοῖς κυρίοις ἐπισκόποις ἐγκαλείτωσαν· οἷς ἡμεῖς οἱ εὐτελεῖς καὶ ὑφειμένοι ἑπόμενοι καὶ παρ' αὐτῶν ἀναγκαστικῶς προτρεπόμενοι μέχρι σήμερον καὶ ἐδώκαμεν ἐπιτίμια κατὰ τὸν εἰρημένον εἱρμὸν καὶ ἐπιδιδοῦμεν ὁπότε τύχοι. σκοπείτωσαν δὲ οἱ φιλεγκλήμονες μήπως τὸν κώνωπα διυλίζοντες λελήθασι τὴν κάμηλον καταπίνοντες καὶ τὰ κάρφη ψηλαφῶντες οὐκ αἰσθάνονται τὴν δοκὸν περιφέροντες. Ἡμεῖς οὖν οὕτω, θεοτίμητε ἀδελφέ, ὡς ὑπὸ θεῷ μάρτυρι διεγενόμεθα συμπαθείᾳ καὶ φιλαδελφίᾳ, οὐ κατὰ πρόσκλησιν ἤ τινα ἄλλην περιπέτειαν ἀνθρωπίνην· ὁ δὲ ταράσσων ὑμᾶς, φησὶν ὁ ἀπόστολος, βαστάσει τὸ κρίμα, ὅστις ἂν ᾖ. 447 {1Ἀνθίμῳ τέκνῳ}1 Ὁ νόμος τοῦ θεοῦ, ὁ φόβος τε καὶ ὁ τρόμος αὐτοῦ ὥς φησι· σκοπόν σε τέθεικα τῷ οἴκῳ Ἰσραήλ· ὁ δὲ σκοπὸς τῆς ἀγγελίας ἠνάγκασέ με, ἀδελφέ, διὰ γράμματος πάλιν ἀναγγεῖλαί σοι τὴν ἐρχομένην ῥομφαίαν τοῦ θεοῦ ἐπὶ σέ, ῥομφαίαν φοβεράν, ῥομφαίαν πύρινον, ῥομφαίαν οὐ σῶμα, ἀλλὰ ψυχὴν ἐμβάλλουσαν εἰς γέενναν πυρὸς εἰς ἀπεράντους αἰῶνας. καὶ δακρύω γράφων, ὁ τάλας, καὶ στένω πικρόν, ὅτι ἐπὶ τὸν ἐμὸν υἱὸν καὶ μαθητὴν ὁ λόγος. ἀλλὰ τί πάθω; ἐὰν μὴ ἀναγγείλω, τὸ αἷμά σου ἐκ τῶν χειρῶν μου ἐκζητεῖν ἔφη θεός, οὐδὲν ἕτερον ἢ τὸ αὐτό με τῆς τιμωρίας συναπολαῦσαι κρίμα. ὦ ἀδελφέ, τί ἔμυσας τὸ ὄμμα σου οὕτω τῆς καρδίας; τί κατεφρόνησας θεοῦ, οὗ τῷ βλέμματι τὰ σύμπαντα σείεται καὶ οὐ φέρει στήκειν; ἀπεπήδησας πάλαι τῆς ἀσκητικῆς παλαίστρας, ἐπορεύθης εἰς τόπους, οὓς οὐκ ἐπισκοπεῖ Κύριος, ἔλυσας τὴν σφραγῖδα τῆς ἁγνείας, ἔφθειρας τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐγένου δοῦλος τῆς ἁμαρτίας· εἶτα ὀψέ ποτε ἐπανῆκες πρὸς ἡμᾶς ἐν τῇ ἀπαρχῇ τοῦ διωγμοῦ, ἐξομολογούμενος, ἐπιτιμώμενος, ἐπαγγελλόμενος τὴν ἀναδρομὴν μετὰ τὴν παῦλαν τοῦ διωγμοῦ. ἐπὶ τούτῳ καὶ πρὸς τοῦ οἰκονόμου ἐστοιχειώθης καὶ παρὰ τοῦ ἀδελφοῦ ∆ιονυσίου προσελήφθης καὶ τὴν καλὴν φυγαδείαν εἵλου, ἐκ τόπων πονηρῶν εἰς τόπους ἀγαθοὺς διαιτώμενος, ἐφ' οὓς ὀφθαλμοὶ Κυρίου καὶ ὁ μακαρισμὸς τοῦ διωγμοῦ ὑπὲρ κεφαλῆς σου περικυκλούμενος. καὶ εὗ γε τῆς ἀνακλήσεως, τῆς καθάρσεως, τῆς ἀγγελικῆς ἐπικουρήσεως. τί οὖν πάλιν τὸ γεγονός; τί τὸ ἐκστῆσάν σε θεοῦ καὶ παραδῶσαν τῷ διαβόλῳ; φεῦ τῆς ἐμῆς ἀθλιότητος· ἐπέστρεψας πάλιν εἰς τὸν βόρβορον τῆς ἁμαρτίας, φθείρων καὶ φθειρόμενος ὑπὸ γυναικός, μᾶλλον δὲ γυναικῶν. Κύριε, ἐλέησον, φεῖσαι, ὁ θεός· ἀφῆκέν σε ὁ φύλαξ σου ἄγγελος, προσελάβετο ὁ σατανᾶς. ζῇς ἆρα, ἄθλιε; καὶ πῶς ἔστι ζῆν τὸν ὑπὸ ἀνθρωποκτόνου κατεσθιόμενον; ὁρᾷς ἆρα τὸ φῶς; καὶ πῶς ἔστι βλέπειν τὸν ἐσκοτισμένον τῇ ἁμαρτίᾳ; προσεύχῃ ἆρα τῷ θεῷ; καὶ πῶς ἔστι προσιέναι Κυρίῳ τὸν ἑαυτὸν δουλώσαντα τῷ διαβόλῳ; ποῦ ἐστιν ἡ καλή σου ἀρχή, ἡ θέρμη, ἡ κατάνυξις, ἡ ὑποταγή, τὸ δάκρυον, ἡ θεοπτέρωτος προσευχή, ἡ οὐράνιος πολιτεία; ᾤχοντο πάντα, ἀπολώλασιν. ὢ στεναγμῶν μοι πικρῶν ἐπὶ τῇ σῇ ἀλογίᾳ· εἴθε ζῷον ἄλογον ἦς, ὅπερ εἰς κρίσιν οὐκ ἔρχεται· ἀλλ' ὅτι θεόπλαστον, ἀνιστάμενον καὶ κρίνεσθαι μέλλον, τοῦτο ἐλεεινόν. ∆εῦρο δή, ὁ ἀπολωλώς μου υἱός, δεῦρο, ἐπίστρεψον πρὸς Κύριον, ὅτι σφόδρα φιλάνθρωπος ὢν πάλιν δέχεται, πάλιν ὑγιάζει, πάλιν νυμφοστολεῖ, πάλιν θύει τὸν μόσχον τὸν