276
μὴ φανερὸς γένοιτο τὰ Καντακουζηνοῦ τοῦ βασιλέως ᾑρημένος, δεδοικὼς, ἡ γὰρ θυγάτηρ αὐτῷ καὶ ἡ γυνὴ, αἳ ἦσαν ἐν Βυζαντίῳ, καὶ ἡ ἄλλη περιουσία οὐκ εἴων πράττειν ἃ ᾑρεῖτο, ἐμβάλλουσαι εἰς ἀγωνίαν, μὴ δι' αὐτὸν πολλοῖς προσομιλήσωσι κακοῖς, τοῦτο δ' ὅτι καὶ Θεσσαλονικέων οὐ μόνον ἡ στρατιὰ, οἳ ἦσαν οὐκ ὀλίγοι, ἀλλὰ καὶ τῶν πολιτῶν οἱ δυνατοὶ τὰ βασιλέως τοῦ Καντακουζηνοῦ ᾑρημένοι πρὸς ἀμέλειαν ἐνῆγον, οἷς ἐθάῤῥει, ὅτε βούλοιτο, περιέσεσθαι τῶν Ζηλωτῶν. ἐπεὶ δὲ ἐκεῖνοι διὰ τὴν μέλλησιν ἐκείνου ἦσαν οὐκ εὐκαταφρόνητοι καὶ τὸν δῆμον ἀνηρέθισαν κατὰ τῶν δυνατῶν, τοῦ πρωτοστράτορος 2.234 ἤδη ἐγνωσμένου τὰ Καντακουζηνοῦ τοῦ βασιλέως δρᾷν, ἐπιθέμενοι ἀθρόον, ἐξελαύνουσι τῆς πόλεως περὶ χιλίους ὄντας. συμβολῆς ὀλίγης γενομένης δι' ἀκροβολισμῶν, ἐν ᾗ καὶ τῶν πρωτοστράτορος οἰκετῶν ἐγένοντο ὀλίγοι τραυματίαι· ἑάλωσαν δὲ καὶ τῶν δυνατῶν τινες, οἳ οὐκ ἠδυνήθησαν τοῖς ἄλλοις τῇ πρώτῃ συνεκπεσεῖν ὁρμῇ. ὑφ' ἑαυτοῖς δὲ οἱ Ζηλωταὶ τὴν πόλιν ποιησάμενοι, ἐτράπησαν εἰς τὰς οἰκίας τῶν φυγάδων καὶ αὐτάς τε καθῄρουν καὶ τὰς οὐσίας διήρπαζον, καὶ τἄλλα ἔπραττον, ὅσα ἦν εἰκὸς αὐτοὺς ἀνθρώπους ὑπὸ πενίας συνελαυνομένους καὶ εἰς ὕβριν ἐξενηνεγμένους διὰ τὴν ἀθρόαν εὐπορίαν. εἰς τοσοῦτον δὲ ἀπονοίας καὶ τόλμης ἦλθον, ὥστε καίτοι τὰ δεινότατα τολμῶντες, σταυρὸν ἐκ τῶν ἱερῶν ἀδύτων ἁρπάζοντες, ἐχρῶντο ὥσπερ σημαίᾳ καὶ ὑπὸ τούτῳ ἔλεγον στρατηγεῖσθαι, οἱ τῷ πολεμίῳ μᾶλλον τοῦ σταυροῦ ἀγόμενοι. καὶ εἴ τις πρός τινα ἔκ τινων ἰδίων ἐγκλημάτων διεφέρετο, τὸν σταυρὸν ἁρπάζων, ἐχώρει κατὰ τῆς οἰκίας, ὡς δὴ τοῦ σταυροῦ κελεύοντος. καὶ ἦν εὐθὺς ἀνάγκη ἐκ θεμελίων ἀνεσπάσθαι, ὁρμῇ τε ἀλογίστῳ καὶ κέρδους ἐπιθυμίᾳ τοῦ δήμου ἑπομένου. ἐπὶ δύο μὲν οὖν καὶ τρισὶν ἡμέραις ἡ Θεσσαλονίκη ὥσπερ ὑπὸ πολεμίων ἐδῃοῦτο, καὶ οὐδὲν ἦν ὅ,τι μὴ τελούμενον ὡρᾶτο τῶν ἐπὶ ἁλώσει γινομένων πόλεων. οἵ τε γὰρ κρατήσαντες νύκτωρ καὶ μεθ' ἡμέραν κατὰ συστάσεις διιόντες, βοαῖς ἐχρῶντο καὶ ἀλαλαγμοῖς καὶ τὰ τῶν ἑαλωκότων 2.235 ἦγόν τε καὶ ἔφερον· καὶ οἱ νενικημένοι στένοντες ἐν ἀδύτοις κατεκρύπτοντο, ἀγαπητὸν ἡγούμενοι, ὅτι μὴ αὐτίκα ἀποθνήσκοιεν. ἐπεὶ δὲ, ὧν ἔδει διεφθαρμένων, παύσαιτο ἡ ταραχὴ, οἱ Ζηλωταὶ αὐτίκα ἐκ πενεστάτων καὶ ἀτίμων πλούσιοι καὶ περιφανεῖς γεγενημένοι, πάντα ἦγον δι' ἑαυτῶν, καὶ τοὺς μέσους μετῄεσαν τῶν πολιτῶν, ἢ συνασχημονεῖν ἀναγκάζοντες αὐτοῖς, ἢ τὴν σωφροσύνην καὶ τὴν ἐπιείκειαν ὡς Καντακουζηνισμὸν ἐπικαλοῦντες. ἐν Θεσσαλονίκῃ μὲν οὖν τοιαῦτα ἐτελεῖτο. πρωτοστράτωρ δὲ ἐπεὶ μετὰ τῆς στρατιᾶς καὶ τῶν ἀρίστων ἐξηλαύνετο, εἰς Γυναικόκαστρον ἀφικόμενος, κατεῖχε γὰρ αὐτὸ καὶ πρότερον φρουρᾷ, οἷα δὴ ὑπὸ τῷ Θεσσαλονίκης ἄρχοντι εἰωθὸς τελεῖν, ηὐλίζετο ἐκεῖ καὶ κακῶς ἐποίει Θεσσαλονίκην ληϊζόμενος καὶ πάσης ἐκράτει τῆς ἔξω τειχῶν γῆς. ἀντικαταστῆναι γὰρ πρὸς τοὺς ἔξω οὐδαμῆ οἱ ἔνδον ἦσαν δυνατοί. ἔπεμπε δὲ καὶ πρὸς Καντακουζηνὸν τὸν βασιλέα περὶ Χαλκιδικὴν ἔτι διατρίβοντα, ἅμα μὲν μηνύων, ὡς ἐκβληθείη Θεσσαλονίκης, τοῦ δήμου καὶ τῶν Ζηλωτῶν αὐτῷ ἐπιθεμένων, ἅμα δὲ καὶ ἐλπίδας οὐ φαύλας ὑποφαίνων, ὡς, εἰ παραγένοιτο ταχέως, τῶν τε ἔνδον οὐκέτι παντάπασιν ἐκπεπολεμωμένων, ἦσαν γὰρ ἔτι, οἳ τὰ βασιλέως ᾑρημένοι δέει συνείποντο τοῖς Ζηλωταῖς, καὶ τῶν ἔξω μέγα δυναμένων, ῥᾳδίως παραστήσαιτο τὴν πόλιν. βασιλεῖ μὲν οὖν ἐδόκει πάντοθεν περιΐστασθαι δεινὰ, ὅμως ἐπὶ τὸν πάντα ἄγοντα θεὸν τὰς ἐλπίδας τῆς σωτηρίας καὶ τῆς νίκης ἀνατιθεὶς, πρὸς 2.236 Χρέλην ὅσα ἔδει διαλεχθεὶς καὶ προθεσμίαν συνθέμενος, καθ' ἣν ἔδει τὰ οἴκοι διαθέμενον ἀφικέσθαι πρὸς αὐτὸν, ἔπειτα καὶ ἐκ τῆς ἐκείνου στρατιᾶς οὐκ ὀλίγην παραλαβὼν ἅμα τοῖς οἰκείοις ἠπείγετο πρὸς πρωτοστράτορα. ἐν τῷ μεταξὺ δὲ διερχομένῳ ἡ Ῥεντίνα, φρούριόν τι Θεσσαλονίκης ἡμέρας ὁδὸν διέχον, προσεχώρησεν ἑκοντί. καταλιπὼν δὲ αὐτοῖς ἄρχοντα καὶ διακοσίους στρατιώτας φρουρὰν, αὐτὸς ἐλθὼν ἐστρατοπέδευσεν ἐν Λαγκαδᾷ οὐ μακρὰν Θεσσαλονίκης. ἡ δὲ ἐκ Βυζαντίου στρατιὰ ἅμα στρατηγοῖς τοῖς Παλαιολόγοις