276
τῇ Σαρδοῖ αμα ἐπολέμησαν οἱ ̔Ρωμαῖοί τε καὶ οἱ Καρχηδόνιοι. καὶ μετὰ τοῦτ' ̓Ατίλιος Λατῖνος ἐς τὴν Σικελίαν ἐλθών, καὶ Μουτίστρατον πόλιν ὑπὸ τοῦ Φλώρου πολιορκουμένην εὑρών, τῇ παρασκευῇ ἐκείνου ἐχρήσατο. καὶ προσβολὰς περὶ τὸ τεῖχος 2.206 αὐτοῦ ποιουμένου πρῶτον μὲν οἱ ἐπιχώριοι μετὰ τῶν Καρχηδονίων ἠμύνοντο κραταιῶς, τῶν δὲ γυναικῶν καὶ τῶν παίδων ἐς δάκρυα καὶ ἐς οἰμωγὰς προαχθέντων οὐκ ἀντέσχον. ὑπεξελθόντων δὲ νυκτὸς τῶν Καρχηδονίων αμα τῇ εῳ τὰς πύλας ἐθελονταὶ οἱ ἐπιχώριοι ἀνεπέτασαν. εἰσιόντες δὲ οἱ ̔Ρωμαῖοι πάντας ἐφόνευον, εως ἐκήρυξεν ὁ ̓Ατίλιος τὴν λοιπήν τε λείαν καὶ τοὺς ἀνθρώπους τοῦ λαβόντος ειναι· εκτοτε γὰρ τοὺς λοιπούς τε ἐζώγρησαν καὶ τὴν πόλιν προδιαρπάσαντες κατέπρησαν. ̓Εκεῖθεν δ' ἐπὶ Καμάριναν ἀπερισκέπτως γενόμενοι ἐς χωρία προλελοχισμένα ἐνέπεσον· καὶ πανσυδὶ αν ἐφθάρησαν, εἰ μὴ Μάρκος Καλπούρνιος χιλιαρχῶν σοφίᾳ μετῆλθε τὸ δυστύχημα. ἰδὼν γάρ τινα τῶν πέριξ λόφων μόνον ὑπὸ τοῦ κρημνώδους μὴ προκατειλημμένον, ὁπλίτας τριακοσίους παρὰ τοῦ ὑπάτου ᾐτήσατο, καὶ σὺν αὐτοῖς ἐπ' ἐκεῖνον ωρμησεν, ιν' οἱ πολέμιοι πρὸς αὐτοὺς τράπωνται, κἀντεῦθεν οἱ λοιποὶ διαφύγωσι. καὶ εσχεν ουτως· ὡς γὰρ τὴν ὁρμὴν αὐτῶν ειδον οἱ ἐναντίοι, ἐκπλαγέντες τὸν μὲν υπατον καὶ τοὺς περὶ αὐτὸν ὡς ηδη ἑαλωκότας κατέλιπον, ἐπὶ δὲ τὸν Καλπούρνιον συνέδραμον. καὶ μάχης ἰσχυρᾶς γεγονυίας πολλοὶ μὲν κἀκείνων, πάντες δ' οἱ τριακόσιοι επεσον· μόνος δὲ περιεσέσωστο ὁ Καλπούρνιος, τρωθεὶς μέν, λαθὼν δ' ἐν τοῖς νεκροῖς κείμενος ὑπὸ τῶν τραυμάτων ὡς τεθνηκώς, ενθα ζωὸς εὑρεθεὶς ἐσώθη. ἐν ῳ δ' οἱ τριακόσιοι ἐμάχοντο, ὁ υπατος ἀπεχώρησε. διαφυγὼν δ' ουτως τήν τε Καμάριναν καὶ αλλας πόλεις τὰς μὲν βίᾳ, τὰς δὲ καὶ ὁμολογίᾳ παρεστήσατο. ἐντεῦθεν 2.207 ἐπὶ τὴν Λιπάραν ωρμησεν ὁ ̓Ατίλιος. νυκτὸς δὲ λαθὼν προκατέσχεν αὐτὴν ὁ ̓Αμίλκας, καὶ ἐπεξελθὼν αἰφνιδίως πολλοὺς διέφθειρε. Γάιος δὲ Σουλπίκιος τῆς τε Σαρδοῦς τὰ πλεῖστα κατέδραμε καὶ ὑπερφρονήσας ἐκ τούτου ωρμησεν ἐπὶ τὴν Λιβύην. καὶ ἀπῆραν μὲν καὶ οἱ Καρχηδόνιοι σὺν τῷ ̓Αννίβᾳ περὶ τοῖς οικοι δεδιότες, ἀντιπνεύσαντος δὲ πνεύματος σφίσιν αμφω ἐπέστρεψαν. καὶ μετὰ ταῦτα εσφηλε διά τινων ψευδαυτομόλων τὸν ̓Αννίβαν ὁ ̓Ατίλιος ὡς ἐς τὴν Λιβύην αυθις πλευσόμενος. σπουδῇ τε ουν αὐτῷ ἐξαναχθέντι ἐπιπλεύσας ὁ Σουλπίκιος τὰς μὲν πλείους τῶν νεῶν ἀγνοούσας ὑπὸ ὁμίχλης ἐπὶ πολὺ τὸ γινόμενον καὶ ταραττομένας κατέδυσε, τὰς δὲ λοιπὰς καταφυγούσας ἐς τὴν γῆν κενὰς ειλεν. ὁ γὰρ ̓Αννίβας οὐκ ἀσφαλῆ τὸν λιμένα ὁρῶν, καταλιπὼν αὐτὰς ὑπεχώρησεν εἰς πόλιν Σουλκούς· ενθα στασιασάντων πρὸς αὐτὸν Καρχηδονίων προῆλθέ τε ἐς αὐτοὺς μόνος καὶ ἀπώλετο. ἀδεέστερον δ' ἐκ τούτου τὴν χώραν κατατρέχοντες οἱ ̔Ρωμαῖοι ἡττήθησαν ὑπὸ Αννωνος. ταῦτα ἐν τῷ ετει τούτῳ ἐγένετο. καὶ συνεχῶς λίθοι ἐξ οὐρανοῦ ἐς τὴν ̔Ρώμην αμα πολλοί, ὡς καὶ χαλάζῃ ἐοικέναι, επεσον· καὶ ἐς τὸ ̓Αλβανὸν καὶ αλλοθι λίθους ὁμοίως συνέβη κατενεχθῆναι. Οἱ δ' υπατοι ἐπὶ Σικελίαν ἐλθόντες ἐπὶ Λιπάραν ἐστράτευσαν. ἐπεὶ δ' ὑπὸ τὴν ακραν τὴν Τυνδαρίδα καλουμένην ναυλοχοῦντας ῃσθοντο τοὺς Καρχηδονίους, διχῇ τὸν πλοῦν ἐποιοῦντο. καὶ θατέρου τῶν ὑπάτων τῷ ἡμίσει τοῦ ναυτικοῦ τὸ ἀκρωτήριον περιβαλόντος, νομίσας ὁ ̓Αμίλκας μόνους ειναι, ἐξανήχθη· ὡς δὲ καὶ οἱ λοιποὶ ἐπεγένοντο, πρὸς φυγὴν ἐχώρησε καὶ τοῦ ναυτικοῦ πλεῖστον ἀπέβαλεν. ἐπαρ2.208 θέντες δ' οἱ ̔Ρωμαῖοι Σικελίαν μὲν ὡς ηδη σφετέραν ουσαν κατέλιπον, τῇ δὲ Λιβύῃ τῇ τε Καρχηδόνι ἐπιχειρῆσαι ἐτόλμησαν. ἡγοῦντο δὲ αὐτῶν ο τε ̔Ρηγοῦλος ὁ Μάρκος καὶ Λούκιος Μάλλιος, ἐξ ἀρετῆς προκριθέντες. καὶ οἱ μὲν εἰς τὴν Σικελίαν πλεύσαντες τὰ ἐκεῖ τε καθίστων καὶ τὸν ἐς τὴν Λιβύην ηὐτρέπιζον πλοῦν, Καρχηδόνιοι δὲ οὐκ ἀνέμειναν αὐτοὺς ἐπιπλεῦσαι σφίσιν, ἀλλὰ παρασκευασάμενοι πρὸς Σικελίαν ἠπείχθησαν. καὶ παρὰ τῇ ̔Ηρακλειώτιδι ἐς χεῖρας ἀλλήλοις ηλθον. ἰσορρόπου δὲ τῆς ναυμαχίας ἐπὶ πολὺ γινομένης, τέλος ὑπερέσχον ̔Ρωμαῖοι· ̓Αμίλκας δὲ ἀντιστῆναι αὐτοῖς οὐκέτι