276
ἀποτρέποντα, ῥυθμίζειν ἱκανὰ, καὶ πρὸς τὴν θείαν ὁδὸν ποδηγεῖν. Ὅπερ γάρ ἐστιν νέῳ πώλῳ χαλινὸς, καὶ πωλοδάμνης, τοῦτο τοῖς νέοις ὁ θεῖος γίνεται λόγος. 80.1825 ιʹ. "Ἐν ὅλῃ καρδίᾳ μου ἐζήτησά σε, μὴ ἀπ ώσῃ με ἀπὸ τῶν ἐντολῶν σου." Ζητοῦσι μὲν πολ λοὶ τὸν Θεὸν, ἀλλ' οὐκ ἐν ὅλῃ καρδίᾳ· μερίζουσι γὰρ ταύτην, οὐ μόνον εἰς φροντίδας πραγμάτων βιωτι κῶν, ἀλλὰ καὶ εἰς ἐπιθυμίας ἀτόπους, καὶ φθόνους, καὶ δόλους, καὶ τὰς τῶν πλησίων ἐπιβουλάς. Ὁ δὲ τῶν θείων ἐραστὴς πᾶσαν ἀφιεροῖ τῷ Θεῷ τὴν διά νοιαν, καὶ τῆς ἐκεῖθεν ἀπαιωρεῖ προνοίας. ιαʹ. "Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι." Ὁ χρυσὸν κεκτημένος, ἢ ἄργυρον, ἢ λίθους τιμίους, οὐκ ἔξω ταῦτα προτίθη σιν· ἀλλ' ἔνδον ἐν τοῖς ταμιείοις καὶ τοῖς θαλάμοις ἐναποκρύπτει, ὥστε διαφυγεῖν τῶν τοιχωρύχων τὰς χεῖρας. Οὕτως ὁ τὸν πλοῦτον ἔχων τῆς ἀρετῆς κρύπτει τοῦτον ἐν τῇ ψυχῇ· ὡς ἂν μὴ διὰ δόξης καινῆς τοῦτον οἱ τῶν ψυχῶν συλήσαιεν λωποδύται. ∆ιδάσκει δὲ καὶ ἕτερον ὁ λόγος· οὐ γὰρ ἅπασι τὰ θεῖα λόγια προσφέρειν παρεγγυᾷ· "Μὴ δῶτε γὰρ, φησὶ, τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρί τας ὑμῶν ἔμπροσθεν χοίρων." ιβʹ. "Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώ ματά σου." Ἀντὶ τοῦ, ἥμερος εἶ καὶ φιλάνθρωπος, καὶ ἄξιος παρὰ πάντων ὑμνεῖσθαι. Οὗ δὴ χάριν ἀντιβολῶ σε μαθεῖν παρὰ σοῦ τὰ δικαιῶσαι δυνά μενα. ιγʹ. "Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου." Ἃ γὰρ ἂν παρὰ τῆς σῆς ἀγαθότητος μάθοιμι, ταῦτα διδάξω τοὺς ἀγνο οῦντας. ιδʹ. "Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ." Ἐπίπονος μὲν ἡ τῆς ἀρε τῆς ὁδὸς, ἀλλὰ τοῖς τελείοις τριπόθητος. ∆ιά τοι τοῦτο καὶ ὁ ∆εσπότης ἔφη Χριστός· "Λάβετε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, ὅτι ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι." Τοῦτο καὶ ὁ προφη τικὸς ἔφη λόγος, ὅτι πλούτου παντὸς θυμηρεστέρα μοι τῶν σῶν μαρτυρίων ἡ κτῆσις. Τὸ δὲ, "Ἐπὶ παντὶ πλούτῳ," οὐχ ἁπλῶς πρόσκειται, ἀλλὰ τὸν παντοδαπὸν πλοῦτον παραδηλοῖ· πολλὰ γὰρ τοῦ πλούτου τὰ εἴδη. Ὁ μὲν γὰρ χρυσὸν ἔχων ὀνομάζε ται πλούσιος, ὁ δὲ ἄργυρον, ὁ δὲ γῆν πλείστην, τὴν μὲν πεφυτευμένην, τὴν δὲ καὶ σπειρομένην· ὁ δὲ βοσκήματα. Ἀλλὰ ταῦτα πάντα περιλαβὼν ὁ Προ φήτης, καὶ τοῖς θείοις μαρτυρίοις παραβαλὼν, ἔφη σεν ἀξιέραστα εἶναι αὐτῷ τὰ θεῖα μαρτύρια, ὡς τοῖς φιλοπλούτοις ἅπαντα τοῦ πλούτου τὰ εἴδη. ιεʹ. "Ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου." Τούτου χάριν, φησὶν, ἐνδελεχῶς τῶν σῶν λόγων τὴν μελέτην αὐχήσω, καὶ ταῖς σαῖς ὁδοῖς τὴν πορείαν ποιήσομαι. ιʹ. "Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ 80.1828 ἐπιλήσομαι τῶν λόγων σου." Ἄληστον τῶν σῶν λο γίων ἐμαυτῷ φυλάξω τὴν μνήμην. ιζʹ. "Ἀνταπόδος τῷ δούλῳ σου." Οὐ παντός ἐστι ταύτῃ χρήσασθαι τῇ φωνῇ· οὐδεὶς γὰρ πονηρὸν συνειδὸς περιφέρων εἰς ἀνταπόδοσιν τὸν κριτὴν διεγείρει· ὁ δὲ καθαροῖς χρώμενος λογισμοῖς, σὺν παῤῥησίᾳ ταύτῃ κέχρηται τῇ φωνῇ. "Ζῆσόν με, καὶ φυλάξω τοὺς λόγους σου." Τῆς σῆς γὰρ ἀπο λαύων ἐπικουρίας, διαφεύξομαι τῆς ἁμαρτίας τὸν θάνατον, καὶ τὴν ἐκ τῶν λόγων σου τρυγήσω ζωήν. ιηʹ. "Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου." Οὐχ ἅπαντες οἱ τοῖς θείοις ἐντυγχάνοντες λογίοις τὰ τούτων κατανοοῦσι θαυμάσια, ἀλλ' οἱ τῆς ἄνωθεν ἀπολαύοντες αἴγλης. Ὃ δὴ καὶ ὁ μακάριος ἔφη Παῦλος· "Ὅτ' ἂν δὲ ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν." Αὐτὸς μέν τοι τῷ φωτὶ τῷ θείῳ καταυγαζόμενος εἰ κότως ἐβόα· "Ἡμεῖς δὲ ἅπαντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος." Ἡμᾶς δὲ προσ ήκει τὸν ∆εσπότην ἀντιβολεῖν, ἵνα τὸ κάλυμμα τῶν τῆς διανοίας ἡμῶν περιελὼν ὀφθαλμῶν, ἀποδείξῃ τῶν θείων λογίων τὴν δύναμιν. ιθʹ. "Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ' ἐμοῦ τὰς ἐντολάς σου." Τὴν γῆν οὐ κατοικοῦ μεν, ἀλλὰ παροικοῦμεν· βραχὺν γὰρ διαβιώσαντες χρόνον, εἰς ἕτερον μεταβαίνομεν βίον. Τοῦτο δὲ οὐ πάντες ἐθέλουσιν εἰδέναι, ἀλλ' οἱ ἐπὶ τοῖς παροῦσιν