276
σιτευτὸν καὶ χαίρων συγκαλέσει τὰς ἄνω δυνάμεις ἐπὶ τῇ σῇ εὑρέσει. μὴ δὴ οὖν ἀπειθήσῃς υἱέ μου, υἱέ μου, ἀλλὰ ἀνακλήθητι, ἀλλ' ὑπόστρεψον, συγκολληθεὶς τῷ καλῷ σου ἀδελφῷ ∆ιονυσίῳ, πρίν σε καταλάβῃ ἡ ῥομφαία τοῦ αἰωνίου θανάτου. 448 {1Εὐστρατίῳ ἡγουμένῳ}1 Ἐχάρην δεξάμενός σου τὸ τίμιον γράμμα, πατέρων φίλτατε, καὶ διδαχθεὶς τὰ κατὰ τὴν ὁσιότητά σου οὕτως ἔχειν καὶ οὕτως, ἐπεί, ὅσον ἐκ τῶν ἀπαγγειλάντων, καίτοι ἀξιοπίστων, λυπηρῶς διεκείμην, ἀκούσας τὴν ὑποκριτικὴν ὑπογραφήν. καί με δέξαι, τιμιώτατε, παρρησιαστικώτερον διαλεγόμενον. οὐκ ἔξω αἰτίας τὸ κατασχεθέντα σε ὑπὸ βασιλικοῦ μεῖναι ἀπαθῆ, ἤγουν ἄφετον· τοῦτο γὰρ τῶν τεθρυλλημένων ἐπάγωγον. οὐδεὶς οὖν τῶν πεπαρρησιασμένων ἄτερ φυλακῆς ἢ τοὐλάχιστον ἐξορίας, ἤτοι φυγαδείας, ὡμολόγηται διαμεῖναι. οἱ δὲ τούτων ἐκτὸς ἐντὸς τῆς ἀπαγωγῆς, ἵνα μὴ τραχύτερον εἰπὼν λυπήσω. ἢ οὐ διεβλέψω, διορατικώτατε, τὸν χαλεπὸν διωγμὸν Λέοντος τοῦ θηριωνύμου; οὗ ἡ Ἀχααβιτικὴ χεὶρ εἷλε καὶ τοὺς ἐξ ἄλλου κράτους, ἔκτεινέ τε καὶ ὤλεσεν, τό γε φιλανθρωπότερον ἐφρούρησεν μετὰ πικρὰν μαστίγωσιν, μὴ ὅτι γε τοὺς ὑπὸ χεῖρα. εἰ δὲ αὐτὸς οὔ τί που τῶν τοιούτων πεπονθὼς μετὰ τὴν σύλληψιν, σύγγνωθι, ἐσυλήθης, ἅγιε. καὶ μή μοι φυλάττεσθαι τὰς οἰκείας ἐκκλησίας λέγε καὶ σώας τὰς ἱστορίας μένειν τήν τε ἀναφορὰν τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου· τοῦτο γὰρ καὶ ἄλλοι ἀπαχθέντες φιλολογοῦσιν. οὐ δύναται ταῦτα διασεσῶσθαι, εἰ μή τοι προδοσία ἀληθινῆς ἐνστάσεως ἐγένετο. τί τὸ ὄφελος, εἰ ἡμεῖς, οἱ ναὸς θεοῦ καὶ ὄντες καὶ λεγόμενοι, ἠχρειώθημεν καὶ ἀψύχους οἴκους περιεποιησάμεθα; ἡ εἰκὼν τοῦ Χριστοῦ οὔτε τῆς Θεοτόκου οὔτε τινὸς ἁγίου διαπίπτει· μένει γὰρ ἐν αὐτοῖς ὡς πρωτοτύποις, πίπτουσι δὲ οἱ δοκοῦντες καθαιρεῖν αὐτάς, ἀλλὰ γὰρ καὶ οἱ φειδοῖ τούτων προώμενοι τὴν παρρησίαν καὶ τὴν δι' αὐτῆς κάκωσιν. οὐά, ἄλλοι ἀποθνήσκοντες, ἕτεροι ὑπεροριζόμενοι, ἄλλοι μαστιζόμενοι, ἕτεροι φρουρούμενοι, τὰ ὄρη ἔχοντα καὶ αἱ ἐρημίαι, πέτραι τε καὶ σπήλαια τοὺς μακαρίως δεδιωγμένους, καὶ ἡμεῖς οἴκοι μένοντες, καὶ οἰόμενοι ἀβλαβῶς διαμένειν; οὐδαμῶς. ἀπολέσθω πᾶσα ἡ τοῦ κόσμου ὕλη τῶν δοκούντων, ἡ ὁμολογουμένη βλάβη ψυχῆς προκρινέσθω, ἣν ὑπέστη πᾶς προφασιστής. Ταῦτα φιλῶν καὶ ὑπομνήσκων εἴρηκα, καὶ ὡς ὑπὸ ἐπιτιμίαν ἐσμὲν ἄξιοι ἐλθεῖν καὶ ὅτι ἐν καιρῷ ὀρθοδοξίας οὐδὲν ἀψηλάφητον ἀφεθείη. καὶ εὖ ἔχει διὰ ταπεινώσεως βαδίσαι καὶ ἰάσασθαι τὸ ἠσθενηκὸς ἢ διὰ ἀναιτιασμοῦ προστρίβειν ἑαυτοῖς μείζονα αἰτιάματα. 449 {1Λαυρεντίῳ τέκνῳ}1 Ἀκουστὸν ἡμῖν ἐγένετο, τέκνον Λαυρέντιε, ὅπερ ἐκ τοῦ πονηροῦ δαίμονος ἐτελέσθη δρᾶμα ἐν τῇ Ἀντισάρχῳ κωμοπόλει· καὶ ἐστενάξαμεν ἐπ' αὐτῷ μεγάλως καὶ κατὰ τὸν κοινὸν νόμον τῆς ἀνθρωπίνης ἀγάπης καὶ διότι ἀφ' αἵματος τοῦ ἀδελφοῦ Ἀθανασίου καὶ πρωτοπρεσβυτέρου (ὑφ' οὗ καὶ κινηθεὶς γράφω) ἐστὶν ὁ ἀπαγχονισθείς. ὢ φοβεροῦ τραγῳδήματος· ἄνθρωπος ἐν τιμῇ ὤν, προφερέστερος τῶν ἐκεῖσε αὐτοχθόνων, αὐτάρκης κατὰ τὸν βίον, ἀνὴρ συνετός, προσκαρτερῶν εὐχαῖς τε καὶ δεήσεσι καὶ τῇ λοιπῇ τῆς ζωῆς ἀγωγῇ ἐμπρέπων, μηδενὸς περιστατικοῦ συμβεβηκότος, ἐξ οὗ πολλάκις ἔστι περιτρέπεσθαι τοῦ δέοντος κατά τι μικρόν, οὕτως ἐν ἀταραξίᾳ πραγμάτων τηλικοῦτον κακὸν ἀπεργάσασθαι, ἀγχόνῃ χρησάμενος. ὤ, καὶ αὖθις ἐρῶ, τῆς ἀπευκτῆς ἀκοῆς. τοιαῦτα τοῦ διαβόλου τὰ μηχανήματα· ἐκεῖνος ἀνθρωποκτόνος ἀπ' ἀρχῆς, καθὼς ἔφη ὁ Κύριος, ἐκεῖνος πρῶτον μὲν τὸν Ἀχιτόφελ, ἔπειτα τὸν Ἰούδαν ἔπεισεν ἀπάγξασθαι· ὃς οὐ παύεται καὶ μέχρι σήμερον τὸ αὐτὸ ἀποτελεῖν ἐν τοῖς πειθομένοις αὐτῷ. οἶμαι δὲ κατὰ δύο τρόπους συλᾶν τὸν ἄνθρωπον, ὡς πείρᾳ ἔγνωμεν· ἢ ἀπὸ ὀδύνης καρδίας ἀπαρακλήτου ἢ ἀπὸ ἐφέσεως ἀλογίστου, σκοτώσας καὶ περιτρέψας· ὡς γὰρ ἐπὶ φόνου ἢ μοιχείας καὶ τῶν ὁμοίων ἀσελγημάτων ὑποδείκνυσι τὸ σκότος φῶς καὶ τὸ πικρὸν γλυκεῖον (οὐ γὰρ ἄν, εἰ μὴ οὕτως ἀναστοιχειώσει λογίσασθαι, ἡμᾶς εὑρίσκῃ