277
Ἀνδρονίκῳ καὶ Θωμᾷ ἀφιγμένοι εἰς Φερὰς, παραλαβόντες καὶ Συργὴν ἄγοντα τὴν ἐκ Μακεδονίας στρατιὰν, καὶ ἔπαρχον τὸν Μονομάχον συστρατευόμενον ἅμα τοῖς οἰκείοις, τὸ ἐκείνου παραμείψαντες στρατόπεδον, ἧκον εἰς Θεσσαλονίκην. βασιλεὺς δὲ ἐκεῖ τὴν νύκτα αὐλισάμενος, ὡς μὴ δοκοίη δέει τῷ ἐκείνων ἀπανίστασθαι, εἰς τὴν ὑστεραίαν ἄρας, ἦλθεν εἰς Γαλικὸν, ποταμόν τινα ἐγγὺς Θεσσαλονίκης, ἔνθα ὁ πρωτοστράτωρ καὶ οἱ ἐκ Θεσσαλονίκης φυγάδες περὶ χιλίους ὄντες συνεγένοντο, τῶν ἵππων ἀποβάντες, ὡς προσήκει βασιλεῦσι προσιόντας πράττειν. πρῶτός τε ὁ πρωτοστράτωρ προσελθὼν πεζῇ, ἠσπάζετο τὸν βασιλέως πόδα, εἶτ' ἐφεξῆς καὶ οἱ λοιποὶ προσίεσαν ὁμοίως. βασιλεύς τε καὶ αὐτὸς πρωτοστράτορα μὲν ἀπὸ τοῦ ἵππου κύψας ἀντησπάζετο· τοὺς δ' ἄλλους προσηγόρευε παριὼν, πᾶσιν ἦθος χρηστὸν ἐμφαίνων καὶ βλέπων εὐμενές. ηὐλίσαντό τε στρατοπεδευσάμενοι ἐκεῖ τὴν 2.237 νύκτα. βασιλεὺς δὲ πρωτοστράτορα καὶ τοὺς ἐν λόγῳ μάλιστα τῶν φυγάδων ἔχων περὶ ἑαυτὸν, ἠρώτα ὅ,τι δέοι ποιεῖν· αὐτοὺς γὰρ μάλιστα εἰδέναι τὰ ἐνταῦθα πράγματα καὶ ἀγωγῶν τόπον ἐπέχειν πρὸς αὐτοὺς ἄρτι ἀφιγμένους ἐξ ἀλλοδαπῆς. πρωτοστράτωρ δὲ καὶ οἱ φυγάδες, τὰ μὲν γεγενημένα, ἔφησαν, ἐνταῦθα οὐδ' αὐτὸς ἀγνοεῖς· λείπεται δὲ αὐτὸν σκεψάμενον, ὅ,τι ἂν δοκῇ συμφέρειν πράττειν. λθʹ. Βασιλεὺς δὲ ἐς τὴν ὑστεραίαν ἐκκλησίαν ἐκ πάντων συναθροίσας, γνώμην πᾶσι περὶ τῶν πρακτέων προὐτίθει, καὶ ἐκέλευε τὸ παριστάμενον ἕκαστον μηδὲν ἀναδυόμενον εἰπεῖν, ὡς ἐκ πολλῶν τῶν λεγομένων ῥᾳδία ἡ τοῦ συνοίσοντος αἵρεσις γένοιτο αὐτοῖς. οἱ δ' ἀνεβάλλοντο πάντες ἐφεξῆς, καὶ οὐδεὶς τὸ παριστάμενον ἐτόλμα λέγειν φανερῶς. οἵ τε γὰρ ἐκ Βυζαντίου φυγάδες μετὰ βασιλέως ἀφιγμένοι ἄγαν ἤχθοντο πρὸς τὴν ἀποτυχίαν τῆς Θεσσαλονίκης καὶ ἐν ἀπόρῳ εἴχοντο τοῦ τί χρὴ ἑλέσθαι· καὶ ἡ ἄλλη στρατιὰ ἐν ἀθυμίᾳ ἦσαν, οὐ κατὰ ῥοῦν χωροῦντα τὰ πράγματα ὁρῶντες βασιλεῖ· καὶ ὁ πρωτοστράτωρ ἅμα Θεσσαλονικέων τοῖς φυγάσιν, ὡς ἑώρων τοῖς ἐκ Βυζαντίου στρατηγοῖς τὴν πόλιν κατεχομένην καὶ ἄπορα ἤδη ἦν προσάγεσθαι, μᾶλλον ἐχαλέπαινον, τοὺς οἰκείους ἐννοοῦντες οἷα πείσονται. καὶ πρὸς τὴν βασιλέως γνώμην πάντες ἀφεώρων, οἰόμενοί τινα σφίσι τῶν περισχόντων κακῶν λύσιν ἐξευρήσειν. βασιλεὺς δὲ ὡς εἶδε 2.238 μηδεμίαν γνώμην μηδένα βουλόμενον εἰσάγειν, «τὰ μὲν πράγματα» εἶπεν «ὡς ἐναντίως ἢ ᾠόμεθα ἀπήντηκεν ἡμῖν, πάντες ὁρᾶτε δήπου. πρωτοστράτωρ τε γὰρ καὶ Θεσσαλονικέων οἱ τὰ ἡμέτερα ᾑρημένοι, οὓς ἔδει τὴν πόλιν ἔχοντας εὑρεῖν καὶ τὰ μέγιστα ὠφελεῖσθαι ὑπ' αὐτῶν, δυσκόλῳ τύχῃ χρησάμενοι, ἐξελήλανται· ὅ,τε δῆμος καὶ οἱ ἐναπολειφθέντες, οὓς ἠλπίζομεν ἢ πειθοῖ προσάξεσθαι ἢ βιάσεσθαι τοῖς ὅπλοις, διά τε τὰς ἁρπαγὰς ἡμῖν ἐκπεπολεμωμένοι καὶ θαῤῥοῦντες τῇ ἐκ Βυζαντίου στρατιᾷ, οὐ προσχωρήσουσιν ἡμῖν. εἰ γὰρ ἔμελλον, οὐκ ἂν ἐπὶ τῆς πύλης αὐτῶν σχεδὸν ἐστρατοπεδευμένου ἡσύχαζον αὐτοὶ, ἀλλ' ἢ πρεσβείαν ποιούμενοι κοινῇ, ἢ ἰδίᾳ κρύφα τινὲς αὐτῶν διαλεγόμενοι, παρῆσαν ἄν. τὸ δὲ μηδένα ἐξελθεῖν τεκμήριον τοῦ τε τοὺς πολλοὺς ἐγνωκέναι πολεμεῖν ἡμῖν, καὶ τοῦ, εἴ τινες καὶ εἶεν ᾑρημένοι τὰ ἡμέτερα, δέει τοῦ μὴ κακῶς παθεῖν συμφέρεσθαι τοῖς ἄλλοις. ὅθεν οὐδὲ ἐλπίδων ἀνονήτων ἕνεκα ἐνταῦθα οἴομαι παραμένειν δεῖν. οὐ μὴν διὰ τὸ τῆς πόλεως ἀποτετυχηκέναι, καὶ πρὸς τὰ λείποντα δίκαιον τοῦ πολέμου μαλακίζεσθαι. οὐδὲ γὰρ οὐδὲ πρὸς πάντα εὐτυχήσομεν ἀεί. σωφρόνων δέ ἐστιν ἀνθρώπων καὶ γενναίοις χρωμένων λογισμοῖς, μήτε ἐν ταῖς εὐτυχίαις τοῦ μετρίου φαίνεσθαι ἐκπίπτοντας, μήτ' ἐν ταῖς δυσπραγίαις καταπίπτειν, ἀπαγορεύοντας τὸ ἀνορθοῦσθαι αὖ 2.239 θις. ἀλλὰ δέον τὰ ἐνταῦθα ὡς προσῆκον διοικησαμένους, χωρεῖν ἐπὶ τὰ πρόσω, χρηστοτέρας ἡμῖν καὶ ὡς μάλιστα ἀσφαλεῖς ὑποφαίνοντα ἐλπίδας. δέον οὖν ἐγὼ νομίζω, τῇ εἰς τὴν Ῥεντίναν καταλελειμμένῃ φρουρᾷ δύναμιν προσθέντας μείζονα, ὡς κατατρέχειν Θεσσαλονίκης δύναιντο, ἡ γὰρ ἐκ Βυζαντίου στρατιὰ οὐ πολλῷ ὕστερον ἀποχωρήσει,