277
ἐτόλμα, Αννωνα δὲ πρὸς αὐτοὺς επεμψεν ὡς ὑπὲρ εἰρήνης, βουλόμενος τὸν καιρὸν τρίβειν· ηλπιζε γὰρ στράτευμά οἱ πεμφθήσεσθαι οικοθεν. Αννων δέ, βοώντων τινῶν συλλαβεῖν αὐτὸν οτι καὶ Καρχηδόνιοι ἀπάτῃ συνέλαβον τὸν Κορνήλιον, "αν τοῦτο ποιήσητε" ειπεν, "οὐδὲν ετι κρείττους τῶν Λιβύων εσεσθε." ἐκεῖνος μὲν ουν εὐκαιρότατα θωπεύσας οὐδὲν επαθεν, οἱ δὲ καὶ αυθις τοῦ πολέμου ειχοντο. καὶ οἱ μὲν υπατοι ἐκ τῆς Μεσσήνης επλεον, ̓Αμίλκας δὲ καὶ Αννων διαιρεθέντες ἀμφοτέρωθεν αὐτοὺς περισχεῖν ἐμελέτων. ἀλλ' ὁ μὲν Αννων οὐχ ὑπέστη προσιόντας αὐτούς, προκαταπλεύσας δ' εἰς Καρχηδόνα ταύτην ἐφύλασσεν· ὁ δὲ ̓Αμίλκας πυθόμενος τοῦτο κατὰ χώραν εμενεν. ἐκβάντες δ' εἰς τὴν γῆν οἱ ̔Ρωμαῖοι ἐπὶ τὴν ̓Ασπίδα τὴν πόλιν ἐχώρησαν. ους ἰδόντες προσιόντας οἱ ἐπιχώριοι προϋπεξῆλθον· καὶ ἀμαχεὶ κατασχόντες αὐτὴν οἱ ̔Ρωμαῖοι τοῦ πολέμου ὁρμητήριον ἐποιήσαντο, κἀντεῦθεν τήν τε γῆν ἐπόρθουν καὶ πόλεις τὰς μὲν ἐθελουσίας, τὰς δὲ φόβῳ προσεκτῶντο, λείαν τε πολλὴν ἐλάμβανον καὶ 2.209 αὐτομόλους πλείστους ἐδέχοντο, καὶ τῶν οἰκείων συχνοὺς τῶν ἐν τοῖς πρὶν πολέμοις ἁλόντων ἐκομίζοντο. Χειμῶνος δὲ ἐπιγενομένου Μάλλιος μὲν εἰς ̔Ρώμην σὺν τῇ λείᾳ ἀπέπλευσε, ̔Ρηγοῦλος δ' ἐν τῇ Λιβύῃ ὑπέμεινε. καὶ οἱ Καρχηδόνιοι ἐν παντὶ κακοῦ γεγόνασι, τῆς χώρας τε πορθουμένης αὐτῶν καὶ τῶν περιοίκων ἀλλοτριουμένων, καὶ κατειληθέντες εἰς τὸ τεῖχος ἡσύχαζον. ̔Ρηγούλῳ δὲ παρὰ τὸν Βαγράδαν ποταμὸν στρατοπεδευομένῳ δράκων ἐπεφάνη ὑπερμεγέθης, ου τὸ μῆκος λέγεται ειναι ποδῶν ἑκατὸν πρὸς τοῖς εικοσι· καὶ γὰρ ἡ λεβηρὶς αὐτοῦ εἰς τὴν ̔Ρώμην κεκόμιστο δι' ἐπίδειξιν· ἀνάλογον δὲ καὶ τὸν αλλον ογκον ειχε τοῦ σώματος. ος συχνοὺς τῶν στρατιωτῶν τοὺς μὲν πελάζοντας αὐτῷ, τοὺς δὲ καὶ πίνοντας ἐκ τοῦ ποταμοῦ διέφθειρε. κατειργάσατο δ' αὐτὸν ὁ ̔Ρηγοῦλος πλήθει στρατιωτῶν καὶ μηχαναῖς λιθοβόλοις. καὶ τὸν μὲν ουτως εφθειρεν, τῷ δὲ ̓Αμίλκᾳ ἐπὶ μετεώρου καὶ ὑλώδους στρατοπεδευομένῳ χωρίου νύκτωρ προσέμιξε, καὶ πολλοὺς μὲν ἐν ταῖς εὐναῖς, πολλοὺς δ' ἐξεγερθέντας διώλεσεν· εἰ δέ τινες καὶ διέφυγον, τοῖς τὰς ὁδοὺς τηροῦσιν ἐμπίπτοντες ωλλυντο. καὶ ουτω τῶν τε Καρχηδονίων μέρος ἀναλώθη πολὺ καὶ πόλεις αὐτῶν συχναὶ πρὸς ̔Ρωμαίους μεθίσταντο. φοβηθέντες δ' οἱ ἐν τῇ πόλει μὴ ἁλῶσι διεκηρυκεύσαντο πρὸς τὸν υπατον, οπως ὁμολογίᾳ τινὶ ἐπιεικεῖ ἀποπέμψαντες αὐτὸν τὸ παραυτίκα δεινὸν ὑπεκφύγωσιν. ἐπεὶ δὲ πολλὰ ἀπῃτοῦντο 2.210 καὶ φορτικά, ὡς αλωσιν αὐτῶν ἀκριβῆ νομίζεσθαι τὰς σπονδάς, πολεμεῖν μᾶλλον ειλοντο. ̔Ο μέντοι ̔Ρηγοῦλος μέχρι τότε εὐτυχῶν αὐχήματος μεστὸς ἐγένετο καὶ φρονήματος, ωστε καὶ γράφειν εἰς τὴν ̔Ρώμην οτι κατεσφραγισμένας εχει τὰς τῶν Καρχηδονίων πύλας ὑπὸ τοῦ φόβου· τὰ ισα δὲ καὶ οἱ σὺν αὐτῷ καὶ οἱ ἐν τῇ ̔Ρώμῃ ἐφρόνουν. οθεν καὶ ἐσφάλησαν. ηλθον μὲν γὰρ τοῖς Καρχηδονίοις καὶ ετεροι σύμμαχοι, ηλθε δὲ καὶ ἐκ Λακεδαίμονος Ξάνθιππος. ουτος τὴν αὐτοκράτορα τῶν Καρχηδονίων ἀρχὴν εἰληφώς· ο τε γὰρ δῆμος αὐτῷ τὰ πράγματα προθύμως ἐπέτρεψε καὶ ὁ ̓Αμίλκας καὶ οἱ λοιποὶ οἱ ἐν τέλει ἑκουσίως ἐξέστησαν· τά τε αλλα παρεσκεύασεν ευ, καὶ ἀπὸ τῶν μετεώρων τοὺς Καρχηδονίους, ἐν οις ὑπὸ δέους ησαν, κατήγαγεν εἰς τὸ ὁμαλόν, ἐν ῳ η τε ἱππεία αὐτῶν καὶ οἱ ἐλέφαντες πλεῖστον ἰσχύσειν εμελλον. καὶ τὸν μὲν αλλον χρόνον ἡσύχαζε, τηρήσας δέ ποτε τοὺς ̔Ρωμαίους καταφρονητικῶς αὐλιζομένους, μέγα γὰρ τῇ νίκῃ φρονοῦντες καὶ τὸν Ξάνθιππον ὡς Γραικὸν ὑπερορῶντες· ουτω γὰρ καλοῦσι τοὺς Ελληνας, καὶ εἰς ονειδος δυσγενείας τῷ προσρήματι κατ' αὐτῶν χρῶνται· τὰς στρατοπεδείας ἀπερισκέπτως πεποίηντο, ουτως ουν τοῖς ̔Ρωμαίοις διακειμένοις ὁ Ξάνθιππος ἐπελθών, καὶ τὸ ἱππικὸν αὐτῶν διὰ τῶν ἐλεφάντων τρεψάμενος, πολλοὺς μὲν κατέκοψε, πολλοὺς δὲ καὶ ἐζώγρησε καὶ αὐτὸν τὸν ̔Ρηγοῦλον. καὶ ἐν φρονήματι διὰ ταῦτα ησαν οἱ Καρχηδόνιοι· τοὺς δὲ ἁλόντας περιέσωσαν, ινα μὴ καὶ οἱ παρὰ τῶν ̔Ρωμαίων πρότερον ἐξ αὐτῶν αἰχμαλωτισθέντες κτανθῶσι. τοὺς μὲν ουν αλλους