277
νεώς. Κῶμα. ὁ υπνος· ἡ καταφορά. τοῦ Ψελλοῦ· φωΐδας τὰ φλογίσματα· καταφορὰν δὲ κῶμα. ( ̔Ρῆμα.) †Κώζοντεσ. κράζοντες.† Κωμάζειν. τὸ ποιῶς ὀρχεῖσθαι. ἐξ ου καὶ κῶμος, ειδος ὀρχήσεως· οἱ δὲ μέλους. παρὰ τὸ κῶ, τὸ κοιμῶμαι. ἐμφαίνει γὰρ τὸν ἀπὸ δείπνου καὶ μέθης ἐπὶ τοῦ κοιμηθῆναι βαδίζειν καιρόν. †Κωμᾶται. λοιδορεῖται.† †Κωμήνασθαι. τὸ κείρασθαι.† Κωνίσαι. πίθον πισσῶσαι. κωνᾷν γὰρ τὸ στρέkappa.1279 φειν. καὶ τοὺς βέμβικας ητοι τοὺς στρόμβους κώνους λέγουσι. κωνῆσαι, τὸ ἀγαγεῖν τὸν ιππον κύκλῳ, ˉη. κονίσαι δὲ ἀντὶ τοῦ ἀγωνίσαι μικρὸν καὶ ˉι. Κωνειῶ. φαρμακεύω. ἀπὸ τοῦ κωνείου. Κωτίλλων. πανούργως κολακεύων καὶ πολλὰ λαλῶν. ἀπό τινος ὀρνέου κωτίλλου καλουμένου. kappa.1280 †Κώφειν. τὸ κωλύειν.† Κωχεύειν. †συνουσιάζειν.† μετεωρίζειν· ἀνέχειν. Κωμαίνειν. νυστάζειν. τοῦ Ψελλοῦ· καλχαίνειν τὸ ταράσσεσθαι· κωμαίνειν τὸ νυστάζειν. ( ̓Επίῤῥημα.) †Κωμηδόν. σὺν πάσῃ τῇ πόλει.† lambda.1279 Λ. Τὸ Λ μετὰ τοῦ Α. ( ̓Αρσενικόν.) Λάασ. ὁ λίθος. καὶ κλίνεται λάα. εστι δὲ καὶ ὁ λᾶς, ἡ εὐθεῖα. τῶν πληθυντικῶν οἱ λαῖ, τῶν λῶν, καὶ λάων. Λαβραγόρασ. ὁ φλύαρος, ὁ σφοδρῶς δημηγορῶν· ὁ προπετὴς ἐν τῷ λέγειν, καὶ οιον λάβρος καὶ θρασύς. †Λαγίδα. ὁ τοῦ Λάγου παῖς.† lambda.1280 Λαγώσ. παρὰ τὸ λˉα ἐπιτατικὸν μορίον, καὶ τοῦ ως, ὠτὸς, ὁ μεγάλα ωτα εχων. γράφεται καὶ λαγωός. Λαγγόβαρδοσ. κύριον. γράφεται καὶ Λαγγίβαρβος. Λαβύρινθοσ. κοχλιοειδὴς καὶ δυσδιεξίτητος τόπος. Λάγνοσ. πόρνος· αἰσχρός· κατωφερὴς πρὸς τὰ ἀφροδίσια, ο ἐστι τὰς συνουσίας. lambda.1281 Λαθικήδησ. ὁ λήθην τῶν κακῶν ποιούμενος. καὶ λαθικηδέα τὸν ἐμποιοῦντα λήθην πάντων τῶν κακῶν. κήδεα γὰρ τὰ κακὰ καὶ αἱ θλίψεις καὶ αἱ λύπαι. Λάϊγξ. ὁ μικρὸς λίθος. παρὰ τὴν λαὸς γενικὴν λάϊξ, καὶ πλεονασμῷ τοῦ γ λάϊγξ, ενθεν καὶ τὸ λάϊγγες. ὡς ψῆφος, ψῆφιξ, καὶ πλεονασμῷ τοῦ γ ψήφιγξ. †Λαιδρόσ. ὁ θρασύς.† †Λαίλασ. ὁ μὴ ἐκ γένους τύραννος, ἀλλ' ἐπιθέμενος.† †Λαϊσκέδησ. ὁ βούπαις.† Λάκωνεσ. οἱ Σπαρτιᾶται. εἰσὶν δὲ ουτοι ἀνδρεῖοι. Σπαρτιάτας ἡ λόγχη γνωρίζει. Λάκων. ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν ὀπίσω τόπον· ὁμοίως δὲ ἀντὶ τῆς εμπροσθεν ἐπιφανείας τὸν οπισθεν. lambda.1282 Λάμυροσ. ὁ φλύαρος. Λαμπρόσ. λαμπρὸς ἐπανέζευξε καὶ οσα μετὰ κινήσεως μικρά· λαμπρῶς δὲ ἀνηγορεύθη καὶ οσα μετὰ στάσεως μεγάλα. †Λάμπων. ονομα κύριον.† Λαοσσόοσ. ὁ λαοὺς σώζων. Λαπιστήσ. ψεύστης, προπετής. Λάσιοι. πολύτριχες. δασεῖς. ἡ γὰρ θέρμη αἰτία ἐστὶ τῆς ἐκφύσεως τῶν τριχῶν. λάσιος δὲ παρὰ τὸ ˉλˉα καὶ τὸ σεύω, τὸ ὁρμῶ. Λάτρισ. ὁ μισθῷ δουλεύων. λάτρον γὰρ ὁ μισθός. η παρὰ τὸ ˉλˉα ἐπιτατικὸν καὶ τρεῖν, ο ἐστι φοβεῖσθαι. Λαῦσοσ. ὁ συνετός. καὶ ονομα κύριον. Λαφύστιοσ. ὁ λαίμαργος. ἀπὸ τοῦ λαφύσσω, λαφύξω. Λαχνήεισ. δασύθριξ. lambda.1283 Λαχμῷ. τῷ δασεῖ τῶν ἐρίων. παρὰ τὸ λίαν εχεσθαι. ̓Αντίμαχος δὲ τὸν λακτισμὸν τῶν ιππων λέγει λαχμόν. οιον· λαχμὸν δ' οὐ δείδιεν ιππων. Σέλευκος δὲ διὰ τοῦ ν γράφει λαχνῷ, ινα σημάνῃ ἡ λάχνη. Λαιδρόσ. ὁ θρασύς. παρὰ τὸ ˉλˉα ἐπιτατικόν. Λαίθαργοσ. ὁ κρυφοδάκτης καὶ ἀργός· ὁ λαθραίως δάκνων. καὶ οιόν τις κύων λαίθαργος. Λαιμόσ. παρὰ τὸ λίαν μᾷν, ο ἐστι ζητεῖν. Λαιστρυγόνεσ. εθνος. Λαίσκαπροσ. ὁ λάγνος καὶ λαμός. παρὰ τὴν ˉλˉα ἐπίτασιν, πλεονασμῷ τοῦ ˉι, ὡς ἐν τῷ μαστροπὸς, μαιστροπός. Λαιψηρόσ. ὁ ταχύς. Λάχησ. κύριον. παρὰ τὸ λήχω, τὸ λαγχάνω. ὁ δεύτερος ἀόριστος ελαχον, καὶ ἐξ αὐτοῦ λάχης. lambda.1284 (Θηλυκόν.) Λαβή. ἡ ἀφορμή. †Λαβρεία. ἡ φλυαρία.† Λάβωρα. ειδος ὀπώρας. Λάγυνοσ. ἡ πάνυ καὶ λίαν δεκτική. παρὰ τὸ ˉλˉα καὶ τὸ χῶ, τὸ χωρῶ. Λάδη. πόλις. †Λαιδάσ. ἡ ἀσπίς· ἀπὸ βύρσης.† †Λαίσθη. ἡ ἀκολασία.† †Λαισίνη. ονομα πόλεως.† Λακέρυζα κορώνη. μεγάλως κράζουσα. Λακέρεια. ονομα πόλεως. παρὰ τὸ ˉλˉα καὶ τὸ ῥέω. οἱονεὶ ἡ μεγάλως ἐπιῤῥεομένη. †Λάκμων. ἡ κορυφὴ τοῦ ορους.† Λάμια. θηρίον. η πολυχώρητόν τι ἀντρῶδες. η γυνή τις ἀρχαία Λίβυσσα ουτω καλουμένη. Λαμπήνη. αμαξα βασιλικὴ, η αρμα σκεπαστόν. lambda.1285 †Λαμπάσ. εστιν αναψις καὶ αθροισμα πυρός.† †Λαμπουρίσ. ειδος ἀλώπεκος ἐχούσης λευκὴν τὴν οὐράν.†