277
ἀλλ' ὀλίγον ἀφεὶς ἐπὶ τοῖς ἡμετέροις πόνοις, τὸ πλέον αὐτὸς κατορθοῖ. Πάσης ἀγαθῆς ἡ καταρχὴ πράξεως ἐν τῇ ἡμετέρᾳ βουλῇ τὴν ὑπόστασιν κέκτηται· τὸ δὲ συμπέρασμα ἐν Θεῷ. Βουλομέναις μὲν ὁ Θεὸς ταῖς ἡμετέραις ψυχαῖς συνεπιπνεῖ. Εἰ δὲ ἀποσταῖεν τῆς προθυμίας, καὶ τὸ δοθὲν ἐκ Θεοῦ πνεῦμα συνεστάλη. Οὐδὲν ἐν ἀνθρώποις ἐστὶ τῶν κυρίως ὠφελίμων, καὶ ἀληθῶς ἐπαινετῶν, ὃ μὴ ἐκ Θεοῦ δέδοται. ΤΙΤΛ. Θʹ. -Περὶ σοφίας κοσμικῆς. «Ἀπολῶ σοφοὺς ἐν τῇ Ἰδουμαίᾳ, λέγει Κύριος.» «Ἀπολῶ σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.» «Ἠσχύνθησαν σοφοὶ, καὶ ἐπορεύθησαν, καὶ ἑάλωσαν, ὅτι λόγον Κυρίου ἀπεδοκίμασαν.» «Καὶ υἱοὶ Ἄγαρ ἐκζητοῦντες τὴν σύνεσιν τὴν ἐπὶ τῆς γῆς, οἱ μυθολόγοι καὶ ἐκζητηταὶ τῆς συνέσεως· ὁδὸν δὲ σοφίας οὐκ ἔγνωσαν, οὐδὲ ἐμνήσθησαν τῶν τρίβων αὐτῆς.» «Πλανῶνται Θεὸν ζητοῦντες, καὶ θέλοντες εὑρεῖν. Ἐν γὰρ τοῖς ἔργοις αὐτοῦ ἀναστρεφόμενοι διερευνῶσι, καὶ γὰρ πείθονται τῇ ὄψει ὅτι καλὰ τὰ βλεπόμενα. Πάλιν δὲ οὐδὲ αὐτοὶ συγγνωστέοι. Εἰ γὰρ τοσοῦτον ἴσχυσαν εἰδέναι, ἵνα δύνωνται στοχάσασθαι τὸν αἰῶνα, τὸν τούτου ∆εσπότην πῶς τάχιον οὐχ εὗρον; Ταλαίπωροι, καὶ ἐν νεκροῖς αἱ ἐλπίδες αὐτῶν.» 96.341 «Γέγραπται, Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.» «Εἰ ζῆλον πικρὸν καὶ ἐρίθειαν ἕλετε ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε τῇ ἀληθείᾳ. Οὐκ ἔστιν αὕτη ἡ σοφία, ἄνωθεν κατερχομένη, ἀλλ' ἐπίγειος, ψυχικὴ, καὶ δαιμονιώδης. Ὅπου γὰρ ζῆλος καὶ ἐρίθεια, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. Ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνικὴ, ἐπιεικὴς, εὐπειθὴς, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος· καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.» Ῥητορικὴ καὶ ποιητικὴ, καὶ ἡ τῶν σοφισμάτων εὕρεσις, πολλοὺς ἀπεσχόλησεν, ὧν ὕλη τὸ ψεῦδός ἐστιν. Οὔτε γὰρ ποιητικὴ συστῆναι δύναται ἄνευ τοῦ μύθου, οὔτε ῥητορικὴ ἄνευ τῆς ἐν τῷ λέγειν τέχνης, οὔτε σοφιστικὴ ἄνευ τῶν παραλογισμῶν. Ἡ περιουσία τῆς τοῦ κόσμου σοφίας προσθήκην αὐτοῖς οἴσει τῆς χαλεπῆς κατακρίσεως· ὅτι οὕτως ὀξὺ περὶ τὰ μάταια βλέποντες, ἑκόντες περὶ τὴν σύνεσιν τῆς ἀληθείας ἀπετυφλώθησαν. Ἐοίκασι τοῖς ὄμμασι τῆς γλαυκὸς οἱ περὶ τὴν ματαίαν σοφίαν ἠσχοληκότες. Καὶ γὰρ ἐκείνης αἱ ὄψεις νυκτὸς μὲν ἔῤῥωνται, ἡλίου δὲ λάμψαντος ἀμαυροῦνται· καὶ τούτων ἡ διάνοια ὀξυτάτη μέν ἐστι πρὸς τὴν τῆς ματαιότητος θεωρίαν, πρὸς δὲ τὴν τοῦ ἀληθινοῦ φωτὸς κατανόησιν ἐξημαύρωνται. Σοφία πρώτη, σοφίας ὑπερορᾷν τῆς ἐν λόγῳ κειμένης καὶ στροφαῖς λέξεων, καὶ ταῖς κιβδήλοις καὶ περιτταῖς ἀντιθέσεσιν. Ἐμοὶ δὲ γένοιτο πέντε λόγους ἐν ἐκκλησίᾳ λαλῆσαι μετὰ συνέσεως, ἢ μυρίους ἐν γλώσσῃ καὶ φωνῇ σάλπιγγος ἀσήμῳ. Ταύτην ἐπαινῶ τὴν σοφίαν· ἐγὼ ταύτην ἀσπάζομαι, δι' ἧς ἀγενεῖς ἐδοξάσθησαν, καὶ εἰς ἣν ἐξουδενούμενοι προετιμήθησαν, καὶ μεθ' ἧς ἁλιεῖς τὴν οἰκουμένην ὅλην τοῖς τοῦ Εὐαγγελίου δεσμοῖς ἐσαγήνευσαν, τῷ συντετελεσμένῳ καὶ συντετμημένῳ λόγῳ τὴν καταργουμένην σοφίαν νικήσαντες. Οὐ γὰρ ὁ ἐν λόγῳ σοφὸς οὗτος ἐμοὶ σοφὸς, οὐδὲ ὅστις γλῶσσαν μὲν εὔστροφον ἔχει, ψυχὴν δὲ ἀπαίδευτον· ὥσπερ τῶν τάφων ὅσοι τὰ ἔξωθεν ὄντες εὐπρεπεῖς καὶ ὡραῖοι, μυδῶσι νεκροῖς τὰ ἔνδον, καὶ πολλὴν δυσωδίαν περικαλύπτουσιν· ἀλλ' ὅστις ὀλίγα μὲν περὶ ἀρετῆς φθέγγεται, πολλὰ δὲ οἷς ἐνεργεῖ παραδείκνυσι, καὶ τὸ ἀξιόπιστον τῶν λόγων διὰ τοῦ βίου προστίθησιν. Κρεῖσσον ἐμοὶ εὐμορφία θεωρουμένη λόγῳ ζωγραφουμένης, καὶ πλοῦτος ὃν αἱ χεῖρες ἔχουσιν, ἢ ὃν οἱ ὄνειροι πλάττουσιν, καὶ σοφία οὐχ ἡ λόγῳ λαμπρυνομένη, ἀλλ' ἡ διὰ τῶν λόγων ἐλεγχομένη. Φρόνησις 96.344 γὰρ ἀγαθὴ τοῖς ποιοῦσιν αὐτὴν, οὐ τοῖς κηρύσσουσιν. Οἱ περὶ λόγους, μὴ σφόδρα τοῖς λόγοις θαῤῥεῖτε, μηδὲ σωφρονίζεσθε περισσὰ καὶ