277
ἀγαθοῖς, ὡς ἐπὶ μονίμοις καὶ διαρκέσι βρενθύοντες. Ὁ δὲ τὰ θεῖα πεπαιδευμένος οἶδε τοῦ βίου τὸ πρόσ καιρον. ∆ιὸ δὴ καὶ πάροικον ἑαυτὸν ὀνομάζει, καὶ ἱκετεύει τὰς θείας ἐντολὰς μηδαμῶς ἀγνοῆσαι. κʹ. "Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ." Ἐπιθυμοῦσι τῶν θείων κριμάτων πολλοὶ, καὶ τῆς οὐρανῶν ἐφίενται βασιλείας, ἀλλ' οὐκ ἀεί. Νῦν μὲν θείοις ἀρέσκον ται, νῦν δὲ τοῖς τοῦ σώματος ἀκολουθοῦσι παθήμα σιν· ὁ δὲ προφήτης ἱμείρεται τοῦτον ἔχειν τὸν πόθον διηνεκῶς. καʹ. "Ἐπετίμησας ὑπερηφάνοις." Οἱ τῶν θείων νόμων καταφρονοῦντες τῇ τῆς ὑπερηφανίας περι πίπτουσι νόσῳ· ἀλλὰ τὴν παρὰ τοῦ δικαίου κριτοῦ δέχονται τιμωρίαν. Τοῦτο δὲ πέπονθε Ἀβεσσα λὼμ, τοῦτο Σαοὺλ, τοῦτο Φαραὼ, καὶ Σενναχηρεὶμ, καὶ Ναβουχοδονόσορ, καὶ ἕτεροι μυρίοι. Τοῦτο εἰ δὼς ὁ Προφήτης, ἅτε δὴ προφήτης, ἐπήγαγεν· "Ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν 80.1829 σου." Ταύτην καὶ ὁ νόμος τὴν ἀρὰν τοῖς παραβά ταις προσφέρει· "Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς, ὃς οὐκ ἐμμένει τοῖς ἐγκειμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά. κβʹ. "Περίελε ἀπ' ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα." Ὠνείδισε τὸν Προφήτην ὁ Νάβαλ, δοῦλον δραπέτην ἀποκαλέσας· ὠνείδισαν αὐτὸν οἱ Γετθαῖοι. Ἀλγυνόμενος τοίνυν ἐπὶ τούτοις, ἀποτρίψασθαι τὰ ὀνείδη παρακαλεῖ, ἅτε δὴ τὰ θεῖα ἐκζητήσας μαρτύρια· οὐχ ἁρμόττει τοί νυν τοῖς παρὰ τοῦ Σεμεεὶ ὀνείδεσι τὰ παρόντα ῥητά. Ἐκεῖνα γὰρ μετὰ τὴν ἁμαρτίαν ἐγένετο· τὰ δὲ τοῦ Νάβαλ, καὶ τῶν ἄλλων, πρὸ τῆς ἁμαρτίας. κγʹ. "Καὶ γὰρ ἐκάθισαν ἄρχοντες, καὶ κατελά λουν κατ' ἐμοῦ." Καὶ Σαοὺλ, καὶ Ἀβενὴρ, καὶ Ἀχιτόφελ, καὶ Ἀβεσσαλὼμ, ἐλοιδόρουν τὸν ∆αβίδ. "Ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου." Ἐγὼ δὲ τὴν σὴν δεσποτείαν ὁμολογῶν, μελέτην εἶ χον τὰ σὰ δικαιώματα. κδʹ. "Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστι, καὶ αἱ συμβουλαί μου τὰ δικαιώματά σου." Πᾶσαν γὰρ ἀνθρωπίνην εἰσήγησιν ἀπωσάμενος, ταῖς σαῖς ὑποθήκαις ἀκολουθῶ. κεʹ. "Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου." Τὴν ὑπερβολὴν τῆς ταπεινώσεως διὰ τούτων ἐδήλωσεν. Οὕτω καὶ γὰρ ἐν τῷ τεσσαρακοστῷ καὶ τρίτῳ ἔφη ψαλμῷ· "Ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν· ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν." -"Ζῆσόν με κατὰ τὸν λόγον σου." Οὐκ ἀορίστως αἰτεῖ ζωὴν, ἀλλὰ τὴν κατὰ νόμον ζωήν. κʹ. "Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου." Πάσας σοι, ∆έσποτα, τὰς ἐμὰς δεδήλωκα πράξεις· καὶ οὐδέν σε λαθεῖν τῶν ἐμῶν ἀνεσχόμην. ∆ιά τοι τοῦτο ταῖς ἐμαῖς ἱκεσίαις ἐπίνευσον· ἀντιβολῶ δὲ μαθεῖν ἀκριβῶς τὰ σὰ δικαιώματα. κζʹ. "Ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου." Θείας ἡμῖν συνέσεως δεῖ, ὥστε κατὰ τὸν θεῖον νόμον τὴν ἀρε τὴν μετελθεῖν, καὶ τὸν φιλανθρωπίᾳ χρώμενον μὴ πρὸς κενοδοξίαν ἰδεῖν, καὶ τὸν ἀσκητικὸν μὴ θηρᾶσαι τὸν ἀνθρώπειον ἔπαινον, τὸν σώφρονα μὴ διὰ τὴν τῆς ἀκολασίας αἰσχύνην, ἀλλὰ διὰ τὸν πόθον τῆς ἀρετῆς, μετιέναι τὴν σωφροσύνην. Εἰκότως τοίνυν ὁ Προφήτης ἀντιβολεῖ συνέσεως θείας μεταλαχεῖν, ὡς διαγνῶναι τὴν τῆς δικαιοσύνης ὁδόν. κηʹ. "Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου." Ἡ συνεχὴς προσβολὴ τῆς ἁμαρτίας διαλύει πολλάκις τὸν τόνον τῶν λογισμῶν, καὶ ἀπαυδῆσαι παρασκευάζει τὸν 80.1832 ἀθλητὴν, καὶ τὴν καλουμένην ἀκηδίαν ἐργάζεται· χαυνουμένη δὲ ἡ ψυχὴ τὸν ὕπνον εἰσδέχεται· ὁ δὲ ὕπνος ἐπάγει τὸν θάνατον. ∆ιόπερ βεβαιωθῆναι καὶ στηριχθῆναι ὁ Προφήτης ἀντιβολεῖ. Τοῦτο δὲ καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ· "Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον·" θάνατον τὴν ἁμαρ τίαν καλῶν. κθʹ, λʹ. "Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. Ὁδὸν ἀληθείας ᾑρετισά μην, τὰ κρίματά σου οὐκ ἐπελαθόμην." Ἀναγκαία καὶ αὕτη ἡ δέησις. Προσήκει γὰρ ἡμᾶς αἰτεῖν παρὰ τοῦ Θεοῦ τῶν ὅλων βοήθειαν, ὥστε τῆς ἀδικίας ἐκ τρέπεσθαι τὴν ὁδὸν, καὶ τὴν τῆς ἀληθείας προαιρεῖ σθαι πορείαν, καὶ ἄληστον ἐπιφέρειν τῶν τοῦ Θεοῦ μαρτυρίων τὴν μνήμην. λαʹ. "Ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε, μή με